Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

512. οὐδʼ Ἀχιλεύς] εἰδότας ὑπομιμνήσκει θρασυτέρους ποιῶν, καὶ ἡμᾶς εἰς ὑπόμνησιν ἄγει τῆς Ἀχιλλέως ἐξόδου καὶ ἐπιπόθησιν· ἅμα δὲ καὶ τὸ πρόσωπον αὔξει.

513. πέσσει] ἐπὶ πολὺ κατέχει. πολὺ δὲ τὸ μεταξὺ διάστημα μετὰ τὴν βλάστησιν τῶν καρπῶν ἄχρι τῆς πέψεως· ὅθεν καὶ τὴν παραβολὴν εἴληφε ταύτην.

515. Τριτογένεια] ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί.

*ἢ ἡ τὸ τρεῖν τοῖς πολεμίοις γεννῶσα, ἢ ἡ ἐπὶ τῷ Τρίτωνι πο- ταμῷ τῆς Λιβύης γεννηθεῖσα.

516. ὅθι μεθιέντας ἴδοιτο] οὐχ ἁπλῶς ὡς Ἀπόλλων τοὺς πάντας, ἀλλὰ τοὺς ἀμελεῖς. τοῦτο γὰρ διορθώσεως δύναται τυχεῖν, πταῖσμα ὂν ἑκούσιον· τὸ δὲ μὴ δύνασθαι φυσικόν.

517. ἔνθʼ Ἀμαρυγκείδην] νῦν ἀπὸ τῶν Ἑλλήνων ἤρξατο, ἐπειδὴ τότε ἀπὸ τῶν Τρώων. μοιρίδιον δὲ τὸν θάνατόν φησιν. καὶ τὸ ἐπέδησε δὲ καλῶς, ἐπεὶ κατὰ τὸν πόδα ἐβλήθη.

[*](12. *δυσπραγίᾳ] δυσπραξία 34. μ. δἐ τὸν] μοῖραν δἐ τὸν μ. Bergler.)
228

520. πῶς ἐν τῷ καταλόγῳ (Il. 2, 844) φησὶν ὅτι Θρήϊκας ἦγε σὺν Ἀκάμαντι, ὅσους Ἑλλήσποντος ἐντὸς ἐέργει, νῦν δὲ λέγει ὅτι Αἰνόθεν εἰληλούθει; ἢ τάχα οὗτοι μὲν πάντες περιῴκουν, τὰ δὲ βασίλεια ἐν Αἴνῳ ἦν τὰ αὐτοῦ.

522. ὕπτιος] εἰκότως ὕπτιος· σφοδρὰ γὰρ ἡ πληγὴ, ὅτι τὰ ὀστᾶ καὶ ἄμφω τὼ τένοντε συνηλόησεν ὁ λίθος.

523. χεῖρε—πετάσσας] τοῦτο ποιεῖ συμμαχίαν αἰτῶν.

526. *χολάδες καλοῦνται τὰ ἔντερα, ἐπειδὴ εἰς αὐτὰ χεῖται ἡ ξανθὴ χολὴ, τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνε- σθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν· ἤμελλε γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα.

τὰ παχέα ἔντερα· ὅθεν καὶ χόλιξ. χύντο δὲ, ὅτι μαλθακὰ καὶ ὀλ σθηρὰ τὰ ἔντερα.

534. χασάμενος] καλῶς οὐκ ἐπὶ αὐτῶν, ἀλλὰ χασάμενος, μήποτε γυμνωθῇ τῆς ἀσπίδος.

539. οὐκέτι] πλεονάζει τὸ ἔτι· παντοδαπὰς δὲ πληγὰς καὶ πτώματα διελθὼν ἐπαναπαύει τὸν ἀκροατήν.

540. ἄβλητος καὶ ἀνούτατος λέγεται ὁ ἔτι μήτε ἀπὸ δια- στήματος τρωθεὶς δόρατι ἢ ὀϊκτῳ μήτε ἐκ τοῦ σύνεγγυς ξίφει· τοῦτο γὰρ διαφέρει βολὴ τρώσεως. βάλλω ἐκ τοῦ πόρρω, ἐξ οὗ καὶ βολή· τιτρώσκω ἐκ τοῦ σύνεγγυς, ὃ ἡ τρῶσις.

541. δινεύοι] συστρέφοιτο· ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων καὶ τῶν ὑδάτων δῖναι καλοῦνται.

ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη] θεατὴν ἑαυτῷ ἀνέπλασε τῆς μάχης, ἵν᾿ ἀθορύβως σκοπῇ καὶ ἐν μέσοις τοῖς μαχομένοις, καὶ ἵνα ἀκριβῶς θεῷτο.

1. ἔνθʼ αὖ] τότε ὅτε καὶ πολλοὶ ἀπώλοντο.

Διομήδεϊ] πῶς ἐν τῷ καταλόγῳ δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα (Il. 2, 768) τὴν πρώτην ἀριστείαν οὐ τούτῳ, τῷ δὲ Διομήδει ἀνατί- θησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν τὴν μάχην ἦν ἄριστος, ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ [*](6. *συνηλόησεν] συνηλοίησεν. In Laurent. 32, 3 est συνηλλοίωσεν. 10. * ἀπόκρισιν] διάκρισιν)

229
τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωται· οἱ γὰρ νεανίσκοι καὶ θυ- μώδεις ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπίδοσιν ἀναφέρονται. ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν· ἧττον γὰρ ἀπεδίδρασκε καὶ διὰ τὸ δέος Ἀχιλλέως καὶ διὰ τῶν ὅρκων τὴν ὑποψίαν. καλῶς δὲ ὁ Διομήδης προτρέπεται ἰοίᾳ· ἡ γὰρ κοινὴ πρὸς τὸ πλῆθος προτροπὴ τὸν καθʼ ἔνα ἀμελέστερον ἐργάζεται, ἡ δὲ πρὸς ἕνα τινὰ μονομαχία εὐθαρσέστερον καὶ γενναιότερον.

