Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

421. προσέβαλλεν] καλῶς τῷ παρατατικῷ ἐχρήσατο· κατʼ ὀλί- γον γὰρ φωτίζει τὴν γῆν ὁ ἥλιος σφαιροειδῆ οὖσαν.

426. δάκρυα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, τῶν δὲ Ἑλλήνων τὸ μεγαλόψυχον· μόνον γὰρ ἀχνύμενοί φησιν (431). τὸ γὰρ μηδʼ ὅλως λυπεῖσθαι ἀπαθείας ἐστίν.

427. οὐδʼ εἴα κλαίειν] ἵνα μὴ κατάδηλοι τοῖς πολεμίοις εἶεν ὡς μαλακιζόμενοι.

433. ἀμφιλύκη] παρὰ τὴν ἐλύκην, ὅ ἐστι σκιὰν Δωρικῶς. καὶ λυκόφως δὲ τὸ μεταξὺ σκότους καὶ σκιᾶς.

*τὸ πρὸς ὄρθρον βαθὺν λυκόφως, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες.

*Πορφυρίου. οὐ γὰρ εἰ μηδέπω ἠὼς, ἔτι ἦν ἡ νὺξ, ἀλλʼ ἡ ἀμφι- λύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατο- λῆς ἡλίου πεφωτισμένον διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διάστημα λέγει ἠῶ δηλοῖ ἐπὶ τῆς νηὸς τοῦ Τηλεμάχου εἰπὼν “παννυχίη μὲν ἄρʼ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον (Od. 2, 434) ἐπάγει “ἠέλιος δʼ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην.” καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ φαμὲν καὶ ἕωθεν, ὅπερ ὁ ποιητὴς “ἠῶθεν δʼ ἀγορήνδε” (Od. 1, 372) φησίν. ἕως οὖν καὶ ἠὼς τὸ πρὸ ἀνατολῆς ἡλίου· τὸ δὲ πρὸ τῆς ἕω λυκόφως καὶ νὺξ ἀμφιλύκη. λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς ἡλίου ἄχρι μεσημβρίας διάστημα ἠῶ· “ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ᾿ (Il. 21, 111)· ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (Il. 8, 66)· “εὗδον παννύχιοι καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ” (Od. 7, 288). ἄλλοι δὲ γράφουσιν καὶ μέσην νύκτα. λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέραν· “ἥδε δὴ ἠὼς εἰσι δυσώνυμος” (Od. 19, 571)· “ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη” (Il. 21, 155), περὶ οὗ φησὶν “ἕν- δεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο” (ib. 45). ἠὼς δὲ καὶ ἡ θεός· “ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος ἠώς (Od. 5, 121).

434. κριτὸς] εἰς αὐτὸ τοῦτο κριθεὶς τὸ τὰ περὶ τὴν πυρκαιὰν ἐκπονῆσαι.

435. τύμβον δʼ] οὐ προστέθειται θρῆνος ἐνταῦθα· τὰ γὰρ ἀνάξια [*](12. *Πορφυρίου] om. 19. φησίν addidit Vill. 12—29. Eadem fere supra p. 20. μέντοι—ἀπὸ 294] μὲν—πρὸ 294, 9—26. Conf. etiam p. 337. 24. ἄλλοι—νύκτα] om. 294. 15. νηὸς] νεῶς 294. 25. δὴ 294] δἐ)

336
τῆς ἡρωϊκῆς μεγαλοφυΐας παρατρέχει. καὶ οὐδείς αὐτῶν Χείρων ὁρᾶται τῶν ἀτάκτων καὶ θορυβωδῶν ἐκείνων Τρώων.

443. παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν “ὣς οἱ μὲν πονέοντο,” εἶτʼ εὐθὺς “δύσετό τʼ ἡέλιος.”

445. Ποσειδάων] ἀναιρῆσαι τὸ πλάσμα τοῦ τείχους σπουδάζων ὁ ποιητὴς, ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πορίζεται εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ ἥρμοττεν ἡ κατη- γορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων τῶν Ἑλλήνων τῷ Τρωϊκῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ, ἵνα μὴ αὐτὸν ἐπι- πλήξῃ ἡ Ἥρα, Ποσειδῶν δὲ Ἑλληνικὸς ὢν θεὸς δοκεῖ ἀπαθῶς τῶν Ἑλλήνων κατηγορεῖν.

