Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

327. λαοὶ μέν] περικέκοπται ὁ λόγος· ἐφυλάξατο γὰρ ἐπαγα- γεῖν σὺ δὲ καθέζῃ ἀκίνδυνος.

336. δασυντέον τὸ ἥμην, ἀντὶ τοῦ ἐκαθήμην· ἄμεινον γάρ. τινὲς δὲ ψιλοῦσιν, ἀντὶ τοῦ ἤμην, ὃ δηλοῖ τὸ ὑπῆρχον.

*ἄχεϊ προτραπέσθαι] διὰ τὴν λύπην τοῦ δυσημερήματος ἤθελον ἀποτραπῆναι μικρὸν τῆς μάχης. ἢ ἤθελον διὰ τὴν ἧτταν λυπούμενος μεῖναι καὶ κατακλιθῆναι· ἢ ἐβουλόμην ἐκ τῆς συμβάσης μοι λύπης διὰ τὴν ἧτταν παρατροπήν τινα καὶ παραμυθίαν εὑρεῖν.

εἶξαι τῇ συμφορᾷ καὶ ἡσυχάσαι. δέον μὲν οὖν ἦν τὸ πταῖσμα ἔργοις ἀνανεοῦσθαι· οὗτος δὲ διὰ ἡσυχίας φησὶν ἀνακτᾶσθαι ἐαυτόν.

338. *ὥρμησ᾿] ὁρμηθῆναι ἐποίησεν.

339. νίκη δʼ ἐπαμείβεται] ὡς τὸ “κεῖνον δʼ αὖθις ἐγώ” (Il. 3, 440). τῇ δὲ τύχῃ, οὐ τῷ πολεμίῳ περιάπτει τὸ κατόρθωμα.

[*](18. ἐν ἑαυτῷ] *ἐν νῷ 30. ἡσυχάσαι] *ἀφησυχάσαι)
305

342. οὔτι προσέφη] καλῶς οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσεν εἰπόντα “νῦν δέ με παρειποῦσʼ ἄλοχος,” ἀλλὰ τῇ Ἑλένῃ αὐτὸν παρορμᾶν παραινεῖ.

343. προσηύδα μειλιχίοισι] προσάγεται αὐτόν· ξυνίησι γὰρ ὡς διὰ τὴν πρὸς αὐτὴν αἰδῶ τὰς ἐπιπλήξεις παρῆκεν.

344. δᾶερ ἐμεῖο κυνός] τῷ συγγενικῷ ὀνόματι προσοικειοῦται τὸν Ἕκτορα· ἐπεὶ δὲ διʼ αὐτὴν ἀτυχοῦσι Τρῶες, προαναγγέλλει τε τὴν ἑαυτῆς κατηγορίαν καὶ τὴν εὔνοιαν αὐτῶν ἐπισπᾶται.

345. ὅτε με πρῶτον τέκε μήτηρ] ὡς καὶ παρʼ αὐτὴν τὴν γένεσιν εἱμαρμένων τούτων, ἅπερ αὐτῆς ἐδόκει εἶναι πλημμελήματα.

348. ἀπόερσε] ψιλωτέον τὸ ἔρσε. πᾶν γὰρ φωνῆεν λῆγον εἰς ρ ἐπιφερομένου τοῦ σ ψίλουσθαι θέλει. πιθανῶς δὲ παρέδραμε τὴν τῶν αὐτῇ εἰργασμένων αἰσχύνην.

349. τεκμήραντο] εἰς τέλος ἤγαγον, ἀπὸ τοῦ τέκμαρ.

351. ᾔδη νέμεσίν τε καὶ αἴσχεα] ᾔδει πρὸς τὸ φυλάσσεσθαι καὶ μὴ εἰς αὐτὰ ἐμπίπτειν.

διδάσκει ὁ ποιητὴς τὰς ἐπιγαμίας πρὸς συνετοὺς ποιεῖσθαι· ἡ γοῦν Ἑλένη πλούσιον ἄνδρα ἔχουσα τὸν Ἀλέξανδρον καὶ υἱὸν βασι- λέως εὔχεται συνετοῦ γεγενῆσθαι γυνή.

354. ἀλλʼ ἄγε νῦν] τὸ συνεχὲς τοῦ λόγου ἐκεῖνο ἦν, δᾶερ ἐμεῖο κυνώπιδος, εἴσελθε καὶ ἕζεο. μέσα δὲ παρενθεῖσα πλείονα ἀπʼ ἄλλης ἀρχῆς ἤρξατο, ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕξεο. τὸ δὲ δᾶερ ἕνεκα φιλοφροσύνης λαμβάνει. εἴσελθε δὲ, ὅτι μέχρι τῆς αὐλῆς προελη- λύθει· φιλοφρονητικὸν δὲ τοῦτο.

355. ἔστι μὲν νῦν ἀντιδιασταλτικὴ ἡ σέ ἀντωνυμία καὶ ἐχρῆν αὐτὴν ὀρθοτονεῖσθαι, ἡ δὲ συνήθεια ἐγκλιτικῶς ἀνέγνω.

356. εἵνεκʼ ἐμεῖο] Ἕκτωρ μὲν οὐ συμπαραλαμβάνει αὐτὴν Ἀλεξάνδρῳ· “σέο γάρ” φησιν “εἵνεκʼ ἀϋτή τε πόλεμός τε” (328). ἡ δὲ τὴν αἰτίαν καὶ εἰς ἑαυτὴν φέρει, προκαταλαμβάνουσα αὐτόν.