2. *μένος καὶ θάρσος] τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θάρσος τῆς ψυχῆς· ἵν᾿ οὖν δύνηται καὶ θαρρῇ, ἀμφότερα δέδωκεν αὐτῷ· πολλοὶ γὰρ δύνανται μὲν, οὐ θαρροῦσι δέ. θάρσος δὲ κατὰ μὲν τοὺς Στωϊκοὺς φιλοσόφους τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοιεν, κατὰ δὲ τοὺς ἐξ Ἀκαδημίας καὶ τοὺς Ἐρετρι- κοὺς ἐπίτασις θαρραλέα, κατὰ δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρείους εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς, ὥς φησιν ὁ ποιητὴς “καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκεν᾿ (Il. 17, 570). τί θάρσος οὖν ἐστί; τὸ εὔλογον παράστημα τῆς ψυχῆς, θράσος δὲ τοὐναντίον. ἕτερον γὰρ ἑτέρου χαριζόμενον ἄπρακτον. οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. Θαρσὼ δὲ παρά τισιν ἡ Ἀθηνᾶ τιμᾶται. λέγεται δὲ θάρσος τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. ἔκδηλος δὲ ὅτι ἐπεσκοπεῖτο ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς.

μετὰ πᾶσιν] ἀντὶ τοῦ ἐν πᾶσιν εἰς τὸ “σφῶϊ μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόοντας” (Il. 4, 341).

3. ἄροιτο] ἀπὸ τοῦ αἴρω. ἔστι δὲ μέσου δευτέρου ἀορίστου.

4. ἄλλο φῶς ἀντὶ Ἀχιλλέως τοῖς Ἕλλησιν ἤστραψεν ὁ ποιητής. ἀστέρα δὲ ἐνταῦθα τὸν Ἀρκτοῦρον λέγει.

6. λείπει ἡ ἔξ. Ὠκεανὸς δὲ ὁ ὁρίζων, παρὰ τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων. ὥσπερ δὲ ἐπὶ σωμάτων τὰ λαμ- πρότερα λελοῦσθαί φαμεν, οὕτως καὶ ἐπὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων. καὶ “πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοάων” (Il. 18, 240).

**Κλέανδρος ὁ Συρακούσιος ἐν τῷ περὶ τοῦ ὁρίζοντος Ὅμηρόν φησι πρῶτον ἔννοιαν ὁρίζοντος δηλῶσαι, οὐκ ὀνομάσαντα μὲν ὁρίζοντα (μαθηματικὴ γὰρ ἥδε ἡ κλῆσις), εἰπόντα δὲ ἐπὶ τοῦ κυνὸς “λαμπρὸν παμφαίνων Ὠκεανοῦ·” ὁ γὰρ τοιοῦτος ἄνεισι μὲν ἐκ τοῦ Ὠκεανοῦ, ὅτε ἔτι κέκρυπται, ὑπερκύψας δὲ τὸν ὁρίζοντα λαμπρὸν παμφαίνησι λελουμένος Ὠκεανοῖο· οὐ λέληθε δὲ καὶ τὸν Ἄρατον ἁρπάσαντα τὴν φωνὴν ἐπὶ τοῦ ὁρίζοντος φάναι “ὑψόθεν Ὠκεανοῖο” (26).

230

7. *πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων] ἀδύνατον τοῦτο· πῶς γὰρ ἂν ἔζησεν ὁ οὕτω καιόμενος ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤμων; ἐγχωρεῖ μὲν οὕτως τῷ ἔθει λύειν, ὅτι συγκεχώρηται τὸ δοκεῖν τοὺς θεοὺς δύνασθαι τοιαῦτα δρᾶν τινὰ, ἃ τοῖς πάσχουσιν ἀκίνδυνά εἰσι κατὰ τὴν ἐκείνων προαίρεσιν· λύεται δὲ καὶ ἐκ τῆς λέξεως διχῶς, ἢ ὅτι τὸ πῦρ οὐ κυριολογεῖ, ἀλλʼ ἐπὶ τῆς λαμπηδόνος τίθησιν, ἢ ὅτι μετωνυμι- κῶς ἀπὸ κρατός τε καὶ ὤμων λέγει ἀπὸ τῶν περιεχομένων ἐπὶ τὰ περιέχοντα· προείρηται γὰρ δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ. ἢ καὶ ἐκ τοῦ ἔθους· εἴωθε γὰρ ἐπὶ τῶν μαχομένων τὸ πῦρ λαμβάνειν εἰς παράστασιν τῆς συντόνου καὶ ἐνθέρμου ὁρμῆς· “ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο” (Il. 11, 596) καὶ “μάχης καυστειρῆς ἀντιβολῆσαι” (Il. 4, 342). καὶ τὰ περὶ τὸν Διομήδη οὖν παραστατικὰ τῆς κατὰ τοὺς ὤμους καὶ τὰς χεῖρας ἐνθέρμου ὁρμῆς καὶ τῆς κατὰ τὴν κεφαλὴν πυκνοτέρας ἐπιστροφῆς· οὕτω γὰρ καὶ κορυθαίολος εἴρηται.

πῦρ ἐνταῦθα τὴν λαμπηδόνα καλεῖ.

8. κατὰ μέσσον] ἐκεῖ γὰρ ἡ μάχη τὰ τῶν πολεμιστῶν ἄνθη συναγείρει ἀεί.