446. ἀνακοινώσεται διὰ θυσιῶν, συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν εἰ δεῖ ἔργοις ἐγχειρεῖν ἢ οὔ.

451. κλέος ἔσται] ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην τὸ τεῖχος ἀοίδιμον ἔσται, οὐ δομηθὲν τοῖς Ἕλλησιν, ἀλλʼ Ὁμήρῳ γενόμενον διὰ τὴν ἐπʼ αὐτῷ μάχην. διὰ δὲ τοῦ ὅσον τʼ ἐπικίδνα- ται ἡώς ὑπερβολικῶς καὶ τὴν ἀοίκητον δηλοῖ.

466. βουφόνεον] βουφονεῖν ἐστὶν οὐ τὸ θύειν θεοῖς (ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν), ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα- σκευήν.

467. ἐπιτηδείως ἐδήλωσεν ὅθεν αὐτοῖς ἡ χορηγία ἦν.

475. ἀνδραπόδεσσι] οὐ περισπούδαστος γὰρ ἡ τῶν ἀνδραπόδων κτῆσις ἐκεῖσε οὖσιν ἦν πρὸς φυλακήν.

479. σμερδαλέα κτυπέων] προκινεῖ καὶ ἀγωνιᾶν ποιεῖ τὸν ἀκροα- τὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής.

480. χέον] καλῶς τὸ χέον, ἐπεὶ μὴ προσίεται τὴν σπονδὴν ὁ Ζεὺς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου (Il. 3, 296).

481. τὸ δεύτερον πρίν ἀντὶ τοῦ πρὶν ἤ, τὸ δὲ πρῶτον ἀντὶ τοῦ πρότερον.

482. κοίμησον] ἀνεκλίθησαν, ὡς τὸ “ Εὐρυνόμη δʼ ἄῤ ἐπὶ χλαῖ- ναν βάλε κοιμηθέντι (Od. 20, 4).”

ὕπνου δῶρον] αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται.

[*](3. Hoc scholion in B ad v. 456.)
337

ταύτην τὴν ῥαψῳδίαν κόλον μάχην καλοῦσι· συντέμνει γὰρ τὴν διήγησιν, συναχθόμενος τοῖς Ἀχαιοῖς.

