Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

357. οὐκέτʼ ἐμοὶ φίλα] οὐ γὰρ τὰ κοινῇ συμφέροντα βούλεται ἀκούειν, ἀλλὰ τὰ πρὸς ἰδίαν χάριν.

358. ἄλλον μῦθον ἀμείνονα] καίτοι οὐδὲν ἦν βέλτιον τοῦ δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν. οὗτος δὲ ἡττώμενος θηλυ- μανίας ὡς πολέμιον αὐτὸν διαβάλλει.

360. ἐξ ἄρα δή τοι] αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν τοῦτο ὀνειδίζει τῷ γέροντι.

362. ἀντικρύ] κατὰ πρόσωπον καὶ ἐξ ἐναντίας πάντων. χαρακ- τηρίζει δὲ κιναίδου λόγον καὶ τέλεον ἀπηρυθριακότος· διὰ γοῦν τοῦ ἀποδώσω ὁμολογεῖ ἀδίκως κατέχειν.

364. καὶ ἔτʼ οἴκοθεν] οὐχ ὡς πεισομένων Ἑλλήνων, ἀλλʼ ὅπως ἔχει βουλῆς ἐνδεικνύμενος ταῦτά φησιν.

367. ἐϋφρονέων] οὔτε γὰρ Ἀντήνορι ἀντιλέγει οὔτε τῷ παιδὶ, πολιτικὴν ὑφορώμενος στάσιν διὰ τοὺς συναιρομένους αὐτοῖς. ἢ τάχα καὶ τοὺς Ἕλληνας ἀκούων δυσχεράναντας τῷ μήκει τῆς μάχης ᾤετο δέξασθαι τὴν πρεσβείαν.

375. πυκινὸν ἔπος] ὅτι τοῦτο τοὺς κάμνοντας ἀνακτήσεται, καὶ ἵνα ἀδεῶς ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιῆσαι εἰρήνην

334
λάβωσιν. ὃ δὲ καὶ Ἕλληνες ἐβούλοντο, τὸ συνάξαι τοὺς νεκροὺς, τοῦτο καὶ αὐτοῖς δοκοῦσι χαρίζεσθαι.

382. εἰν ἀγορῇ] οὐκ εἰς ἐκκλησίαν, ἀλλʼ ἕωθεν πρὸς Ἀγαμέμνονα ἐλθόντας, καὶ εἴ τι δέοι πράσσειν τῶν βουλευθέντων ἐρομένους.

τοῦ εἵνεκα νεῖκος ὀρώρει] τὸ τυραννικὸν Ἀλεξάνδρου δεικνὺς πραοτέρους κατὰ τῶν Τρώων ποιεῖ τοὺς Ἕλληνας.

393. ψεύδεται εἰς τὸ κεχαρισμένον Τρωσὶ, καὶ ἵνα ἐάσωσι ταφῆναι τοὺς Τρῶας, καὶ γνόντες ὡς οὐχ οἷοί τέ εἰσιν ἀναγκάσαι Ἀλέξανδρον ἀποπλεύσωσιν.

398. πάντες ἀκὴν ἐγένοντο] στρατηγικῶς τέως ὁ Ἀγαμέμνων σιωπᾷ, ἐπιτρέπων τοῖς Ἀχαιοῖς τὸ πέρας, ὅπως αἰσχυνόμενοι μηδὲν ἄνανδρον εἴπωσι, καὶ ἵνα καταπλαγῶσι Τρῶες τῇ τῶν συμμάχων προθυμίᾳ.

399. ὀψὲ δὲ] ἀνέμενε γὰρ τὴν τῶν Ἀτρειδῶν γνώμην· ὡς πεποι- θὼς δὲ τῇ ἑαυτοῦ ἀριστείᾳ ἀνίσταται.

401. γνωτὸν] καὶ διὰ τὴν παράβασιν καὶ διὰ τὸ σπεύδειν αὐτοὺς ἐπὶ τὴν τῆς μάχης διάλυσιν.

403. ἐπίαχον] σύμψηφοι γὰρ γίνονται τῇ καταθέσει· διό φησιν “ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις.”

407. ὑποκρίνονται] ἀποκρίνονται. ὅθεν καὶ ὑποκριτὴς ὁ πρὸς τὸν χορὸν διαλεγόμενος.

408. μετὰ ὑποκρίσεως δεῖ ὑποστίζειν εἰς τὸ νεκροῖσι. μεγαλο- φυῶς δὲ οὐκ ἀποκρύπτει τὴν ἰδίαν γνώμην. ἠθικεύεται δὲ δοκῶν αὐτοῖς χαρίζεσθαι.

409. οὐ γάρ τις φειδὼ νεκύων] Ἀττικὴ ἡ σύνταξις. οὐ γάρ τις φειδὼ γίνεται τοῖς τεθνεῶσι νέκυσι χαρίζεσθαι· τοῦτο γὰρ δηλοῖ τὸ μειλισσέμεν, ἐπεὶ γλυκεῖα ἡ χάρις. φησὶ δὲ ὅτι οὐδέν ἐστι κέρδος τοὺς τῶν πολεμίων νεκροὺς ἀτάφους εἶναι.

411. ὅρκια] ἢ τὰ νῦν καὶ περὶ τῶν νεκρῶν, ἢ τὰ πρότερον καὶ ἃ παρέβησαν, ἵνα ἐκδειματώσῃ αὐτούς.

416. ἀπέειπε] ἀπεδοκίμασε καὶ ὡς ἀνωφελῆ ἀνήγγειλεν, ὅτι μὴ προσεδέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες.

417. τοὶ δʼ ὡπλίζοντο] οὐκ ἔδει γὰρ λόγων, ἀλλὰ τοῦ ἔργου ἀντέχεσθαι.

418. τὸ ἀμφότερον κατὰ δύο μέρη, ἤγουν οἱ μὲν εἰς τοὺς νεκροὺς, οἱ δὲ εἰς τὰ ξύλα ἄγειν.

335