Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

93. πολυμήχανʼ Ὀδυσσεῦ] πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται. δεῖ γὰρ τὸν στρατιώτην τοιοῦτον εἶναι. γεωργός μὲν γὰρ ἀπὸ τοῦ καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνήτης δὲ ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων, ναυπηγὸς ἀπὸ τῆς νηὸς, κυνηγὸς ἀπὸ τῆς κυναγωγῆς καὶ τῆς ὀρεσινομίας, μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ δαι- τρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰοὺς, μουσικὸς καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ εὐστροφίας καὶ χειρῶν συμπλοκῆς, τοξότης ἀπὸ διασκέψεως ἀρί- στης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ πιθανό- τητος, στρατηγός ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης ἀπὸ πολυμηχανίας καί πολυπειρίας.

94. οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ποιοῦντα ἔργον. ὀλίγον δὲ διασταλτέον εἰς τὸ βαλ ών, ἵνʼ ᾖ, ποῦ φεύγεις μεταβαλὼν τὰ νῶτα, ὡς οἱ δειλοὶ ἐν ὁμίλῳ καὶ θορύβῳ; ἢ πῆ φεύγεις ἐν ὁμίλῳ ὡς κακὸς, ἵνʼ ᾖ εἰς τὸ κακὸς ὥς ἡ στιγμὴ, τὸ δὲ ἐν ὁμίλῳ τῷ ἑξῆς συναπτέον. ἀπὸ δὲ τοῦ εὐπρεποῦς καὶ συμφέροντος ἀναστέλλει τὴν φυγήν. αἰσχρότερον δὲ καὶ τὸ πῆξαι τοῦ ἰκοντίσαι.

[*](Ι. *σημαίνειν] σημαίνων 26. ἀνδρείας] ἀνδρίας, sed ί in ra- 13. *μὴ] om. sura. 20. κυναγωγῆς] *κυνηγεσίας)
350

97. οὐδʼ ἐσάκουσε] οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου, ἢ οὐκ ἐπείσθη διὰ τὸν καιρόν· φεύγει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐκ ἐθέλει· ἐν γὰρ δαιμονίοις φόβοις φεύγουσι καὶ παῖδες θεῶν. πῶς γὰρ δειλὸς ὁ μετὰ πάντας φεύγων; οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει.

99. *τὸ αὐτός ἐνταῦθα ἀντὶ τοῦ μόνος.

101. ἔπεα πτερόεντα προσηύδα] τὰ μὲν πράγματα τάχιστα γέγονεν, ἡ δὲ τῶν λόγων σχολὴ ποιητική.

103. λέλυται] πέπηγε γὰρ ἐν τῇ νεότητι, τέλος δὲ λύσεως θάνατος.

104. ἠπεδανὸς] ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανὸς, ὁ μὴ δυνάμενος ἐν τῷ πεδίῳ στῆναι διὰ τὸ ἀσθενές. ὑπογράφων δὲ ἄνω τὸ ἀσθενὲς τοῦ γέροντος οὐδὲν περὶ τοῦ ἰδίου σθένους ἀνθυπήγαγεν, ἀλλʼ ἐλπίδα αὐτῷ ὑπογράφει σωτηρίας διὰ τὸ τάχος. εἰκότως δὲ ὅλα συνήγαγε τὰ κακὰ, ὅπως πείσῃ τῷ ἰδίῳ ἐπιβῆναι ἅρματι τὸν εἰπόντα “ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων” (Il. 4, 304). εὖ δὲ τὸ μὴ τὸν Νέστορα ταῦτα προβαλέσθαι εἰς τὸ τυχεῖν βοηθείας. ἐγκώμιον δὲ Νέστορος ἔχει ὁ λόγος, ὃς οὐδὲ τῷ γήραϊ δὴ τρυχόμενος ἀμελεῖ.

