Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

33. προδιόρθωσίς ἐστιν, ἐπειδὴ αὐτοῦ σφοδρότερον μέλλει καθά- πτεσθαι, ὡς ἐφιεμένου μὴ ἄλλοτε ἢ ἐν ταῖς δημηγορίαις ἀντιλέγειν τοῖς βασιλεῦσι. προπαραιτεῖται δὲ τὴν ὀργὴν, ἀξιῶν δέξασθαι τὴν πρὸς τὸ συμφέρον ἀλήθειαν, καὶ δηλῶν ὡς τοῖς εἰρημένοις, οὐκ αὐτῷ ἀπέχθεται. εὖ δὲ καὶ τὸ μή τι χολωθῇς, ἀξιοπίστως εἰρημένον· εἰ γὰρ καὶ οἶδε τὰ καταθύμια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ “στυγέῃ δὲ καὶ ἄλλος” (Il. 1, 186). θέμις δὲ τῆς δημηγορίας τὸ τὸ δοκοῦν παρρησιάζεσθαι.

34. πρῶτον] οὐ πρῶτον, ἀλλὰ πρῶτος. δηλοῖ δὲ τὸ μόνος, οἷον μετὰ σεαυτοῦ μὴ ἔχων ἕτερον· οὐ γάρ τίς με, φησὶ, καὶ ἄλλος ὕβρισεν, ἀλλὰ σὺ πρῶτος, ἤτοι μόνος αὐτὸς καὶ τέλος καὶ ἀρχή. ὃν δὲ βαρύτατα φέρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον [*](14. *ὕστατος] ὕστερος id est πρῶτον, superscripto a m. 28. * στυγέῃ] στυγέει pr. πρῶτος. 30. πρῶτον] In textu est πρῶτον,)

373
ἔρρηξε φωνήν· ἐκ γὰρ θυμοῦ καὶ φιλοδοξίας τὰ συμβουλευόμενα παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ παρρησίαν πρῶτον εἰσήγαγεν.

**περὶ τῆς δυνάμεώς μου ὠνείδισάς με ἐν τοῖς Δαναοῖς ὡς ἀσθενῆ καὶ ἄπειρον πολέμου. ἤτοι δὲ ἐν ἤθει λέγει. τὴν μέντοι ἀναφορὰν ἔχει ταῦτα ἐπὶ τὰ ῥηθέντα ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Δ. ῥαψῳδίᾳ (370) “ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο, τί πτώσσεις; τί δʼ ὀπιπτεύεις πολέμοιο γεφύρας ;”

36. ἀνεπαχθῶς τοῦτό φησι διὰ τὸ σῶσαι τὸν Νέστορα· διὸ κἀκεῖνος λέγει “ πολέμῳ ἔνι καρτερός ἐσσι” (53).