Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

4. ἡ ὑπό πρὸς τὸ ἤκουον· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ἀλλὰ πρὸς τὸ πειθαρχικὸν χρὴ νοεῖν· ὑπακούειν γάρ ἐστι τὸ τὰ λεγό- μενα πράσσειν ἀκούοντας, ἑκόντας ἢ ἄκοντας.

5. πάντες] κοινοποιεῖται τὸ βούλευμα, ἵνα μὴ λυπήσῃ τοὺς Ἀχαϊκούς. τὸ δὲ θέαιναι διʼ Ἥραν καὶ Ἀθηνᾶν.

*Πορφυρίου. ἐν τῇ Διὸς δημηγορίᾳ τῇ οὕτως ἐχούσῃ “κέκλυτέ μευ πάντες τε θεοί πᾶσαί τε θέαιναι,” ὅτι μὲν ἄξιον διὰ τὴν τῶν Ἀχαιῶν ἀρετὴν ἐκκλησίας δεῆσαι ὑπελήφθη τῷ Διὶ, ἐν δὲ τοῖς ἑξῆς καὶ ὄμβρων καὶ κεραυνῶν, ἵνα ἡττηθῶσι, καλῶς εἴρηται καὶ ἐν ἄλ- λοις, καὶ ὅτι βούλεται μὲν εἴργειν τῆς συμμαχίας τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν, ἃς οἶδε μάλιστα τῇ γνώμῃ αὐτοῦ ἐναντιωθησομένας, κοινὸν δὲ ποιεῖται περὶ πάντων τῶν θεῶν τὸν λόγον καὶ τῶν Τρωσὶν ἐπα- μυνόντων, ἵνα μὴ ταύταις ἀντιπράττειν μόναις δοκῇ· διὸ καὶ μάλιστα ἀποτείνεται τὸν λόγον πρὸς τὰς θηλείας ʼκέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,” καὶ ἀπὸ τῶν θηλειῶν ἄρχεται “μήτε τις οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσην.” καὶ μὴν κἀκεῖνο λύεται καλῶς. πῶς γὰρ ὑπεσχημένος ὁ Ζεὺς τοῖς Τρωσὶν ἐπικουρίαν οὐκ εὐθὺς ἐποίησε νικῶντας αὐτοὺς κατὰ τὴν πρώτην τῆς Ἰλιάδος ἀρχὴν, ἀλλὰ νῦν μετὰ ἧτταν καὶ τοσοῦτον τῶν Τρώων φόνον; ἔδει γὰρ αὐ- τοὺς πρότερον, φασὶν, ἀντὶ τῆς τῶν ὅρκων παραβάσεως δοῦναι δίκην. ἃ γὰρ ὁ ποιητὴς ἐφρόνει, ταῦτα ποιεῖ τινὰ λέγοντα· λέγει γὰρ ὁ Ἀγαμέμνων “Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων, αὐτὸς ἐπισείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν τῆσδʼ ἀπάτης κοτέων” (Il. 4, 166). ἅμα δὲ καὶ ἠθέλησεν ἀλκιμωτέρους Ἕλληνας ἐπιδείξας, τότε τοῖς Τρωσὶ τὴν παρὰ τοῦ Διὸς βοήθειαν ἐπαγαγεῖν. καὶ τὸ ὁμοειδὲς δὲ ἐφυλάξατο· ἦν γὰρ ὁμοειδὲς Τρωσὶ μάχη παραγαγεῖν τοὺς Ἕλληνας ἡττωμένους· ποικίλλειν γὰρ θέλει. ὅθεν ἐν μὲν τῇ προ- τέρᾳ μάχ ἀμφοτέροις βοηθοῦντας ἐποίησε τοὺς θεοὺς, ἐν αὐτῇ δὲ μόνον τὸν Δία τοῖς βαρβάροις. εἶτα πάλιν ἐρεῖ “ἀμφοτέροισι δʼ [*](1. ἀνωτάτω κυκλοφορούμεναι] ἄνω 2. εὐθεῖτι ΜehleIus] εὐθεῖαι καὶ καὶ κάτω κύκλου φορούμεναι Mehle- 10. *Πορφυρίου] om. rus p. 74.)

