Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

242. ἀλλʼ ὅτε δή] τὸ ἑξῆς, ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον (251), ἔνθα οἱ ἠπιόδωρος· τὰ δὲ ἑξῆς διὰ μέσου. αἴθουσαι δὲ τὰ τῆς αὐλῆς τειχία.

245. παῖδες] ἴσως οἱ περὶ ἕκτορα ἀνδρωθέντες καὶ βασιλικοὶ γεγονότες ἀπέστησαν τοῦ πατρός.

248. τέγεοι θάλαμοι] ὑπερῷοι ἐπὶ τοῦ στέγους ᾠκοδόμηντο· τοιοῦτοι γὰρ κατεσκευάζοντο ταῖς γυναιξὶ πρὸς τὸ μὴ ὁρᾶσθαι συνεχῶς ἀνδράσιν.

251. ἠπιόδωρος] δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, ὅτι κλαυθμυριζομένοις τοῖς παισὶ μαζὸν προτείνουσι τὸν λαθικηδέα (II. 22. 83).

252. Λαοδίκην ἐσάγουσα] πρὸς Λαοδίκην εἴσεισι, πευσομένη τὴν αἰτίαν διʼ ἣν ἐξήγαγεν Ἑλένην· αὐτῇ γὰρ ἡ Ἴρις εἰκασθεῖσα ἐξήγα- γεν αὐτὴν εἰς τὸ τεῖχος. τὸ δὲ ἐσάγους σα ἀντὶ τοῦ εἰσιοῦσα, ὥς φαμεν ποῖ εἰσάγεις ἀντὶ τοῦ ποῖ εἰσέρχῃ. τινὲς δὲ τὴν ἐς ἀντὶ τῆς πρός, ἵνʼ ᾖ πρὸς Λαοδίκην.

*Πορφυρίου. τὸ ἐσάγουσα οὐκέτι κατὰ τό σύνηθές ἐστιν οἷον εἰσφέρουσα· οὐ γὰρ ἐσάγειν μεθʼ ἑαυτῆς λέγει τὴν Λαοδίκην, ἀλλὰ πρὸς τὴν Λαοδίκην εἰσπορευομένη. εἰσῄει γὰρ πρὸς Λαοδίκην, ἀλλʼ ἐπεὶ ταύτῃ ὁμοιωθεῖσα ἡ Ἀφροδίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχος ἐξήγαγεν “εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης ἔσχε κρείων Ἑλικάων, Λαοδίκην” (Il. 3, 122). νομίζουσα γὰρ ὄντως εἰς τὸ τεῖχος ὑπὸ τῆς Λαοδίκης ἀπῆχθαι, εἰσῄει τὴν αἰτίαν τῆς ἐξόδου πολυπραγμονήσασα.

255. δυσώνυμοι] οὐδὲ γάρ οὐδὲ τὸ ὄνομα αὐτῶν ὀνομάζειν ἐθέλει, [*](26. *Πορφυρίου] om. τοις εἰ προσήκουσαν παρʼ ἡμῶν λαμβά- τὸ ἐσάγουσα] *πρόσχες μοι καὶ τού- νει τὴν λύσιν. τὸ ἐσάγουσα )

299
ὡς καὶ ἡ Πηνελόπη “κακοΐλιον οὐκ ὀνομαστήν” φησιν (Od. 19, 260).

256. σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν] δεόντως τὴν τοῦ παιδὸς ἀρετὴν ἐξειδυῖα φυγὴν οὐχ ὑπώπτευσεν.

260. πίῃσθα] μητρὸς ἦθος ἀναφαίνεται διὰ τούτου. καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν ἀξιοῦσι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ τῆς κινήσεως τοῦ πολέμου. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ σπείσῃς εἶπεν. ὀνίνησι δὲ οἶνος μέτριος ποθεὶς, δύναμίν τε ἐμποιεῖ, ὡς τὸ τὸ γάρ μένος ἐστὶ καὶ ἀλκή” (Il. 9, 706). ὁ δὲ, ἐπεὶ πραΰνει ὁ οἶνος, βούλεται δὲ ἄγριος πρὸς τοὺς πολεμίους εἶναι, παραιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλάπτει, τῶν νεύρων καθαπτό- μενος. ἄλλως τε στρατιώταις μὲν θράσος πορίζεται, στρατηγοὺς δὲ τῆς φρονήσεως ὑπεκλύει, μόνους δὲ τοὺς ἀποκαμόντας ὠφελεῖ· ὁ δὲ ἔτι ἰσχύει. ἢ ἐν ὑπερβατῷ ἐστὶ, χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν ἅζομαι, μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι. ἄλλως τε ὁ μὲν μετὰ πόνους οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπι- βλαβής.

