Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

555. *Πορφυρίου. ἐκ τοῦ ἀδυνάτου καὶ τοῦτο· πῶς γὰρ δυνατὸν περὶ τὴν φαεινὴν σελήνην ἀριπρεπῆ εἶναι τὰ ἄστρα: λύεται δὲ ἐκ τῆς λέξεως. τὸ φαεινὴν οὐκ ἐπὶ τῆς τότε, ἀλλʼ ἐπὶ τῆς φύσει, ὡς ἐπὶ τούτου “κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν” (Od. 6, 74), οὐκ ἐπὶ τῆς τότε, ἀλλʼ ἐπὶ τῆς φύσει· καὶ “πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα (Il. 21, 218). τὸ ἀμφὶ σελήνην φαεινὴν φύσει· οὕτω συντακτέον· ὅτε γὰρ ἐκείνη φαεινὴ, οὐ πάντως ἀριπρεπῆ τὰ ἄστρα, ἀλλʼ ὅταν μὴ φαίνηται, ἢ φαίνοιτο μὲν, οὐ μὴν φαεινὴ, ἀλλά πως ἀμαυρὰ καὶ ἀλαμπὴς, τινὶ αἰτίᾳ ἐπηλυγαζομένη.

[*](7. ἐπικουρίαν] οἰκουρίαν Bekkerus 26. *Πορφυρίου] om.)
369

οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχομένην, “οἱ δὲ λεπτὴν, ὡς τὸ μάστιγα φαεινήν” (Il. 10, 500)· οἱ δὲ τὴν φύσει φαεινήν. προσφυῶς δὲ τῷ νυκτερινῷ φωτὶ παρεικάζει αὐτά.

560. ἄλλως ἐσχημάτισε τὸν λόγον, οὐκ ἐπενεγκὼν τῷ “ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα” τὸ “οὕτως μεταξὺ νεῶν.”

563. ἀφορμὴν λαβῶν καὶ τῶν Τρώων ἡμῖν τὸν ἀριθμὸν ἐδήλωσεν, ὅτι ἀμφὶ τὰς πέντε μυριάδας ἐστὶν ὁ τῶν πολιτῶν· οἱ γὰρ ἐπίκουροι καθεύδουσι Τρωσὶ τὴν φυλακὴν ἐπιτρέψαντες.