342
ἀρήγεθ’ ὅπη νόος ἐστὶν ἑκάστου” (Il. 20, 25). οὕτως ἐθηρᾶτο τὸ ποικίλον. ταῦτα μὲν οὖν εἴρηται. τί δὲ δηλοῦν ἐθέλει “ἀλλ’ ἅμα πάντες αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα,” οὐ πάντως παρέστησεν· ποῖα γὰρ ἔργα τελευτήσει οὐ παρέστησεν ὁ Ζεὺς, ἀλλʼ ἐν ἀσαφεῖ εἴασεν· λέγει δὲ ἃ ἐγὼ ἐργάζεσθαι μόνος βούλομαι, πρὸς ἃ καὶ παρακελεύεται μηδένα ἀντιπρᾶξαι τῶν θεῶν. ἐργάσασθαι δʼ ἠβούλετο εἰς τέλος “ὡς Ἀχιλῆα τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν” (Il. 2, 3)· ἔφη γὰρ “οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν οὐδʼ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω” (Il. Ι, 526). ταῦτα οὖν ἔφη, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα, εἰς τέλος ἀγάγω. καὶ ἡ παροιμία “μήπω μέγʼ εἴπῃς, πρὶν τελευτή- σαντʼ ἴδῃς,” ἤγουν μὴ θαυμάσῃς τὸν μέγα ἐπαγγελλόμενον. ἀσαφῆ δὲ ἐάσας ὅσα ἐξεπίτηδες ἔφη τάχιστα ἐκτελέσειν, ὡς σαφῶς εἰπὼν ἐπ άγει “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω” καὶ τὰ ἑξῆς. ὅθεν οὐκ ἔστι περισσὸν τὸ ὃν δʼ ἂν ἐγὼ, οὐδʼ ἐντεῦθεν ἄρχεται τοῦ λόγου, ἀλλʼ ἐκ τοῦ “αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.” ἀκόλουθον ὡς δηλώσαντος τὸ βούλημα τὸ “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω.” λέγουσι δὲ κἀν τούτῳ περιττεύειν τὸ ἐθέ. λουτά· ἔδει γὰρ “ὃν δʼ ἂν ἐγὼ νοήσω ἐλθόντα Τρώεσσιν ἀρηγέμεν.” οὐκ ἔστι δὲ περισσὸν, ἀλλʼ ἔστιν ἡ διάνοια, ὃν δʼ ἂν ἐγὼ νοήσω ἢ Τρώεσσι θέλοντα ἀρηγέμεν, ἢ Δαναοῖσιν ἐλθόντα.

7. θεὸς] τὸ θεός κοινὸν, ᾧ ἀντὶ ἄρθρου παραπέπλεκται τὸ θήλεια καὶ ἄρσην.

ἀπὸ τῶν θηλειῶν ἄρχεται, ὑπονοῶν αὐτῶν τὸ θορυβῶδες καὶ ἄτα- κτον· ἧττον γὰρ οἱ ἄρρενες ἢ αἱ θήλειαι ταραχώδεις εἰσί. ταῦτα δὲ διʼ Ἥραν καὶ Ἀθηνᾶν φησίν.

8. διακέρσαι] διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς μικρὰ διακεκομ- μένον. ἐμὸν δὲ ἔπος τὴν ἐμήν φησιν ἐπαγγελίαν ἣν ὑπεσχόμην Θέτιδι. πρόθυμος δέ ἐστι, δεικνὺς οἵους δεῖ περὶ τὰς ὑποσχέσεις εἶναι.

9. τάχιστα] σπεύδει γὰρ ἐξαγαγεῖν Πάτροκλον καὶ τιμῆσαι Ἀχιλλέα. ποῖα δὲ ἔργα φησί; τὸ τιμῆσαι μὲν αὐτὸν, πολλοὺς δὲ τῶν Ἑλλήνων ἀπολέσαι. πιθανῶς δὲ οὐκ ἐπεξηγεῖται αὐτά.

10. τὸ ἑξῆς οὕτως· ὃν ἂν ἐγὼ ἴδω τῶν θεῶν χωρὶς ἐμοῦ καὶ δίχα [*](11. πτροιμία] Apud Sophoclem 22. *παραπέπλεκται] παρέπλεκται fr. 583 b.)

343
τῆς ἐμῆς ἐπιτροπῆς ἐλθόντα εἰς τὴν μάχην καὶ θέλοντα τοῖς Τρωσὶν ἢ τοῖς Ἕλλησι βοηθῆσαι. τὸ γὰρ κοινὸν οὐ λυπεῖ τινά.

12. ἄμεινον ὑποστίζειν εἰς τὸ πληγείς, καὶ ἔστιν ἀντὶ τοῦ κεραυνωθείς. διδάσκει δὲ ὡς οἱ παραβαίνοντες τὰ τῶν ἀρχόντων θεσπίσματα κολαστέοι εἰσίν.

13. ἐς Τάρταρον] ἐναντίος Ὀλύμπῳ ὁ Τάρταρος· ὁ μὲν γὰρ οὔποτʼ ἀνέμοισι τινάσσεται οὐδέ ποτʼ ὄμβρῳ (Od. 6, 43), οὗτος δὲ τετάρα- κται καὶ ψυχρὸς εἶναι δοκεῖ· ὅθεν καὶ τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασί. καὶ ὁ μὲν ὅλος καταλάμπεται, ὁ δὲ ἠεροειδής ἐστιν.

