Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
29. ἀκήν] ἀπὸ τοῦ ἄγη γίνεται· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ “βῆ δʼ ἀκέων” (Il. Ι, 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἄγη καὶ παρὰ τὴν ἀχανίαν ἄχη καὶ ἄγη· οὕτε οὖν μένοντες χρηστὴν εἶχον ἐλπίδα οὔτε φεύγειν εὐκλεὲς ἡγοῦντο. ἅμα δὲ καὶ τὴν προτέραν πεῖραν εἰδότες ὑπο- πτεύουσι τίς ὁ νοῦς τοῦ λέγοντος. ἔοικε δὲ αὐτὸς ὁ ποιητὴς διστά- ζειν τίνα ἀντιτάξει τῇ ῥητορείᾳ Ἀγαμέμνονος εὖ ἐχούσῃ καὶ κηδε- μονικῶς.
31. Διομήδης] οἰκεία Διομήδους ἡ ῥητορεία· τὸν γὰρ παραιβάτην Ἕκτορος ἐφόνευσε, τὴν σώζουσαν Ἀλέξανδρον ἔτρωσε, τοὺς Αἰνείου ἵππους ἔλαβε, χρύσεια ὅπλα ἔσχεν, Ἰδαίῳ μόνος ἀντεῖπε, τοὺς κεραυνοὺς μόνος ὑπέμεινεν, ἔφυγεν ὕστατος, ὑπέστρεψε πρῶτος· ὀνειδισθεὶς δὲ ὑπὸ Ἀγαμέμνονος εὐκαίρως αὐτὸν νῦν ἀντονειδίζει μετὰ τὴν ἀριστείαν, ἀρετῇ δὲ καὶ θυμῷ καὶ φιλοδοξίᾳ παρώξυνται. εἰ δὲ ἦν γέρων, ἐδόκει ἐκγελᾶν ἀλλοτρίους πόνους· εἰ δὲ ἀσύνετος ἐτύγχανεν, ὑπωπτεύετο πάντως τῆς ἀσφαλείας καταφρονῶν.
32. σοὶ πρῶτα] εἰπὼν τὸ πρῶτα, δηλοῖ ὡς καὶ τοῖς ἄλλοις ἐπι- μέμφεται τῇ φυγῇ διὰ τῆς σιωπῆς συναινοῦσι. μάχην δέ φησι τὴν τοῦ λόγου ἐναντίωσιν.