Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

9. ἦν δέ τις] τοῦτο τὸ εἶδος διήγησις λέγεται. τρεῖς ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, πιθανότης, ἃπερ ἐνέθηκεν, τὸ ἔθνος, τὸ ὄνομα, τὸν τρόπον, τὴν τύχην, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετὴν παραστήσας.

Δάρης εἴρηται διὰ τὸ τὰ θύη ἐκδέρειν.

10. ἱρεύς] ἀπὸ τοῦ ἱερεὺς συνήλειπται ὡς πόλιες πόλις. ψιλοῦται δὲ, ἐπεὶ τὸ ι μακρὸν ψιλοῦται μὴ ὂν ἐκ κλίσεως μηδὲ διὰ χρείαν ἐκτεινόμενον.

15. πρότερος] πρότερος Διομήδους· οἰκεῖον δὲ τῷ προπηδῶντι καὶ προακοντίζειν. ἀεὶ δὲ τοὺς πρώτους εἰσάγει ἐπὶ τὸ πλεῖστον ὀλλυ- μένους. ἅμα δὲ παρίστησιν ὅτι θρασεῖς οἱ Τρῶες.

20. *Ἰδαῖος δʼ ἀπόρουσε] κατηγορεῖ καὶ τούτου Ζωΐλος, ὅτι λίαν, φησὶ, γελοίως πεποίηκε τὸν δαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα φεύγειν. ῥητέον οὖν ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς ὑπερασπίσων τῷ ἀδελφῷ, εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν [*](3. *ἐγχωρεῖ μέν οὕτως] ἐγχειρεῖ 12. ἀντιβολῆσαι] ἀνβολ μὲν οὖν 24. * συνήλειπται] συνείληπται 4. *τινὰ] τινὰς *τόλις] πόλεις)

231
ὥρμησεν. οἱ δὲ λέγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. ἢ ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν. τοιοῦτος εὑρίσκεται παῤ αὐτῷ καὶ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος καὶ ἀγνοῶν χρήσασθαι τῷ ξίφει κατὰ τοῦ πολεμίου.

λιπὼν περικαλλέα δίφρον] ἵνα ἀσχολία Διομήδει τὸ λάφυρον γένηται.

21. ἀδελφειοῦ κταμένοιο] κατακερτομεῖ αὐτὸν ὀνειδίζων τὴν δειλίαν· Ὀδυσσεὺς δὲ ὑπὲρ Λεύκου ἀγωνίζεται ἑταίρου μόνον ὄντος.

22. οὐδὲ γὰρ οὐδέ] ἡ μία μὲν περισσὴ ἀπόφασις· “οὐδὲ γὰρ οὐδὲ βίη,” “οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός” (Il. 6, 130). καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, ἡ ἑτέρα δὲ ἐπὶ τοῦ προσώπου. καὶ μὴ φονεύσαντι δὲ Διομήδει τὴν τῆς σφαγῆς ψῆφον δίδωσιν.

23. Ἥφαιστος ἔρυτο] ηὔξηται μὲν Διομήδης ἀντιτασσομένου θεοῦ, πεπαιδεύμεθα δὲ ἡμεῖς εὐσεβεῖν· καὶ γὰρ Ἑλλήνων ὁ θεὸς, ἀλλʼ ὅμως ἀμείβεται τὸν θεράποντα. εὐχάριστος δὲ ὁ Ἥφαιστος καὶ περὶ Θέτιν.

24. μὴ πάγχυ] ἐμφαίνει διὰ τούτου ὅτι παίδων ἑτέρων οὐκ εἶχεν ἐλπίδα Δάρης.

25. ἵππους δʼ ἐξελάσας] ἱππομανὴς ἀεὶ ὁ Διομήδης· Ἀργεῖος γὰρ, τὸ δὲ Ἄργος ἱππόβοτον.

26. κατάγειν] ἐν ταπεινῷ γὰρ τὸ ναύσταθμον, ἡ δὲ πόλις ἠνεμό- εσσα.

28. καὶ μὴν ἀπήλαστο τὸ ἅρμα. ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν. διό τινες ἔλεγον, παῤ ὄχεσφι πᾶσιν ὀρίνθη θυμὸς, ἵνʼ ᾖ οὕτως, τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφʼ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπιφέρει καὶ τῶν Τρώων τὸ πάθος.

31. Ἆρες Ἄρες] ἐπαναλήψεως ὁ τρόπος. ὁ δὲ Ἰξίων τὸ δεύτερον ὀξύνει· οὐδέποτε γὰρ κλητικὴ παρὰ τῷ ποιητῇ ἀναδιπλασιάζεται. ἔστι δὲ ἀντὶ τοῦ βλαπτικέ. ἡ παράδοσις δὲ οὐχ οὕτως ἔχει.

32. οὐκ ἂν δὴ] ἀγωγὸν τὸ ἐρωτηματικὸν, τὸ δὲ προστατικὸν καὶ [*](2. *ἐπέστησε] ἐπέσπεισε 5. * ἀγχόμενος] ἀγόμενος)

232
λυπηρόν. μάρνασθαι δὲ, ὅτι πυρώδης ὢν ὁ πόλεμος μαραίνει τοὺς πολλούς.

37. Τρῶας δʼ ἔκλιναν Δαναοί] εἰκότως ἐπὶ τῇ Ἄρεως ἀπουσίᾳ καὶ τῇ ταραχῇ ᾗ παρέσχον οἱ Δάρητος παῖδες τοῦτο γίνεται.

38. πρῶτος δὲ ἄναξ] ἄτοπον γὰρ εἶναι ἀργὸν καὶ τοῖς ἄλλοις ἐγκαλοῦντα.

39. Ἁλιζώνων] τῶν Παφλαγόνων, διὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί. καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ καὶ τὸ λεληθότως ἐπεῖπε· πρώτῳ γάρ φησι στρεφθέντι.

Ὀδίον] τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαροξύ- νεται.

40. μεταφρένῳ] μεθʼ ὅ εἰσιν αἱ φρένες. οὐδένα δὲ τῶν Ἀχαιῶν οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον.

43. Ἰδομενεύς παρὰ τὴν Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. εἶτα Μενέλαος· οὐ γὰρ συνεχώρει τὸ τραῦμα συνανδραγαθεῖν τῷ ἀδελφῷ.

44. Τάρνη ἐστὶν ἡ νῦν καλουμένη Σάρδις.

46. ἵππων ἐπιβησόμενον] ἐφαψάμενον τοῦ ἅρματος καὶ μέλλοντα τελειῶσαι τὴν βάσιν ἔφθασεν ἡ τοῦ πολεμίου πληγή.