Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

286. ἡ δὲ μολοῦσα] εὔκαιρος ἡ ἀποσιώπησις· οὕτε γὰρ συναινεῖν τῇ Ἀλεξάνδρου ἀρᾷ βούλεται ὡς μήτηρ, οὔτε ἀπολογεῖσθαι, ἵνα μὴ παροξύνῃ Ἕκτορα,

291. ἤγαγε Σιδονίηθεν] δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοινίκης καὶ Αἰγύπτου ἦλθεν. περιεργασία δὲ Ἀλεξάνδρου τὸ μὴ μόνους πέπλους. ὠνήσασθαι, ἀλλὰ καὶ τὰς ἐργαζομένας πρίασθαι.

*κλέψας τὴν Ἑλένην ἀπὸ τῆς Λακεδαίμονος, οὐχ ἣν ἦλθεν ὁδὸν οὐδὲ τὸν κατʼ εὐθεῖαν πλοῦν ἐπορεύθη, ἵνα μὴ διωχθεὶς καταληφθῇ, [*](1. * οὐκ ἦν] om. 14. Sequitur in B scholion de εὐχερὲς] *εὔκαιρον quo dixi ad p. 281, 3.)

302
ἀλλʼ ἔπλευσε διὰ τῆς Αἰγύπτου καὶ Φοινίκης καὶ Σιδόνος, κἀκεῖθεν ἔξω τοῦ ἄστεος γυναῖκας εὑρὼν ἔλαβε τρόπῳ λῃστρικῷ.

*ἐπιπλώς] μετοχὴ, ἀόριστος πρότερος· ὁ ἐνεστὼς ἐπιπλώω βαρυ- τόνως διὰ τοῦ ω μεγάλου, ὡς ζώω γνώω, ἐξ οὗ καὶ τὸ ἐγνώσθη. οὕτως οὖν ἐστὶ καὶ τὸ πλώω. γίνεται οὖν ἐκ τοῦ πλέω πλόω διὰ τοῦ ο μικροῦ, καὶ ἐπαυξήσει τοῦ ο εἰς ω μέγα ποιητικῶς πλώω βαρύ- τονον, ἐπειδὴ τὰ κατʼ ἐπαύξησιν τοῦ ὁ εἰς ω γινόμενα ῥήματα, εἰ μὲν καθαριεύουσι, βαρύνονται οἷον ζώω γνώω πλώω, εἰ δὲ οὐ καθα- ριεύουσι, περισπῶνται, οἷον νωμῶ στρωφῶ. λοιπὸν ἐκ τοῦ πλώω ὁ ἀόριστος ἔπλωσα, καὶ μετὰ τῆς ἐπί προθέσεως ἡ μετοχὴ ἐπιπλώσας, καὶ ἀφαιρέσει τῆς ας συλλαβῆς ἐπιπλώς.

292. καλῶς τὸ ἀνήγαγε. βορειοτέρα γὰρ τῆς Ἑλλάδος ἡ Ἴλιος.

293. Ἑκάβη φέρε] τὰ σπουδαῖα διʼ ἑαυτῶν αἱ ἐλεύθεραι οἰκονο- μοῦσι παρʼ Ὁμήρῳ. καὶ νῦν μὲν ἡ Ἑκάβη τὸν πέπλον ἐκφέρει, ἑτέρωθι δὲ ἡ Ἑλένη τῷ Τηλεμάχῳ πάλιν δίδωσι πέπλον (Od. 15, 123), ἀλλὰ καὶ ἡ Πηνελόπη τοῖς μνηστῆρσι τὸ τόξον (Od. 21, 59).

295. νείατος ἄλλων] ὧν γὰρ ἡ χρῆσις συνεχὴς, ταῦτα καὶ πρό- χειρα· εἷς δὲ μὴ χρῷτό τις, ταῦτα καὶ νείατα.

300. τὴν γὰρ Τρῶες] οὔτε κληρωτοὺς οὔτε ἐκ γένους βούλεται τοὺς ἱερεῖς εἶναι, οὔτε ψήφῳ ἑνὸς, ἀλλʼ οὓς πλῆθος ψηφιζόμενον ἕλοιτο, διὰ τὸ πολλὰς δημοτικὰς τοῖς προχειριζομένοις καὶ προχει- ρίζουσι τὰς αἰτίας ἀνακύπτειν.

