Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

131. σήκασθεν] εἰς σηκὸν κατεκλείσθησαν. σηκὸς δὲ εἴρηται οἱονεὶ ἱστηκός τις ὢν, ἀπὸ τοῦ ἐν αὐτῷ ἵστασθαι τὰ θρέμματα. ὅθεν καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκόν λέγουσι τὸν ναὸν, ἀπὸ τοῦ ἐν αὐτῷ ἵστασθαι τὰ ἀγάλματα.

* καὶ τὴν Διομήδους ἀρετὴν αὔξει καὶ τὴν τῶν βαρβάρων δειλίαν κωμῳδεῖ, εἴ γε καὶ τοῦ Διὸς ἐπαμύνοντος εἱρχθῆναι ἐκινδύνευσαν προβάτων τρόπον, καὶ οὐδὲ τούτων τελείων· ἀρνῶν γάρ φησιν.

134. πρόσθʼ ἵππων] πεφεισμένως καὶ τοῦτο· ἐκδειματοῦν γὰρ μόνον αὐτὸν βούλεται, ἐπεὶ οὐδὲ αὐτὸς μισέλλην ὑπάρχει ὁ Ζεύς.

135. δεινὴ δὲ φλὸξ ὦρτο] δεινὴ γάρ ἐστιν ἡ δυσωδία αὐτοῦ, ὅταν προσψαύσῃ ὕλῃ τινὶ, καὶ πικραίνει τὴν αἴσθησιν.

137. ἐκ χειρῶν φύγον ἡνία] εἰ γὰρ παρατηρεῖ τὰς διοσημείας ὁ Νέστωρ ἐν οἷς φησὶν “ἀστράπτων ἐπιδέξι᾿ ἐναίσιμα” (Il. 2, 353), πῶς ἀντιτάξεται αὐταῖς; ἢ οὐχ ὑπὸ τοῦ δέους τὰς ἡνίας εἴασεν, ἀλλʼ οἱ ἵπποι καταπτήξαντες ὑπὸ τοῖς ἅρμασι τῇ βίᾳ καὶ αὐτὰς ἐπεσπάσαντο.

139. φόβονδʼ ἔχε] ἡ εὔκαιρος φυγὴ οὐκ αἰσχύνει. τοῦτο δὲ διὰ [*](23. * κωμῳδεῖ] om. 31. *ἐναίσιμα] αἰνέσιμα 29. διοσημείας] Rectius διοσημίας 34. * αἰσχύνει] αἰσχύνη)

352
στρατηγικοῦ προσώπου δηλοῖ, ὡς καὶ ἑτέρωθι διὰ τοῦ Ἀγαμέμνονος· “βέλτερον ὃς φεύγων προφύγῃ κακόν” (Il. 14, 81). εἰ γὰρ τὰ βέλη, φησὶ, φεύγειν πειρώμεθα παρασχηματίζοντες τὸ σῶμα, πόσῳ μᾶλλον τὸν θάνατον φεύγειν δεῖ;

140. ἐκ Διὸς οὐχ ἔπετʼ ἀλκή] ἵνα μὴ τῷ θεῷ ἀντιστῇ, λέγει ὅτι οὐ βοηθῇ, φησὶ, παρʼ αὐτοῦ. εὐπρεπῶς δὲ οὐκ εἶπεν ὅτι ἐναν- τιοῦταί σοι ὁ θεός· ὑπεκλύοντος γὰρ ὁ λόγος ἦν.

141, 142. νῦν—σήμερον] δηλοῖ διὰ τῆς ἐπαναλήψεως ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ χαρά· νῦν γάρ φησι, καὶ τὸ σήμερον προστί- θησιν, ἵνα μὴ τὸ νῦν ᾖ ἀόριστον. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερὸν, ἀλλὰ τὸν Δία φησίν. καὶ χρηστὰς αὐτῷ ὑπογράφει ἐλπίδας, ἵνα μὴ αἰδεσθῇ φυγεῖν ὡς ἂν μὴ δυνάμενος τὴν ἧτταν ἀνακαλέσασθαι. οὐ δὲ δὲ τὸ ἄδηλον ὁρίζειν, ἀλλὰ μόνον ἀγαθὴν προσδέχεσθαι ἐλπίδα.

143. εἰρύσσαιτο] λείπει ἡ μετά. τὸ δὲ ὅλον οὕτως· ἀνὴρ δὲ τὸν τοῦ Διὸς νοῦν, παρʼ ὃ θέλει αὐτὸς ὁ Ζεὺς, οὐκ ἂν μεθελκύσαι οὐδὲ μεταθείη.

144. πολὺ φέρτερός ἐστιν] ὅτι ἡ ἀνθρωπίνη ἰσχὺς, οἵα τε ἂν ᾖ, πρὸς τὴν θείαν οὐδέν ἐστιν.

146. κατὰ μοῖραν ἔειπες] θεοσεβὴς γὰρ ὁ Διομήδης, εἴ γέ φησι “σὺν γὰρ θεῷ εἰλήλουθμεν” (Il. 9, 49).

148. Ἕκτωρ γάρ ποτε φήσει] κάν τούτοις τὸ φιλότιμον Διομή- δους ἐμφαίνεται, ὃς μὴ μόνον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν σπου- δάζει, ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις.

150. τότε μοι χάνοι εὐρεῖα χθών] τὸ εὐρεῖα ἀντὶ τοῦ εὐρέως. κρείσσων δὲ, φησὶ, θάνατος ψόγου.

152. διὰ τοῦ οἴ μοι τὸν λόγον ἐκφαυλίζει ὡς ἀνάξιον ὄντα τοῦ λέγοντος. εἰς δὲ τὸ δαΐφρονος στικτέον.

154. ἀλλʼ οὐ πείσονται] πρῶτον μὲν ἄδηλον εἰ ἐρεῖ, ἄλλως τε ὅτι οὐ πείσει· καθάπτεται δὲ τῶν φροντιζόντων τί ἐροῦσιν αὐτοῖς οἱ ἄνθρωποι, τοῦ δὲ πράγματος ὁποῖόν ἐστιν ἀμελούντων.

157. φρονίμως οὔτε ἀντίρρησιν Διομήδους ἀναμένει, οὔτε ψιά. ζεται αὐτὸν φιλότιμον φεύγειν ὄντα ὁμολογεῖν, ἀλλʼ αὐτὸς τρέπει τοὺς ἵππους, ἵνα μηδὲ ἐκ τούτων μειώσῃ Διομήδεα ὁ ποιητής.

[*](15. *μεθελκύσαι οὐδὲ μεταθείη] 26. οἴ μοι] *ὤ μοι μεθελκύση οὐδὲ μεταθήσει 29. ὅτι] *om.)
353

159. χέοντο] ἔμφασιν ἐκίνησεν ἡ μεταφορά. δηλοῖ δὲ ὅτι λίαν ἀπελείποντο, ἐπεὶ πῶς αὐτὸν βλασφημεῖ ὁ Ἕκτωρ λόγοις,

163. ἀντιτέτυξο] διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις· ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ε ἐξέθετο. ἔστι δὲ τὸ ὅλον οὕτως, γυναικὸς ἄρα ἴσος ἦσθα.