261. μένος] ἡ προθυμία, παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προθυ- μοῦμαι, ὅθεν ὁ παρακείμενος γράφεται μέμακα, ὁ μέσος μέμαα, ἐξ οὗ καὶ τὸ “μεμαὼς ἀπὸ θυμὸν ἀλέσσαι.” ἔστι δὲ καὶ μέμονα ὁ πορακείμενος. ἀπὸ τοῦ μένω μενῶ καὶ ὡς φθείρω φθαρτὸς, οὕτω μένω ματὸς, καὶ αὐτόματος.

* εἰς τὸ “ἀνδρί δὲ κεκμηῶτι μὲνος μέγα οἶνος ἀέξει,” πῶς ἑξῆς (265) λέγει “μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ, μή μʼ ἀπογυι- ώσῃς μένεος, ἀλκῆς τε λάθωμαι;” λύοιτο δʼ ἂν προσώπῳ μὲν, ὅτι οὐ πάντες τὰ αὐτὰ δοκιμάζουσι, λέξει δὲ ὡς ὑπερβατῶς, ὅτι μεμνη- μένος τοῦ πατρὸς ἔκλαιε· (λείβων οὖν ἀντὶ τοῦ λείβειν ποιῶν εἴρηκε.] μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ· χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι, μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι.

262. ἔτῃσι] πολίταις. εὖ δὲ τὸ μὴ φάναι ἑαυτῷ μηδὲ τοῖς οἰ- κείοις· τοῦτο γὰρ ἡγεμόνι πρέπον.

264. μελίφρονα] τὸν ἀναγκάζοντα ἡδέα διανοεῖσθαι· ἱλαρωτέρους γὰρ ποιεῖ ὡς τὰ πολλὰ τοὺς πίνοντας· ὁ δὲ ἐν πολέμῳ οὐ βούλεται πρᾶος εἶναι.

[*](23. πῶς ante εἰς τὸ transposuit Vill. 27. λείβων—εἴρηκε] Seclusi.)
300

265. *ζητεῖται πῶς ποτὲ ἐναντία ἑαυτῷ ὁ ποιητὴς λέγει· προει- πῶν γὰρ “ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει” νῦν ἐπάγει. “μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι.” ἡ μὲν οὖν ὑπὸ πολλῶν γενομένη λύσις τοῦ ζητήματος τοιαύτη, ὅτι ἕτερὸν ἐστι πρόσ- ωπον Ἑκάβης τὸ λέγον ὠφέλιμον εἶναι τὸν οἶνον, ἕτερον δὲ τὸ τοῦ Ἕκτορος τὸ ἀρνούμενον· οὐδὲν δὲ θαυμαστὸν εἰ παρὰ τῷ ποιητῇ ἐναντία λέγεται ὑπὸ διαφόρων φωνῶν· ὅσα μὲν γὰρ ἔφη αὐτὸς ἀφʼ ἑαυτοῦ καὶ ἐξ ἰδίου προσώπου, ταῦτα δεῖ ἀκόλουθα εἶναι καὶ μὴ ἐναντία ἀλλήλοις· ὅσα δὲ προσώποις περιτίθησιν, οὐκ αὐτοῦ εἰσὶν, ἀλλὰ τῶν λεγόντων νοεῖται· ὅθεν καὶ ἐπιδέχεται πολλάκις διαφω- νίαν, ὥσπερ καὶ ἐν τούτοις. ἡ μὲν γὰρ Ἑκάβη οὐκ εἰδυῖα τὸν κάματον τῶν ἀνδρῶν ταύτης ἐστὶ τῆς γνώμης, ὁ δὲ Ἕκτωρ μάλιστα ἐπιστάμενος ἀντιλέγει. ἔπειτα καὶ ἡ μὲν πρεσβῦτις ἦν, χαίρει δὲ τῷ οἴνῳ ἡ ἡλικία αὕτη· ἐπωφελὴς γὰρ ταύτῃ ἐστὶν ὁ οἶνος, θερμὸς ὢν καὶ ὑγρὸς ψυχρᾷ οὔσῃ καὶ ξηρᾷ, καὶ ἀναρρώννυσιν αὐτήν· ὁ δὲ Ἕκτωρ νέος ἦν καὶ ἀκμαῖος. ἄμεινον δέ ἐστιν ἐκεῖνο λέγειν, καὶ δεικνύειν ἑκάτερον τῶν εἰρημένων ἔχεσθαι λόγου, καὶ μὴ εἶναι ἐναντία τὰ περὶ τοῦ οἴνου λεγόμενα, ἐὰν σκοπῇ τις ὅτι ἐπὶ παντὸς πράγμα- τος ὁ καιρὸς καὶ τὸ μέτρον πολὺ διαλλάττει. οὕτως οὖν καὶ ἐπὶ τούτου· τῷ μὲν γὰρ μέτρια πεπονηκότι πρὸς ἰσχὺν ὁ οἶνος συμφέρει, τὸν δὲ πάνυ κεκμηκότα σφάλλει· ὅπερ συμβέβηκε τῷ Ἕκτορι, οὐ μόνον δὲ ἐπὶ τοῦ πολέμου, ἀλλὰ καὶ ὑπὸ τοῦ ἐπὶ τὴν πόλιν δρόμου. ἄλλως τε καὶ οὐδὲ σιτίου οὐδενὸς ἐγέγευστο· ἡ γὰρ τροφὴ σὺν τῷ οἴνῳ τὸ πλεῖστον συμβάλλεται εἰς δύναμιν, ὥσπερ καὶ ἀλλαχοῦ εἶπεν ὁ ποιητὴς “σίτου καὶ οἴνου, τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή” (Il. 9, 706) καὶ πάλιν “ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέριον πολεμίζει” (Il. 19, 168) καὶ τὰ λοιπά. λύεται δὲ τὸ προκείμενον καὶ οὕτως, ὅτι τὸ μένος διχῶς κεῖται, καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆς καὶ δυνάμεως. ἡ μὲν οὖν Ἑκάβη φύσει τοῦ πιόντος οἶνον τὴν δύναμιν αὔξειν λέγει, ὁ δὲ μα- ραίνεσθαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ πιόντος λέγει ὑπὸ τοῦ οἴνου· ὥστε μὴ κεῖσθαι ἐναντία.