304. εὐχομένη δʼ ἠρᾶτο] ὅτι τὸν ἱερέα περὶ τῶν κοινῶν εὔχεσθαι δεῖ, οὐκ ἰδία ἕκαστον. ἑκάστου δὲ τὸ ἀξίωμα οἶδεν ὁ ποιητής· τὴν Θεανὼ γοῦν Ἑκάβης παρισταμένης ποιεῖ εὐχομένην, καὶ τὸν Χρύσην τῷ Ἀπόλλωνι ὑπὲρ Ἑλλήνων παρόντος Ὀδυσσέως.

305. ἐρυσίπτολι] οἰκεῖον καὶ ἁρμόδιον ταῖς περὶ σωτηρίας εὐχο- μέναις τῆς πόλεως τὸ ἐρυσίπτολι, ὡς καὶ ἐκεῖ “Ἀθηναίῃ ληίτιδι” (Il. 10, 460).

307. Σκαιῶν προπάροιθε πυλάων] ὡς μέχοι τούτου ἐλάσαντος αὐτοῦ τοὺς Τρῶας. ἔμφασιν δὲ ἔχει βιαζομένου ἐμπεσεῖσθαι εἰς τὴν πόλιν.

311. ἀνένευε] τῇ γνώμῃ ἀνένευεν. ἀλλʼ ἐπὶ μόνῃ τῇ ἀναιρέσει, ἐπεὶ καὶ παύει Διομήδεα διὰ τῆς Αἴαντος μονομαχίας πρὸς Ἕκτορα.

διὰ τί ὠνομάσθη ἡ Ἀθηνᾶ Παλλάς: ῥητέον οὖν ὅτι Παλλάδιον

303
ἦν ζῴδιον μικρὸν ξύλινον, ὃ ἔλεγον εἶναι τετελεσμένον, φυλάττον τὴν βασιλείαν τῆς Τροίας· ἐδόθη δὲ Τρωὶ τῷ βασιλεῖ κτίζοντι τὴν πόλιν ὑπὸ Ἀσίου τινὸς φιλοσόφου καὶ τελεστοῦ· διὸ δὴ εἰς τιμὴν Ἀσίου τὴν ὑπʼ αὐτοῦ βασιλευομένην χώραν, πρότερον Ἤπειρον λεγομένην, Ἀσίαν ἐκάλεσεν. οἱ δὲ ποιητικῶς γράψαντες ἐκ τοῦ ἀέρος εἶπον τὸ Παλλάδιον τοῦτο κατενεχθῆναι τῷ Τρωὶ βασιλεύοντι Φρυγῶν. τοῦτο Διομήδης καὶ Ὀδυσσεὺς, ὅτε τὴν πρεσβείαν ἐποιήσαντο πρὸς Πρίαμον, ἐκ τοῦ ἱεροῦ ἐσύλησαν, προδεδωκυίας αὐτὸ Θεανοῦς τῆς τοῦ Ἀντήνορος γυναικὸς, ἱερείας τυγχανούσης καὶ φυλαττούσης αὐτό· ἦσαν γὰρ ἀπὸ χρησμοῦ καὶ Ἀντήνορος μαθόντες ὅτι, ἕως οὗ μένει τὸ Παλλάδιον ἐν τῇ Τροίᾳ, ἀσάλευτος ἔσται ἡ βασιλεία τῶν Φρυγῶν. πολλὴ τοίνυν μεταξὺ Α.ἴαντος καὶ Ὀδυσσέως ἐκινήθη ἔρις, τίς τοῦτο εἰς τὴν ἰδίαν ἀπενέγκοι πατρίδα, δικαζόντων αὐτοὺς τῶν ἄλλων βασιλέων καὶ προμάχων. πολλῶν τοίνυν μεταξὺ λόγων κινηθέντων καὶ γενομένης ὀψίας ἔδοξεν αὐτοῖς παραθέσθαι τὸ βρέτας Διομήδει, μέχρις ἂν γένηται πρωΐ. καὶ τούτου γενομένου διὰ τῆς νυκτὸς εὑρέθη ὁ Αἴας ἐσφαγμένος ἀδήλως. ὑπενόουν δὲ δόλῳ φονεῦσαι αὐτὸν τὸν Ὀδυσσέα. καὶ φιλονεικήσαντες πρὸς ἀλλήλους ἀπέπλευ- σαν. ὅπερ Παλλάδιον ἀνέθεντο τῇ Ἀθηνᾷ. ἕτεροι δέ φασιν ὡς παλλα- δίων χρυσουμένων ἐν ταῖς πρῴραις τῶν τριήρων, οἱ Ἀθηναῖοι ἀγάλματά τινα ξύλινα τῇ Ἀθηνᾷ καθίδρυον, ὧν ἐπεμελοῦντο μέλλοντες πλεῖν.