14. βέρεθρον] οἱ Ἀττικοὶ βάραθρον αὐτό φασιν. πῶς δὲ δύναταί τις ἐκεῖσε κατελθεῖν ; φαμὲν δὲ ὅτι οἱ ἀπειλοῦντες τὰ ἀδύνατα σχεδὸν ἀπειλοῦσι πρὸς κατάπληξιν.

15. ἔνθα σιδήρειαί τε πύλαι] κολαστήριον γάρ ἐστι φυλάσσον τοὺς δεσμώτας· καὶ “πυλάρταο κρατεροῖο” (Il.13, 415). φοβερὰν δὲ δείκνυσι τὴν ἄνοδον διὰ τούτου.

16. τὰ οὐράνια, ὥς φησι, τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ τῆς Διὸς ἀρχῆςʼ οὕτω καὶ ἀπὸ τῆς γῆς εἰς Ἅίδου, ἀπὸ δὲ Ἅιδου εἰς τὸν Τάρταρον. δῆλον δὲ ὡς τὸ μέσον κέντρον ἐστὶν ἡ γῆ. ἔδει δὲ εἰπεῖν, τόσσον ἔνερθε γῆς ὅσον ἀπʼ αὐτῆς εἰς οὐρανόν. τάχα οὖν τὸ Ἄΐδεω ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν.

18. πειρήσασθε] τῷ ἀποτόμως ἀπειλοῦντι καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι.

εἰ βούλεσθε, φησὶ, τὴν διαφορὰν γνῶναι, πειράθητε. μεγάλα δὲ ὄντα τὰ προστάγματα μείζοσιν ὑπερβολαῖς ἐπιστώσατο. τοῦτον δὲ καὶ τὸν ἑξῆς συνάπτει Νικάνωρ· εἰς δὲ τὸ κρεμ άσαντες τελείαν τίθησιν.

22. πάντες] ταῦτά φησι δεικνὺς ὡς οὐ καθʼ ἕνα, συλλήβδην δὲ πάντων κρείττων ἐστίν.

Ζῆνʼ ὕπατον μήστωρʼ] δείκνυσιν οἷς δεῖ κοσμεῖσθαι τὸν ἄρχοντα, ῥώμῃ καὶ συνέσει.

24. αὐτῇ κεν γαίῃ] λείπει ἡ σύν, ὡς τὸ “αὐτῇσι ῥίζῃσι” (Il. 9, 542). πιθανῶς δὲ οὐ μόνους εἶπεν ἀνασπάσειν θεοὺς, ἀλλὰ καὶ τὸν περιέχοντα αὐτοὺς τόπον τὸν Ὄλυμπον.

[*](17. φαινομένων] φἓνομένων)
344

25. περὶ ῥίον Οὐλύμποιο] ἵνα αὐτὸ δεσμεύσας καὶ τὰ λοιπὰ ἐπάρῃ, συνερριζωμένης αὐτῷ μὲν τῆς γῆς, τῇ δὲ γῇ τῆς θαλάττης.

27. περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων] ἔδει μὲν τὸ ἀσθενέ- στερον προτάξαι· ἀλλʼ ἢ τὸ μέτρον αἴτιον ἐγένετο, ἢ τοὺς θεοὺς εὐτελίζων τοῦτό φησιν.

30. Ἀθήνη] πιθανῶς οὐχ ἡ Ἥρα λέγει· ἐξεκαύθη γὰρ ἂν μεγάλη ἔρις, εἰωθυίας ἀεὶ πρὸς τὸν Δία ἀντιλέγειν. Ἀθηνᾶ δὲ μετʼ αἰδοῦς τῷ πατρὶ διαλέγεται μετριώτερον, οὐχ ὡς ἡ Ἥρα φθεγγομένη. ἄλλως τε καὶ τοῖς προοιμίοις αὐτὸν ἐξαίρει, καὶ τὰ μὲν κελευσθέντα φησὶν ἀποπληροῦν, ὑποθήκης δὲ ἀξιοῖ μὴ φθονῆσαι, καὶ ταῦτα οὐχ ἵνα αὐτῷ ἐμποδίσῃ, ἀλλʼ ἵνα μὴ πάντες ἀπόλωνται.

31. μετρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ τῶν ἄλλων θεῶν μέγιστον, καὶ τῇ ὑπεροχῇ ἣν ἔχειν βούλεται μαρτυρεῖ συντόμως αὐτή.

33. ἀλλʼ ἔμπης Δαναῶν] ὁ μὲν οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει, ἀλλʼ ἀμφοτέροις βοηθεῖν ἐκέλευσε κωλύειν· ἡ δὲ ξυνεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν.

34. κακὸν οἶτον] διὰ τὸ εἶναι κακὸν ἄχθεται, οὐχ ὅτι μόνον ἀπο- λοῦνται· ὃ καὶ οἶκτον κινεῖ.