266. χερσὶ δʼ ἀνίπτοισιν] ἄμφω τὰς προτάσεις Ἑκά;ης παραι- τεῖται ὁ Ἕκτωρ. ἠδύνατο μὲν οὖν ῥᾳδίως κομισθῆναι ὕδωρ κελευ- σάσης, ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφασις· ἀλλʼ οὐ τοῦτο ἦν ἔθος ἀρχαῖον τὸ τὰς χεῖρας ἀπονίπτεσθαι μόνον, ἀλλὰ τὸ

301
ὅλον ἀπολούεσθαι σῶμα, ὅπερ οὐκ ἦν εὐχερὲς Ἕκτορι ἐπειγομένῳ. καὶ πῶς ἐν τοῖς ἑξῆς (476) ἀνίπτοις χερσὶν εὔχεται “Ζεῦ ἄλλοι τε θεοὶ, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμὸν, ὡς καὶ ἐγώ περ;” οὐκ ἔστι τοίνυν ἐναντίον. οὐ γὰρ ταυτόν ἐστιν ἐπισπένδειν καὶ ἀπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν ῥημάτων γίνεται.

268. αἵματι] τῷ ἐκ πολέμου, ὁμοίως καὶ λύθρῳ τῷ τῇ κόνει ἐπιμίκτῳ. τοῦ εὐχετάασθαι δὲ τὸ δεύτερον ᾱ συσταλτέον· τὰ γὰρ εἰς θαι ἀπαρέμφατα προπαροξυνόμενα βραχυπαράληκτά εἰσι, τὰ δὲ παροξυνόμενα μακροπαράληκτα.

270. θυέεσσιν] ἃ ἡμεῖς θυμιάματά φαμεν, οἱ δὲ Ἀττικοὶ θηλύ- ματα ἀπὸ τοῦ ἐκθηλύνειν. ἐπὶ δὲ τῶν ἐμψύχων κυρίως τὸ ἱερεῦσαι λέγεται, ὅ ἐστι σφάξαι.

272. καί τοι πολὺ φίλτατος αὐτῇ] ἵνα ἐκ προθυμίας ᾖ τὸ δῶρον.

280. Πάριν μετελεύσομαι] ἵνα μὴ διʼ Ἀνδρομάχην δοκῇ τῆς μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα τῶν ἡδέων προκρίνει· τοῦτο γάρ ἐστι φρονήσεως τὸ πάντα εἰδέναι, τὰ δὲ ὠφέλιμα αἱρετώ- τερα ἡγεῖσθαι.

282. ἐνδείκνυται διὰ τούτου τὸ ἀπειθὲς, μᾶλλον δὲ ἐμπαθὲς Ἀλλε- ξάνδρου. οὐκ εἶπε δὲ ὅτι σὺ αὐτὸν ἔτρεφες, ἵνα μὴ μᾶλλον λυπήσῃ αὐτὴν ὡς κακοῦ θρέπτριαν, ἀλλʼ ὁ Ὀλύμπιος.

283. οὐ προσέθηκεν οὐδὲ ἐνταῦθα τὸ σοί, ἵνα ἔτι ἔχῃ ἐλπίδας ὡς ἡ πόλις οὐχ ἁλώσεται.

284. εἰ κεῖνόν γε] εἰ εἶδον, φησὶν, αὐτὸν ἀλεσθέντα, ὑπέλαβον ἂν κατὰ φρένα χωρὶς ταλαιπωρίας καὶ θλίψεως ἐπιλαθέσθαι αὐτοῦ, καίπερ μὴ οὕτως διὰ τὸ φιλάδελφον ἐπιλαθόμενος.