1. * Πορφυρίου. ποσαχῶς μὲν τῷ τῆς ἠοῦς ὀνόματι κέχρηται Ὅμηρος εἴρηται, καὶ ὅτι οὐχ ἀπλῶς οἶδε τὰ στοιχεῖα, ὡς οἱ πολλοὶ, ἀπροστάτευτα καὶ ἄνευ οἰκείου θεοῦ· ἀλλʼ ὥσπερ οἱ θεολόγοι ἴσασι μὲν καὶ ποταμὸν καὶ τὸ ῥέον ὕδωρ καὶ θεὸν πάλιν τὸν τοῦ ῥείθρου προστάτην, ᾧ δὴ καὶ εὔχονται καὶ θύουσιν, οὐ τῷ ὕδατι δήπου, ἀλλὰ τῷ προεστηκότι δαίμονι τοῦ ποταμοῦ, οὕτως καὶ Ὁμηρος, ὅπου γε οὐδὲ τὸ μεθημερινὸν φῶς τῆς ἡμέρας εἴασεν ἀπροστάτευτον, ἀλλὰ καὶ τοῦ μεθημερινοῦ φωτὸς εἰσήγαγε τὴν ἠῶ, ὥσπερ καὶ τοῦ νυκτε- ρινοῦ σκότους τὴν νύκτα· τὴν δʼ ἤδη καὶ ὁ Ζεὺς ἄζεται μὴ ἀποθύ- μια ἔρδοι (Il. 14, 261). καὶ ποσαχῶς μὲν ἠὼς παρʼ αὐτῷ λέγεται εἴρηται· ὅτι δὲ ἡ κροκόπεπλος καὶ ἡ ῥοδοδάκτυλος ἐπὶ τῆς δαίμονος λέγεται δῆλον· ἐπεὶ δὲ τὰ ἐπίθετα ἐκ τοῦ περὶ τὸ ὁρώμενον τῆς ἡμέρας καταστήματος εἴληπται, ἐξηγεῖται τὸ ἐκ ποίας μὲν καταλή- ψεως ἡ κροκόπεπλος, ἐκ ποίας δὲ ἡ ῥοδοδάκτυλος. φημὶ τοίνυν ὡς διὰ μὲν τῆς τοῦ κρόκου χρόας δηλοῖ ὀλίγον τῆς ἡμέρας φῶς πολλῷ τῷ τῆς νυκτὸς μέλανι κιρνώμενον· ὅταν δὲ λέγῃ “ ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,” διὰ τῆς τοῦ ῥόδου χροιᾶς δηλοῦν αὐτὸν ὀλίγον τὸ τῆς νυκτὸς μέλαν πολλῷ τῷ τῆς ἡμέρας φωτὶ χρώμενον. καὶ ὅτι τοῦτο νοεῖ δῆλον ἔστω ἐκεῖθεν· μνησθεὶς γὰρ ἑωσφόρου, ὡς νυκτὸς ἔτʼ οὔσης ἀνατέλλει, ἐπάγει αὐτῷ τὴν κροκόπεπλον ἠῶ “ἦμος ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδνατο ἠώς” (Il. 23, 226). γεννήσας δὲ ἐκ τῆς κροκοπέπλου τὸν ὄρθρον, ἐπάγει τὴν ῥοδοδάκτυλον “ἦμος δʼ ἠριγένεια φάνη ῥοδο- δάκτυλος ἠώς” (Il. 1, 477). ἐν δὲ τῷ “ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,” τοῦ κίδνασθαι δηλοῦντος τὸ σκορπίζεσθαι, ὡς ἐν τῷ “σκίδναται κατὰ στρατόν,” δύο ταῦτα τηρήσεως ἄξια ὑπεδείκνυεν, ἓν μὲν ὅτι ἐκίδνατο ἔφη πᾶσαν ἐπʼ αἶαν, ὅπερ παρά- τασιν ἔχει, οὐ συντἑλειαν, οἷον τὸ ἐσκεδάσθη. ἐπεὶ δὲ σφαιροειδοῦς ὄντος τοῦ κόσμου καὶ τῆς γῆς οὐχ ἅμα παρὰ πᾶσι κατὰ τὸ αὐτὸ ὁ [*](2. * κόλον μάχην] κολοβομάχην. 4. *Πορφυρίου] om. Idem vitium in scholio 13, 745. 14. εἴρηται] Supra p. 294 et 335. 15, 479. 16. καταλήψεως] καταλ”)

