Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

238. δεξιὰ μὲν τὸ φεύγειν, ἀριστερὰ δὲ τὸ διώκειν.

241. ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλεμος. πολλὴν δὲ εὐχέρειαν τῶν δεινῶν ἐμφαίνει.

242. ἀλλʼ οὐ γάρ σʼ ἐθέλω] καίτοι πάντα τρόπον μάχης εἰδὼς, φησὶν, οὐ θέλω σε λάθρα βαλεῖν· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά. ἠθικὸν δὲ καὶ τὸ τοιοῦτον, οἱονεὶ μέγαν καὶ θαυμαστόν.

248. ἑβδομάτῃ] ἢ καὶ τὸν χαλκὸν συναριθμήσεις, ἵνα καὶ αὐτός. ἐστιν ἡ ἑβδόμη ῥινὸς, ἢ ὄγδοον αὐτὸν λάβῃς· ὃ καὶ ἄμεινον.

252. ἠρήρειστο] ἐτράχυνε τὰς συλλαβὰς, τὴν βίαν τῆς εἰσόδου δηλῶν.

255. τὼ δʼ ἐκσπασαμένω] ἀπὸ τῆς τοῦ ἑτέρου ἀσπίδος τὸ ἴδιον ἑκάτερος.

258. Πριαμίδης μέν] ἐνάρχεται πάλιν οὗτος ἀμβλυνθείσης τῆς ἀκμῆς ἐν τῇ πρώτῃ βολῇ.

261. στυφέλιξε] εἰς τοὔμπροσθεν ὁρμῶντα ἔστησε καὶ ἐπέσχεν.

262. φυλάσσει μὲν Ἕκκορα τῇ ὑποθέσει, τὴν δὲ καιρίαν πληγὴν Αἴαντι δίδωσιν, ἐπὶ τὸ ἐπικίνδυνον φέρων τὴν ὑπόθεσιν.

263. ἀλλʼ οὐδʼ ὣς] Αἴαντα ἐπιτείνει, τὸ πρόθυμον τοῦ ἕκτορος αὔξων.

[*](9. τὸ τοῖοι Bekk.] τὸ τοιοῦτοι 27. ἀμβλυνθείσης τῆς ἀκμῆς] ἀμ- 10. δεῖ Meinek. Vindic. Strabon. βλυθείσης τῆς μάχης p. 211] ἀεὶ (sic, non αἰεί). 30. * Ἕκτορα—Αἴαντι] αἴαντα— 25. * τοῦ ἑτέου⌋ ἑαυτοῦ ἕκτορι)
330

264. λίθον εἵλετο] ἡττώμενος ἐν τῇ συστάδην μετάγει τὴν μάχην ὡς πρὸς ἄτρωτον ἢ βαρύοπλον πολεμῶν.

269. ἐπέρεισε δὲ ἶν᾿ ἀπέλεθρον] συνεπέδωκεν ὅλον τὸ σῶμα τῇ βολῇ, καὶ πάσῃ δυνάμει ἐχρήσατο.

270. ἀσπίδʼ ἔαξε] ἐπὶ μὲν Ἕκτορος τὸ ἀσθενὲς τῆς βολῆς δηλῶν “περιήχησέ” φησιν (267), ὡσανεὶ μηδὲ τοῦ ὀμφαλοῦ θλασθέντος· ἐπὶ δὲ τοῦ Αἴαντος κατέαξε τὴν ἀσπίδα ὡς καὶ ὑπʼ αὐτῆς πεσεῖν τὸν Ἕκτορα.

271, 272. ἐξετανύσθη ἀσπίδι ἐγχριμφθείς] οὐκ εἶπεν ὑπὸ τοῦ λίθου, ἀλλὰ καὶ ὑπὸ τῆς ἀσπίδος· συνῶσε γὰρ αὐτὴν ἐπʼ αὐτὸν ἡ βολή.

273. ὀξυντέον τὸ αὐτοσχεδόν· τὰ γὰρ εἰς δον ἐπιρρήματα ἐν τῇ συνθέσει φυλάττουσι τὸν τόνον.

274. εἰ μὴ κήρυκες] οἰκονομικῶς σῶσαι θέλων τὸν Ἕκτορα οὕτω διαλύει τὴν μάχην.

276. Ταλθύβιός τε καὶ Ἰδαῖος] ὁ μὲν Ἰδαῖος εἰκότως προσέρ- χεται, τὸν Ἕκτορα σώσων κινδυνεύοντα· ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν νίκην τοῦ Αἴαντος ἀφαιρούμενος. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺς ὡρμῆσθαι λέγει, ἔνθα μάλιστα τύχης, οὐ τέχνης καὶ ἰσχύος, κρίσις τὸ πλεῖστον ἔχει· ἀπὸ ἴσου γὰρ ὁρμῶνται· ἔτι τε καὶ τὸν Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθού- μενον. ἀλλὰ καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα. κατὰ τὸ σιωπώ- μενον δὲ οἱ ἡγεμόνες αὐτοὺς πέμπουσιν.