108. ἠθικῶς τὸν χθὲς ἀνάγει χρόνον, ὡς καὶ ἐν Ὀδυσσείᾳ Φι- λοίτιος “τοῦτό σοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆϊ” (Od. 22, 290). ἅμα δὲ καὶ θαρσαλεώτερον ποιεῖ τὸν γέροντα ἡ Αἰνείου ἧττα.

111. καὶ ἐμόν] ἐμόν φησι διʼ Ἀχιλλέα, ἢ μβᾶλλον Αἴαντα τὸν μονομαχήσαντα αὐτῷ ὑπογυίως.

114. Σθένελός τε καὶ Εὐρυμέδων] ἐν σχήματι ἐδήλωσε τὸ δοκοῦν παραλελεῖφθαι· οὐ γὰρ εἴρηκεν ἀνωτέρω ποῖοι ἦσαν οἱ θεράποντες. φασὶ δὲ τὸν Σθένελον ἀπὸ τοῦ τείχους κατενεχθέντα τρωθῆναι τὸ σκέλος· διὰ τοῦτο οὐ πολεμεῖ, ἀλλʼ ἡνιοχεῖ Διομήδει.

115. τὰ δʼ εἰς ἀμφοτέρω] οἰκονομικῶς ἐπὶ τὸ ἅρμα Διομήδους ἀναβιβάζει τὸν Νέστορα, ἵνα πεισθῇ φυγεῖν καὶ εἶξαι ταῖς τοῦ Νέστορος παραινέσεσι· Σθενέλῳ γὰρ οὐκ ἂν ἐπείσθη, ὅπου γε μηδὲ ἐν τοῖς ἀνωτέρω, ἀναβῆναι ἐπὶ τὸ ἄρμα παραινοῦντι.

116. ἡνία] τὰ ἡνία αὐτῶν ἐξ ἀστραγαλίσκων ἐλεφαντίνων ἦσαν, ὅθεν καὶ τὸ “ἡνία λεύκʼ ἐλέφαντι” (Il. 5, 583). σημειωτέον δὲ ὅτι οἱ πρώην βασιλεῖς καὶ πολεμισταὶ καὶ ἡνίοχοι ἐτύγχανον.

[*](13. τὸ τάχος] *τοῦ τάχους 32. ἀνωτέρω] ἀνωτέρωι)
351

117. Ἕκτορος ἄγχι γένοντο] εἰ τοσοῦτον ἀπῆν, διὰ τί μὴ φεύγει; τὸ ὅλον πραγματεύεται πρὸς τὸ μὴ ἀθρόως καὶ ἄνευ πόνου νικᾶν τοὺς Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν λαβεῖν. ἄλλως τε ἢ νική- σειν οἴεται, ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι.

120. υἱὸς Θ η βαίου οὐ τῷ γένει· κύριον γάρ ἐστιν ὄνομα, ὡς καὶ ἐν Ὀδυσσείᾳ ὁ Αἰγύπτιος.

122. ὑπερώησαν] ὥσπερ τὸ ὑπεχώρησαν παρὰ τὴν χώραν, οὕτως τὸ ὑπερώησαν παρὰ τὴν ἔραν. δηλοῖ δὲ καὶ τὴν ὁρμὴν, ὡς τὸ “ἐρωήσει περὶ δουρί” (Il. Ι, 303). ἀναγκαῖον δὲ τοῦτο εἰς τοὐπίσω φερομένου τοῦ ἡνιόχου.

πύκασε] ἐσκέπασε, περιεκάλυψεν, ἀπὸ τοῦ πυκάζειν, ὅ ἐστι καλύ- πτειν.

126. θρασύν] θρασύς ἐστι καὶ ὁ ἡνίοχος ἀναλόγως αὐτῷ, διὰ τὸ ὁμοψυχεῖν.

130. ἔνθα κε λοιγὸς ἔην] δῆλον ὡς καὶ ἄλλα διαθεμένου Διομή- δους. τέως δὲ ἡ τῶν Ἀχαιῶν φυγὴ οὐ μεμένηκεν ἄπρακτος, ἀλλὰ Τρῶες ἀναιροῦνται.