314. αὐτὸς ἔτευξε] ὡς περὶ ἁβροδιαίτου καὶ τοῦτό φησιν· οὐκ ἐβουλήθη γὰρ σὺν τοῖς ἀδελφοῖς καὶ κηδεσταῖς κατοικεῖν, ἀλλʼ ἑαυτῷ ἰδίᾳ οἴκησιν ἐδείματο.

315. τέκτονες κυρίως οἱ λαοξόοι. τὸ δὲ ἔτευξεν ἀντὶ τοῦ εὖ ἐπεστάτησε· καλλωπιστὴς γὰρ ἦν καὶ ἴσως πρὸς ζῆλον τῆς Μενε- λάον οἰκίας ποιεῖ, ὥστε εἰ ἦν αὐτῷ δυνατὸν, ἥρπασεν ἂν καὶ αὐτήν.

316. οἴκημα αὐτῷ ἐποίησαν ἐν ᾧ ἦν θάλαμος, ὅ ἐστι νυμφικὸς κοι- τωνίσκος, καὶ δῶμα, τουτέστιν ἀνδρών, καὶ αὐλή, ὅ ἐστι τὸ ἐξώτερον.

319. ἑνδεκάπηχυ] ἕνδεκα πηχῶν, ἐπεὶ τὸ κολλητὸν δύο καὶ εἰ- κοσίπηχυ. πρὸς ὑπογραμμὸν δὲ καὶ προτροπὴν Ἀλεξάνδρου θρασὺς φαίνεται ὁ Ἕκτωρ διὰ τοῦ δόρατος· ἄμα δὲ καὶ προμηνύει τὴν ἄφιξιν. τὸ δὲ ἔχε ἀντὶ τοῦ ἐκράτει.

[*](1—18. Eadem apud Suidam s. v. 14. λόγων addidi ex Suida. Παλλάδιον et scriptores Byzantinos 33. τὸ δὲ—ἐκράτει] Haec a manu ab editooribus indicatos. recentiore.)
304

320. πόρκης] πόρκης καλεῖται ὁ τῆς ἐπιδορατίδος δακτύλιος.

*παρὰ τὸ πέρω πέπορα, πόρκης.

321. τὸν καλλωπιστὴν δηλοῖ καὶ ἐναβρυνόμενον τῇ γυναικὶ, καὶ μόνον οὐχὶ διʼ αὐτὴν τὰ ὅπλα μεταχειριζόμενον.

*τὸ επω σημαίνει τέσσαρα, τὸ λέγω, ὡς τὸ “ἄνδρα μοι ἔννεπε Μοῦσα” (Od. 1, 1), καὶ τὸ ἀκολουθῶ, ὡς τὸ “ἢ οὐχ ἑπέ- σθην Λακεδαίμονος ἐξ ἐρατεινῆς” (Il. 3, 239), τὸ εὐτρεπίζω, ὡς ἐνταῦθα, καὶ τὸ διοικῶ, ὡς τὸ “ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν” (Il. 1, 165).

322. βραχὺ διασταλτέον εἰς τὸ θώρηκα, ἵνα ᾖ πρὸς τὸ ἕποντα.

*τινὲς φόωντα, τουτέστι λαμπρύνοντα.

323. Ἑλένη] ἐμπρακτοτέρα λίαν ἐστὶν αὕτη τοῦ Ἀλεξάνδρου. τὸ δὲ ἔργα ἀντὶ τοῦ περὶ τῶν ἔργων.

325. αἰσχροῖς] λοιδόροις. παρʼ ἑαυτοῦ δὲ ἐξήνεγκεν ὁ ποιητὴς τὸν στίχον.

326. οὐ μὲν καλὰ χόλον] ἀφορμὴν λαμβάνει διὰ τῆς αὐτοῦ ἀργίας (οὐ γὰρ ὡς ἀσθενοῦς, ἀλλʼ ὡς ῥᾳθύμου αὐτοῦ κατηγορεῖ), καί φησιν, οὐχ ὑγιῶς ἐν ἑαυτῷ τὴν μῆνιν ἔχεις· σοὶ γὰρ οἱ Τρῶες μηνί- ουσιν, ὡς θελησάντων αὐτὸν ἐκδοῦναι Μενελάῳ. ἢ χόλον τὴν ῥᾳθυ- μίαν λέγει. ἐβούλετο μὲν οὖν αὐτοῦ πλειόνως καθάψασθαι, ἀλλʼ οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένης λοιδορεῖσθαι.