Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
164. ὅτι μικρόφθαλμος, ὥς φασί τινες, ὁ Διομήδης ἦν, ἢ ὑπόρ- ραιβος, ὃ καὶ ὀνειδίζεται. τὸ δὲ οὐκ εἴξαντος, οὐχ ὑποχωρήσαντος, ἀλλὰ μείναντος, ὅπερ οὐ σὺ, φησὶ, ποιεῖς. ἀναφέρει δὲ τὸν λόγον ἐπὶ τὰ ὑπὸ Ἰδαίου ἀπαγγελθέντα Τρωσίν.
166. λόγον κακὸν καὶ ἀγγελίαν· δώσω γάρ σοὶ, φησὶν, ὑπόμνησιν, ὅταν ἐν ταῖς ναυσὶ κρατήσω σου. ἢ μᾶλλον τὴν δαίμονα ἤτοι τὴν τοῦ θανάτου ψῆφον.
167. διάνδιχα μερμήριξεν] πῶς δύο εἰπὼν τὸν Διομήδην μεριμνῆ- σαι, ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν εἰς ἓν νευού- σας, ἵππους τε στρέψαι καὶ ἐναντίβιον πολεμῆσαι. ἢ ὡς ὡμολογη- μένον ἀφίησι τὸ ἕν· ἤτοι τὸ ἢ στραφῆναι ἢ μὴ στραφῆναι, ὃ κατέλιπεν.
169. φρένα μὲν τὸ λογιστικὸν, θυμὸν δὲ τὸ θυμοειδές. ἐπεμε- ρίζετο οὖν, φησὶν, ὑπό τε τοῦ νοῦ κωλυόμενος καὶ τοὐναντίον ὑπὸ τοῦ θυμοῦ διεγειρόμενος πρὸς τὴν πρᾶξιν.
171. σῆμα τιθεὶς] ἀντὶ τοῦ σημαίνων. εἰς δὲ τὸ Τρώεσσι στιγμή. τί δὲ ἦν τὸ σῆμα; μάχης ἑτεραλκέα νίκην.
175. γινώσκω δʼ ὅτι μοι] στρατηγικῶς τὴν εὐημερίαν αὐτοῖς δηλοῖ. οἰκειοῦται δὲ αὐτὴν ὑπερηφάνως, καὶ οὐ μετριοφρονεῖ.
178. οὐδενόσωρα] ὑφ᾿ ἓν τὸ οὐδενόσωρα, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις· λέγω δὲ ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνός γενικῆς τελείας. τινὲς δὲ οὐδενὸς φυλακτικά. πιθανὸν δὲ καὶ τοῦ ὑπογύου ἔργου μεμνῆσθαι, τῶν Ἀχαιῶν τὴν πρᾶξιν ἐξευτελίζοντα.
180. ἀλλʼ ὅτε κεν] ἀλαζονεύεται, ὡς οὐ πρὸ μικροῦ σηκασθεὶς ἠΰτε ἄρνες (131).
181. μνημοσύνη τις ἔπειτα] ἀλαζονείαν ἔχει τὸ πρὸ τῆς νίκης τὴν τοῦ πυρὸς διορίζεσθαι χρείαν. ἅμα δὲ καὶ τὸ προνοεῖσθαι στρα- τηγικόν ἐστιν.
185. ἀθετεῖται ὁ στίχος, πρῶτόν γε καὶ διὰ τὸ σύ, εἶτα διὰ τὰ ὀνόματα· Λάμπος γὰρ τῆς Ἠοῦς ἐστὶν ἵππος, Ξάνθος Ἀχιλλέως [*](29. *ἄρνες] ἀρνός (*ἀρνειός))
187. Ἀνδρομάχη] οἰκονομικὴ γὰρ ἦν, καὶ εἰς σωτηρίαν τοῦ ἀνδρὸς ἐπισπεύδουσα, εἴ γε καὶ τὰ ὅπλα αὐτοῦ δέχεται, ὡς δηλοῖ ὁ Ζεύς “ὅ οἱ οὔτι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ [*](2. *Αἴθωνα] αἴθονα 16. τέτρωρον] τέτρρον bis, quod 7. *τὸν] om. pro τετράωρον accepit ViIl.)
189. * ἐγκεράσασα] εἰς κέρας ἐγχέασα· πρὸ γὰρ τοῦ εὑρεθῆναι τὴν τῶν ποτηρίων χρείαν εἰς κέρας ἔπινον.
192. ἄτοπον νῦν φυσιολογεῖν Ἕκτορα. δηλοῖ δὲ ὅτι τὰ Ἐρευ- θαλίωνος ὅπλα τίμια, καὶ ὅτι εἰ περιέσται τοῦ συνετοῦ καὶ ἀνδρείου, τοὺς λοιποὺς εὐκόλως Ἕλληνας ἕξει.
193. κανόνας] τὰς ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας· οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν, σὓς ὄχανα ἐκάλουν· ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν ὑπὸ Καρῶν, ὡς καὶ Ἀνακρέων φησὶ “Καριεργέος ὀχάνοιο” ἐπεὶ οὐδʼ ἐκ πόρπακος εἶχον τὰς ἀσπίδας ἠρτημένας, ἀλλʼ ἐκ τελαμώνων· διὰ τοῦτο πρὸς τὸ κατευθύνειν αὐτὰς ἐχρῶντο κανόσιν, δύο σχήματα ἀποτελοῦντα ἐργασάμενοι.
197. νηῶν ἐπιβησέμεν] καὶ πῶς πρὸ ὀλίγου καῦσαι αὐτὰς ἤθελεν; κωμῳδεῖ διὰ τούτου ὁ ποιητὴς τὸ τῶν βαρβάρων εὐμετάβολον.
199. σείσατο δʼ εἰνὶ θρόνῳ] γυναικεῖον ἦθος ὑπογράφει διὰ τῆς Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ ἠρεμεῖ δὲ τὸ σῶμα ὑπὸ τῆς ὀργῆς, καὶ τὸν ὁμότιμον Διὶ Ποσειδῶνα διεγείρει. καὶ νῦν μὲν μέχρι λόγων προέρχεται· ἑξῆς δὲ (218) ἐντίθησιν Ἀγαμέμνονι αὐτῷ ποιπνύσαντι θοῶς ἐγεῖραι Ἀχαιούς· τέλεον δὲ ἡττηθεῖσα ὑπὸ τοῦ θυμοῦ καὶ προσέρχεται.
201. ἠθικῶς αὐτῷ διαλέγεται, καί φησι, τῶν ἄλλων θεῶν ἀμελούν- των τοῦ Ἑλληνικοῦ οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς. παροξύνει δὲ αὐτὸν καὶ διὰ τῶν ἐπιθέτων, ἰσότιμον ἀποφαίνουσα τῷ Διί καὶ ἀξιόμαχον.