357. Πτολεμαῖος ἀναστρέφει τὴν ἐπί, Πρακλέων δὲ οὔ. ἰᾶται δὲ τὰ ἑαυτῆς πταίσματα καὶ λεληθότως αὔξει τὴν ποίησιν.

359. Πορφυρίου. οὐκ οἶδ᾿ ὅθεν τῶν γραμματικῶν τινὲς τὸ αἰόλον ἐπὶ τοῦ ποικίλου παρʼ Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω γοῦν τὸ αἰολόπωλον (Il. 3, 1S5) ἀποδιδόασι, καὶ “πόδας αἰόλος ἵππος” (Il. 19, 404), καὶ τὸ “αἰόλος ὄφις” (Il. 12, 208). οὐκ ἔστι δὲ οὕτως, [*](32. *Πορφύρίου] om.)

306
ἀλλὰ σημαίνει τὸν ταχὺν, γενόμενον ἀπὸ τῆς ἀέλλης, ἥτις ἀπὸ τοῦ ἄειν καὶ τοῦ εἰλεῖν πεποίηται, ὡς αὐτὸς ἐξηγήσατο εἰπὼν “ὅνπερ ἄελλαι χειμέριαι εἰλέωσιν” (Il. 2, 293), τουτέστιν εἰλῶσιν, ὡς καὶ ἐπὶ τοῦ Βορέου ἔφη “εἴλει γὰρ Βορέης ἄνεμος” (Od. 19, 200). ἡ μὲν οὖν ἄελλα ἀπὸ τοῦ ἄειν καὶ εἰλεῖν πεποίηται, ἡ δὲ θύελλα ἀπὸ τοῦ θύειν καὶ εἰλεῖν· θύειν δὲ τὸ σφοδρῶς καὶ ἀκαθέκτως ὁρμᾶν δίκην μαινομένων· “γὰρ ὅ γʼ ὀλοῇσι φρεσὶ θύει” (Il. 1, 342) καὶ “θῦνε διὰ προμάχων (Il. 5, 250)· ὅθεν καὶ θυάδες αἱ Βάκχαι. ὡς οὖν ἀελλόπος Ἴρις λέγεται (Il. 8, 409), ἣν μεταλαβὼν ποδήνε- μον προσηγόρευσεν (Il. 2, 786), καὶ τὰς ἀέλλας εἰς τοὺς ἀνέμους μεταλαμβάνει, οὕτως τὸν ποδώκη ἵππον μεταλαμβάνων πόδας αἰόλος ἵππος ἔφη· καὶ ὥσπερ εἰπὼν ἀργίποδας κύνας (Il. 24, 211) κατὰ παράληψιν ἀλλαχοῦ ἔφη καὶ κύνας ἀργούς (Il. 1, 50), οὕτω τοὺς τοὺς πόδας αἰόλους ἵππους κατὰ παράληψιν αἰολοπώλους εἶπε. καὶ αἰόλαι οὖν εὐλαὶ (Il. 22, 509) ἀπὸ τοῦ ταχέως εἰλεῖσθαι. εἴρηνται καὶ σφῆκες μέσον αἰόλαι (Il. 12, 167) αἱ κατὰ μέσον συνεχῶς κινούμεναι καὶ εἰλούμεναι. καὶ κορυθαίολος οὖν ὁ συνεχῶς κινῶν τὴν κόρυθα, ὃ μεταποιῶν ἐπὶ τοῦ Ἄρεως ἔφη “ἶσος Ἐνυαλίῳ κορυθάικι” (Il. 22, 132). λύσεις δʼ ἐντεῦθεν καὶ τὸ “ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα αἰόλλῃ” (Od. 20, 25)· δηλοῖ τὸ εἰλεῖν καὶ συνεχῶς στρέφειν. ἐκ δὲ τοῦ κορυθάϊκι λύσεις τὸ “Δωριέες τε τριχάϊκες (Od. 19, 177), οἱ συνεχῶς τὰς τρίχας διὰ τὸ δραστικὸν κινοῦντες· καρηκο- μόωντες γὰρ εἴρηνται οἱ Ἀχαιοί.

360. φιλέουσά περ] πιθανῶς προσέθηκε τὸ φιλέουσα, ἵνα μὴ ὑπʼ ἀπεχθείας δοκῇ μὴ καθέζεσθαι.

ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν] στρατιωτικὸν τὸ τῆς ἀλαζονείας καὶ οἰκεῖον Ἕκτορος. οὐκ ἠξίωσε δὲ διαλέξασθαι Ἀλεξάνδρῳ, τὸ πᾶν τῇ γυναικὶ ἐπιτρέπων.

364. ἐδήλωσεν ὅτι οὐ χρονίσει ἐν τῷ τῇ γυναικὶ ὁμιλεῖν.

366. οἰκῆας] τοὺς ἐν τῷ οἴκῳ· ἀσυμπαθοῦς γὰρ τὸ ἐλθόντα μὴ ἰδεῖν· προὔκρινε δὲ τῶν ἡδέων τὰ ἀναγκαῖα.

367. οὐ γάρ τʼ οἶδ᾿] οὐ γὰρ τέως· πολεμικὸς δὲ ὢν ὑποπτεύει τῶν πολεμικῶν κινδύνων τὸ ἄδηλον.

[*](14. κατὰ Vill.] μετὰ 20. ἐμπλείην κνίσης] ἀμπλείην κνίσης 29. ἐπιτρέπων] *ἐπιτρέποντι)
307