338
ἥλιος ἀνατέλλει οὐδὲ κατὰ τὴν αὐτὴν ὥραν ἡ ἡμέρα ἀνίσταται, εἰκό- τως ἐκίδνατο ἔφη, τὴν ἐν παρατάσει ἄλλοτε πρὸς ἄλλους ἐπιβολὴν παριστὰς τῆς ἡμέρας καὶ πορείαν. ἕτερον δὲ πάλιν ἐσημειούμην, ὅτι σὺν τῷ ἀποτελέσματι καὶ τὸν κύριον τοῦ ἀποτελουμένου εἶναι βούλεται· ἡ μὲν γὰρ θεὸς κροκόπεπλος ὡς ἂν οὐσία ἔννους τε καὶ ἔμψυχος καὶ ἐνσώματος, τὸ δὲ ἀπʼ αὐτῆς φῶς σκεδάννυται περὶ τὴν γῆν. ὁ δὲ λαβὼν τὴν σωματοειδῆ θεὸν ἐν τῷ κροκόπεπλος συνήρτησεν αὐτὴν τῷ σκεδαννυμένῳ ἀπʼ αὐτῆς φωτὶ, εἰπὼν αὐτὴν, ἀλλʼ οὐχὶ τὸ ἀπʼ αὐτῆς φῶς σκεδάννυσθαι· “ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν.” οὐ γὰρ δήποτε ἡ σωματοειδὴς ἐπεπόρευτο, ἀλλὰ τὸ ἀπʼ αὐτῆς ἡμερινὸν φῶς. ἀλλʼ οἶδεν, ὅπου τὸ ἀποτέλεσμα, ἐκεῖ καὶ τὸ ἀποτελούμενον. ὅτι δὲ καὶ ἐπὶ τῶν ἄλλων οἶδε τὸ ποιοῦν καὶ τὸ ἀποτελούμενον, λάμβανε πρῶτον ἐπὶ τῆς νυκτὸς, τό μὲν ἀποτέλεσμα “νὺξ δʼ ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι” (Il. 7, 282), “ αί δέ τοι νύκτες ἀθέσφατοι” (Od. 15, 391), “ἐκ νυκτὸς δʼ ἄνεμοι χαλεποί” (Od. 12, 286), τὴν δὲ δεσπότιν “εἰ μὴ νὺξ δμήτειρα τε θεῶν ἐσάωσε καὶ ἀνδρῶν” (Il. 14, 259) “τὴν ἱκόμην φεύγων” (ib.) καὶ “ἅζετο γὰρ μὴ νυκτὶ θοῇ ἀποθύμια ἔρδοι᾿ (ib.). οὕτω καὶ Ἥβη ἀποτέλεσμα καὶ θεὸς ταύτης προστάτις· “οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντες ἥβης ταρφθῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι” (Od. 23, 211), τῆς νεότητος καὶ ἀκμῆς τῆς ἐν νεότητι σφριγώσης· “ὄφρ᾿ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσιν” (Od. 8, 181) “οὐδέ τί ἥβης δεύεται” (ib. 136)· ἐπὶ γὰρ πάντων τὰ ἀποτελέσματα λέ- γεται. ἐπὶ δὲ τῆς θεοῦ “μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνο- χόει” (Il. 4, 2)· “τὸν δʼ Ἥβη λοῦσεν” (Il. 5. 905)· ἐν γὰρ τοῖς ἀγηράτοις καὶ ἀεὶ ἡβῶσιν οἰνοχόον τὴν Ἥβην καὶ ὑπηρέτιν ἐποίησεν. ἐκ τούτων λύσεις πῶς ἀγάστονόν τε λέγει τὴν Ἀμφιτρίτην, ὅταν εἴπῃ “καὶ εἴ ποθι μεῖζον ἔνεστι κῆτος, ἃ μυρία βόσκει ἀγά- στονος Αμφιτρίτη” (Od. 12, 96), καὶ πάλιν κλυτόν ἐν οἷς φησίν “ἢ ἔτι μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων ἐξ ἁλὸς οἷά τε πολλὰ τρέφει” (Od. 5, 421). κλυτὸς μὲν γὰρ ἡ θεὸς, ἡ μεγάλη δαίμων, ἀγάστονος δὲ ἡ θάλασσα. οὕτως καὶ γῆ μὲν τὸ στοιχεῖον· “ἕλε γαῖαν ἀγοστῷ” (Il. 11, 425) καὶ “κάππεσεν ἐν γαίῃ·” ἡ δὲ θεός “ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν” (Il. 15, 36) καὶ [*](14. αἱ δέ τοι] Legitur αἵδε δὲ 16. δμήτειρα] δημήτερα (sic))
339
“Γῆ τε καὶ Ἥλιος καὶ Ἐρινύες” (Il. 19, 259). οὕτω καὶ Στυγὸς ὕδωρ λέγει τῆς δαίμονος τὸ Στύγιον ἀπʼ αὐτῆς καλούμενον “καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ” (Il. 15, 37), ὥσπερ καὶ ποταμὸν λέγει δαίμονα Ἀλφειὸν καὶ Ἀξίον καὶ Σπερχειὸν, ὧν εἶναι καὶ γένος, καὶ Ξάνθον δινήεντα. καὶ ὅταν μὴ εἴπῃ τὸ ὄνομα τοῦ θεοῦ, τὸν εὐχόμενον ποιεῖ λέγοντα “κλῦθι, ἄναξ, ὅτις ἐσσί” (Od. 5, 445)· εὔχεται δὲ τῷ ποταμῷ, ὡς ἂν ἑκάστου ἔχοντος δαίμονα. ὁ δὲ καὶ ἐν ταῖς κρήναις οἶδε θεὰς, ἃς νύμφας καλεῖ· “νύμφαι κρηναῖαι κοῦραι Διός” (Od. 17, 240), καὶ ἄλλαι “νύμφαι ὀρεστιάδες κοῦραι Διός” (Il. 6, 420). οὕτω πεπληρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖτο ἅπαντα.

