Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

279. παῖδε φίλω] ὁ μὲν σεμνοποιῶν τὰ καθʼ ἑαυτὸν παῖδε φίλω φησὶν, ὁ δὲ Αἴας ἐξ ὀνόματος Ἰδαῖε.

281. ἄμφω δʼ αἰχμητά] ἴσους αὐτοὺς ἔφησε, τὴν τοῦ Ἕκτορος ἧτταν καλύπτων.

284. Ἕκτορι ταῦτα κελεύετε μυθήσασθαι] πράου μὲν τὸ ἦθος· οὐ γὰρ προσφιλονεικεῖ κρατῶν τῇ μάχη· συνετοῦ δὲ, ὅτι μὴ εὐθέως τῷ κήρυκι συνεχώρησεν, ἵνα μὴ ἄσμενος δοκῇ τὴν διάλυσιν προσίεσθαι, ἀλλὰ τὸν προκαλεσάμενον ᾠήθη δεῖν περὶ διαλύσεως ποιεῖσθαι τὸν λόγον. ἀξιόπιστον δὲ ἑαυτῷ πορίζει νίκην· τὸ μὲν γὰρ φονεύειν κοινὸν, τὸ δὲ ὁμολογίαν ἥττης δέξασθαι καὶ ἀπαγορεύσαντα ἐᾶσαι ἀξιόπιστον. διὸ καὶ νῦν ἐγκωμιάζει αὐτὸν, ὑπογυίως τῆς ἀρετῆς [*](27. καλύπτων] *ἐπικαλύπτων)

331
αὐτοῦ πειραθεὶς καὶ πρὸς ἀπαλλαγὴν ὑποθωπεύων· ἡνίκα δὲ ὑπὸ τῆς τύχης ἐπῆρτο “Αἶαν ἁμαρτοεπές” φησιν (Il. 13, 824).

289. ὑποστικτέον εἰς τὸ πινυτήν ἢ εἰς τὸ ἐσσί. καλῶς δὲ τὸ Ἀχαιῶν, ἵνα μὴ καὶ ἑαυτὸν ἐμπεριλάβῃ· ἀλαζὼν γάρ ἐστι, καὶ οὐδὲ ὑπὸ τοῦ ἀρίστου πλεονεκτεῖσθαι θέλει. ἢ μᾶλλον, οὐ μόνον ἐμοῦ ἐσσὶ κρείττων, ἀλλὰ καὶ τῶν Ἀχαιῶν.

291. σήμερον] ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστι, διὰ τοῦτο καὶ τὸ σήμε- ρον προστέθειται.

292. δώῃ δʼ ἑτέροισί γε νίκην] ἐντέχνως ἑαυτὸν τῆς νίκης ὑπεξί- στησιν, ὡς νῦν μὴ νικηθείς.

293. νὺξ δʼ ἤδη] εὐπροσώπως καὶ τοῦτο, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῆ. τὸ δὲ πιθέσθαι (282) παροξυτόνως· μέσος γάρ ἐστι δεύτερος ἀόριστος.

295. καλῶς ἐπὶ Αἴαντος ἡ προσθήκη· πολλοὺς γὰρ εἶχεν ἰσο- θύμους, οἳ συνέστησαν αὐτῷ κληρωσόμενοι. εὐφρανεῖς μὲν οὖν, φησὶ, πάντας, ἐπεὶ δὲ φθονοῦνται τοῖς ἀρίστοις οἱ ἄριστοι, ἀλλά γε τοὺς σοὺς ἑταίρους. Ἕκτωρ δὲ ἀντιζήλους οὐκ ἔχει.

298. θεῖον ἀγῶνα τὸν περὶ τὰ ἱερὰ, ἔνθα οἱ θεοὶ αὐλίζονται διὰ τὰ ἀγάλματα. γράφεται δὲ καὶ θύονται, ὡς Ἡρωδιανός· οὕτω γὰρ ἄμεινον.

299. δῶρα δʼ ἄγ᾿] ἵνα δοκῇ καὶ ἐξ ἴσου ἀπηλλάχθαι, καὶ ἐπαγό- μενος τὴν φιλίαν Αἴαντος.

302. ἀρθμήσαντε] ἁρμοσθέντες καὶ συμβιβασθέντες.

303. ὁ μὲν ἀφρόνως ἄοπλον ἐκδίδωσιν ἑαυτόν· ὁ δὲ ὅμως καὶ προπαρασπονδησάντων Τρώων οὐδὲν πλημμελεῖ. ἄλλως τε ἐπεποίθει ὁ” Ἕκτωρ μηδὲν πείσεσθαι· “οὐ γάρ πώ τοι μοῖρα θανεῖν” ἤκου- σεν (52).

304. σὺν κολεῷ] οὐ περιττὸν τὸ ἔπος, ἀλλʼ ἐπειδὴ ἐσπασμένον ἦν τὸ ξίφος, ἵνα μὴ μόνον νοοῖμεν αὐτό.

306, 307. ἐπὶ μὲν Αἴαντος τὸν λαόν, ἐπὶ δὲ Ἕκτορος ὅμαδόν φησι, διαστείλας· ἀεὶ γὰρ θορυβώδεις αὐτοὺς ἐκδέχεται.

308. ὡς εἶδον ζωόν] καλῶς θαυμάζουσι καὶ χαίρουσιν ὡς ἀνέλ- πιστον πρᾶγμα ἰδόντες. ἐπὶ μὲν οὖν Ἕκτορος τὴν ἀνέλπιστον σωτη- ρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν.

310. ἀελπτέοντες] μείζων αὐτοῖς ἡ χαρὰ, ὅτι ἐξ ἀπροσδοκήτου τὸν στρατηγὸν ἐδέξαντο.

332

312. νίκῃ] τέτρωται γὰρ καὶ πέπτωκε καὶ ἀπηγόρευσε τῇ μάχῃ ὁ Ἕκτωρ.