Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

314. τοῖσι δὲ] ἡ μὲν τιμὴ εἰς Δία γίνεται, ἡ δὲ χρεία τῶν χρεῶν εἰς τοὺς στρατιώτας.

321. νώτοισιν] τὰ γὰρ τῆς ἀνδραγαθίας ἆθλα εὐτελῆ, ὡς κότινος καὶ σέλινα, τὰ δὲ δὴ τῆς πλεονεξίας χρυσὸς καὶ ἄργυρος. ἅμα δὲ διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα.

325. πρόσθεν ἀρίστη φαίνετο βουλή] Ἀχιλλέα τὸ ὅσον ἐφʼ ἑαυτῷ χαλεπαίνοντα διήλλαξεν Ἀγαμέμνονι· καὶ τοὺς Ἕλληνας ὁρμῶντας εἰς τὰς πατρίδας ἐπέσχε· καὶ περὶ διατάξεως ὑπέθετο “ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ” (Il. 2, 263)· καὶ τοὺς ἀριστέας ὀκνοῦντας εἰς τὴν πρὸς Ἕκτορα μάχην ἀνήγειρεν.

327. Ἀτρεῖδαί τε καὶ ἄλλοι] καλῶς τὴν ἀρχὴν τῆς συμβουλίας εἰς τὸν ἄρχοντα φέρει, μηδὲ τοὺς ἄλλους παρείς.

328. πολλοὶ γάρ] εἴωθεν ἀεὶ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, τὴν αἰτίαν προτάσσων τοῦ πράγματος· προθυμοτέρους δὲ τοὺς ζῶντας ποιεῖ, τῶν τεθνεώτων μεταποιούμενος· αἰσχρὸν γὰρ ἐδόκει τὸ μὴ ἀξιοῦσθαι ταφῆς. ἅμα δὲ καὶ διαναπαύειν θέλει τὸν ἀκροατὴν καὶ τειχομα- χίαν εἰσφέρειν. δῆλον δὲ ὡς ἑκάστοτε τὰς ἀναιρέσεις ποιοῦνται τῶν νεκρῶν.

332. τοῦτο πρὸς παραμυθίαν μὲν τῶν ζώντων εἴρηται, οὐχ οὕτως δὲ πέπρακται διὰ τὴν στάσιν τῶν Ἀτρειδῶν. τὸ δὲ κυκλήσομεν ἀντὶ τοῦ ἐπὶ τὰς ἁμάξας θήσομεν· κύκλα γὰρ οἱ τροχοί.

334. ἀπὸ πρὸ] ὁ Ἡρωδιανὸς τῆς ἀπό φυλάσσει τὸν τόνον, καὶ συντάσσει αὐτὴν τῷ νεῶν· τὴν δὲ πρό ὡς πλεονάζουσαν κοιμίζει. τινὲς δὲ τοῦ ἀπόπροθι ἀποκοπὴν αὐτὸ νομίζουσιν. ἢ ἡ ἀπό σημαίνει τὸ ἄποθεν, τὸ δὲ πρὸ νεῶν ἀντὶ τοῦ πλησίον, τουτέστι καύσομεν αὐτοὺς ὀλίγον μὲν ἡμῶν ἄποθεν, πρὸ τῶν νεῶν δέ.

336. ὑποστικτέον εἰς τὸ χεύομεν. τὸ δὲ ἐξαγαγόντες ὅμοιόν ἐστι τῷ “Λαοδίκην ἐσά ἐσάγουσα (Il. 6, 252) ἀντὶ τοῦ εἰσερχομένη. οὕτω καὶ τὸ ἐξαγαγόντες ἀντὶ τοῦ ἐξελθόντες τὸ δὲ ἄκριτον ἀντὶ τοῦ ἀγνώριστον, ἀχώριστον, ὅμοιον τῷ λοιπῷ πεδίῳ. τὸ δὲ ὦκα προστέθειται, ἵνα πιθανὸν δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ τεῖχος.

339. μία μὲν ἱππήλατος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου. τὰς δὲ λοιπὰς πυλίδας εἶχον πρὸς τὰς ἄλλας μικρὰς χρείας.

[*](6. * χρυσὸς] om. 25. * κοιμίζει] κομίζει)
333

345. ἀγορὴ γένετʼ] ἔδει γὰρ τῶν τοῦ βασιλέως υἱῶν ἡττωμένων καὶ κινδυνευσάσης τῆς πόλεως ὑπὸ Διομήδους, δυσελπίδων ὄντων διὰ τὴν παράβασιν σκοπεῖν τι τῶν ἀναγκαίων. ἔστι δὲ ἐν αὐτοῖς Νέστωρ ὁ Ἀντήνωρ.

346. δεινὴ, τετρηχυῖα] τεταραγμένη, ἢ διὰ τὰ προλεχθέντα, ἢ διὰ τὸ “πολύκλητοι δʼ ἔσαν” (Il. 4, 438), ἢ διὰ τὸ διχογνωμονεῖν περὶ Ἑλένης, ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος. δηλοῖ ὡς οὐχ οἱ βασι- λεῖς συνήγαγον αὐτοὺς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ βασίλεια.

*τὸ δὲ τετρηχυῖα ἐκ τοῦ ταράσσω τετάραχα, καὶ συγκοπῇ καὶ τροπῇ Ἰωνικῇ τέτρηχα καὶ τετρηχυῖα.

347. Ἀντήνωρ] ὡς πρόξενος Ἑλλήνων καὶ ἀεὶ δημηγορῶν καὶ θεοσεβής. Ἕκτωρ δὲ σιωπᾷ αἰσχυνόμενος διαλύειν τὴν μάχην, ἵνα μὴ δοκῇ πρὸς τὸ τέλος ἡττῆσθαι.

351. δώομεν] μετρίως καὶ ἑαυτὸν συγκαταλέγει, ἵνα μὴ πικρό- τερον χρήσηται τῷ ἐλέγχῳ.

353. τὸ ἴνα ἀντὶ τοῦ ἐάν παρὰ Ἡρωδιανῷ· δυνατὸν γὰρ σύν- δεσμον ἀντὶ συνδέσμου παραλαβεῖν. παρὰ δὲ τοῖς ἄλλοις ὠβέλι- σται.

357. οὐκέτʼ ἐμοὶ φίλα] οὐ γὰρ τὰ κοινῇ συμφέροντα βούλεται ἀκούειν, ἀλλὰ τὰ πρὸς ἰδίαν χάριν.

358. ἄλλον μῦθον ἀμείνονα] καίτοι οὐδὲν ἦν βέλτιον τοῦ δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν. οὗτος δὲ ἡττώμενος θηλυ- μανίας ὡς πολέμιον αὐτὸν διαβάλλει.

360. ἐξ ἄρα δή τοι] αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν τοῦτο ὀνειδίζει τῷ γέροντι.