*κροκόπεπλος δὲ ἡ Ἠὼς λέγεται ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. τὸ δὲ ῥοδοδάκτυλος ἐναντίον. ποιητικὴ δέ ἐστιν ἡ περί- φρασις, ὡς εἰ εἶπεν ἡμέρα μὲν γέγονεν. τὸ δὲ ἐκίδνατο ἐν παρα- τάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν φωτίζεται.

2. Ζεὺς δὲ] εἰκότως νῦν ἄρχεται συμμαχεῖν Τρωσὶν ὁ Ζεὺς, ὁπότε τῆς παραβάσεως δίκην ἀπέτισαν Διομήδει καὶ Πάνδαρος ἀνῃρέθη καὶ Τρῶες ὡμολόγησαν τὴν παράβασιν διʼ ὧν πέμπουσιν Ἰδαῖον ἀπολογούμενοι τοῖς Ἕλλησιν. αὔξει δὲ τὰ Ἑλλήνων ὁ ποιη- τὴς, εἴ γε καὶ ἐκκλησίας ἐδέησε τῷ Διί. ἐν δὲ τοῖς ἑξῆς καὶ κεραυ- νῶν δεῖται πρὸς τὴν ἧτταν αὐτῶν. καὶ ἐν ἄλλοις μὲν ποιεῖ ἐκκλη- σιάζοντας τοὺς θεοὺς, ἀλλʼ ἁπλούστερον, ἐνταῦθα δὲ καὶ Ζεὺς συνάγει καὶ πρωτολογεῖ, τόπος τε ἀποδείκνυται τῇ ἀγορᾷ, ὡς δὴ καὶ περὶ μεγάλων καὶ ἀναγκαίων. δηλοῖ δὲ καὶ ἡ ἕωθεν ἀγορὰ τὸ παν- νύχιον αὐτὸν περὶ αὐτῆς ἐσκέφθαι· ἄλλως τε καὶ προεῖπε “ παννύ- χιος δέ σφιν κακὰ μήδετο” (Il. 7, 478). μέγα οὖν εἰ ἐν τοιούτῳ καιρῷ κἂν ἀντέσχον οἱ Ἕλληνες.

* Πορφυρίου. ἀγορὴ καὶ ὁ τόπος ἔνθα ἀγορεύουσιν, ὡς τὸ “ ἷζον δʼ εἰν ἀγορῇ τετιηότες” (Il. 9, 13). ἀγορὴ καὶ ἡ δημηγορία καὶ ὁ λόγος, ὡς τὸ “ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν νίκων” (Il. 15, 283). καὶ ἡ ἐκκλησία, ὡς τὸ “τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο” (Il. Ι, 54). νῦν δὲ θεῶν ἀγορὴ, τῶν θεῶν ἄγυρις, ἡ συναγωγὴ καὶ τὸ ἄθροι- σμα, ὡς ἐν τῷ “κινήθη δʼ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης” (Il. 2, 144). τὸ δὲ ἄθροισμα ἐνίοτε ἀγῶνα καλεῖ, ὡς τὸ, “νεῶν ἐν [*](6. ὅτις] ὅστ 27. *οἱ Ἕλληνες] οἱ om. 28. *Πορφυρίου] om.)

340
ἀγῶνι” (Il. 15, 428), τῇ ἀθροίσει. πεποίηται δὲ οὐ παρὰ τὸ ἀγο- ρεύειν ἡ τὸ ἄθροισμα δηλοῦσα ἀγορὰ, παρὰ δὲ τὸ ἀγείρεσθαι· “λαὸν ἀγείροντες” (Il. 11, 770) καὶ “οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα” (Il. 2, 52)· καὶ ἀθροιζόμενοι μὲν ἤγερθεν, ὁμοῦ δὲ γενόμενοι “ὁμηγερέες τε γένοντο” (Il. 1, 57). ἀλλὰ τὸ μὲν ἠγερέ- θοντο δηλοῖ τὸ καθʼ ἕνα συνιόντες, τὸ δὲ ὁμηγερέες μετὰ τὸ ἀθροι- σθῆναι τοὺς καθʼ ἕνα ὁμοῦ πάντας γενέσθαι· ὅτε οὖν ὁμοῦ συνηθροι- σμένοι ἐγένοντο οἱ καθʼ ἕνα ἀθροισθέντες “τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς” (ib. 58). οὐκ ἀπιθάνως δὲ οἱ τερπι- κέραυνον οὐ τὸν τερπόμενον τῷ κεραυνῷ ἀποδιδόντες, ἀλλὰ κατὰ μετάθεσιν τοῦ ρ τὸν τρεπικέραυνον, τὸν τρέποντα τοὺς ἐναντίους τῷ κεραυνῷ, ὡς δρατὰ σώματα ἔφη (Il. 23, 169) τὰ δαρτὰ καὶ τὴν καρδίαν κραδίην. τὸ μέντοι ἀγορεύειν σημαίνει τὸ δημηγορεῖν, ὡς τὸ “τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχ’ ἀγορεύειν” (Od. 2. 15), καὶ τὸ διαλέγεσθαι, ὡς τὸ “ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον” II. 5, 274). ἀγείρειν καὶ ἤγειρα ἐπί τε τοῦ ἀθροίζειν, ὡς “λαὸν ἤγειρα” (Od. 2, 41), καὶ ἐπὶ τοῦ παροξῦναι, ὡς “Τρωσὶ θυμὸν ἀγεῖραι” (Il. 5, 510). καὶ τὸ κατʼ ἔλλειψιν “ἤδη γάρ οἱ ἐφῆκα βέλος, ἤγειρα δὲ μᾶλλον” (Il. 5, 188 et 208) ἀντὶ τοῦ παρώξυνα.

τερπικέραυνος] ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναντίους.

3. *φυσικῆς ἐξάπτεται θεωρίας καὶ ὅταν ὁ Ζεὺς εἰς τὸ αὐτὸ συναθροίσας ἅπαντας τοὺς θεοὺς ἄρχηται τῶν μεγάλων ἀπειλῶν, καθή- μενος ἀκροτάτῃ κορυφῇ πολυδειράδος Ὀὐλύμποιο, πρῶτος ἕστηκεν αὐτὸς, ἐπειδὴ τὴν ἀνωτάτω τάξιν, ὥσπερ ἐδηλοῦμεν, ἡ αἰθεριώδης ἐπέχει φύσις. σειρὰν δʼ ἀπήρτησεν ἀπὸ τοῦ αἰθέρος χρυσῆν· οἱ γὰρ δεινοὶ τῶν φιλοσόφων περὶ ταῦτα ἀνάμματα πυρὸς εἶναι τὰς τῶν ἀστέρων περιόδους νομίζουσι. τὸ δὲ σφαιρικὸν ἡμῖν τοῦ κόσμου σχῆμα διʼ ἑνὸς ἐμέτρησε στίχου, εἰπὼν “τόσσον ἔνερθʼ Ἄΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης.” ἑστία δέ τις οὖσα καὶ κέντρου δύναμιν ἐπέχουσα καθίδρυται βεβαίως ἡ γῆ πᾶσα, κύκλῳ δʼ ὑπὲρ αὐτὴν ὁ οὐρανὸς ἀπαύστοις περιφοραῖς εἰλούμενος ἀπʼ ἀνατολῆς εἰς δύσιν τὸν ἀεὶ δρόμον ἐλαύνει. συγκαθέλκεται δὲ ἡ τῶν ἀπλανῶν σφαῖρα. [*](21. φυσικῆς—] Sunt haec ex Hanc partem acholii omisit ViII., Heraclito excerpta c. 36. quia in B aegre legi potest. Omnia ἐξάπτεται] *ἅπτεται clara et integra in codicibus Sco- 24. ἀνωτάτω] ἀνωτά rialensi et Harleiano. 32. συγκαθέλκεται— ἀπὸ γαίης])

341
πᾶσαί γε μὴν αἱ ἀπὸ τοῦ περιέχοντος ἀνωτάτω κυκλοφορούμεναι πρὸς τὸ κέντρον εὐθεῖαι κατʼ ἀναγωγάς εἰσιν ἀλλήλαις ἴσαι. διὰ τοῦτο γεωμετρικῇ θεωρίᾳ τὸ σφαιρικὸν σχῆμα διεμέτρησεν εἰπὼν “τόσσον ἔνερθʼ Ἄΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης.”