Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

700. οὔτε ποτὲ προτρέποντο]τὸ γὰρ προτροπάδην φεύγειν ὄνειδος ἡγεῖ- ται. ἐπεξηγεῖται δὲ αὐτὸ σαφέστερον διὰ τοῦ “αἰὲν ὀπίσσω χάζοντο.

703. διὰ τοῦ α τὸ ἐξενάριξαν.

704. χάλκεος Ἄρης] αὔξων τὴν Ἕκτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει. οὐκ ἀτόπως δὲ τρωθήσεται καὶ δι᾿ ἑαυτοῦ φονεύων ὁ Ἄρης.

[*](2. συνδαίτας scripsi pro συνδιαίτας. extra seriem scriptum nullo prae- V. Thes. vol. 7 p. 1257. fixo numero, sed signo ?? Pariter 7. τοῖος Bekk.] καὶ τοῖος p. 266, 34. 270, 31. 31. διὰ τοῦ α τὸ ἐξενάριξαν] Hoc)
266

708. τὸ Ὕλη ἐνταῦθα μὲν συστέλλει, ἐν δὲ τῷ καταλόγῳ ἐκτείνει “ἠδ᾿ Ὕλην καὶ Πετεῶνα” (Il. 2, 500).

μέγα πλούτοιο μεμηλώς] μεγάλως τῆς γεωργίας ἐπιμελόμενος, ὅπως ἐκ ταύτης κτήσαιτο πλοῦτον.

709. κεκλιμένος] ἀντὶ τοῦ παρακείμενος, ὡς τὸ “αἵθ᾿ ἁλὶ κεκλί- αται” (Od. 4, 608).

722. Ἥβη δ᾿ ] ὑπηρετικήν τινα τὴν Ἥβην παρεισάγει ὁ ποιητής· καὶ ἀνωτέρω γὰρ (Il. 4, 2) εὐωχουμένοις τοῖς θεοῖς διηκόνει. ἐν δὲ τοῖς ἑξῆς (905) καὶ τὸν Ἄρεα λούει· παρθενικὸν γὰρ τὸ τοιοῦτον, ὡς Τηλέμαχον Πολυκάστη (Od. 3, 464). τὸν δὲ τῆς Ἥρας δίφρον οὕτως ἡ Δημὼ φυσιολογεῖ. Ἥραν γάρ φησιν εἶναι τὸν ἀέρα, τὴν δὲ φύσιν τοῦ στοιχείου τὸν ποιητὴν ἐκτιθέμενον τὰ μὲν περίγεια αὐτοῦ μέρη, ἅπερ ἐστὶ ζοφωδέστερά τε καὶ πολὺ τὸ γεῶδες ἔχοντα, ταῖς παχυτέραις ὕλαις εἰκάζειν, χαλκῷ τε καὶ σιδήρῳ· καὶ χρυσὸν δὲ μερικῶς ἐγκατέμιξεν, ἴσως διὰ τὸ ποσῶς ὑπὸ ἡλίου φωτίζεσθαι· τὰ δὲ μετεωρότερα, τὸν ῥυμόν φημι, ἀργύρεον λέγει, τὸ δὲ πάντων ἀνω- τέρω καὶ συνημμένον τῷ αἰθέρι χρύσεον ζυγόν (συνέζευκται γὰρ τού- τῳ), ἱμάντας δὲ χρυσοῦς καὶ ἀργυροῦς τοὺς ἐξ ἡλίου καὶ σελήνης φωτισμοὺς, δύο δὲ ἄντυγας τὸ ὑπόγειόν τε καὶ ὑπέργειον ἡμισφαί- ριον.

723. τὰ μὲν ἐνεργῆ μέρη τοῦ ἅρματος ταῖς στερεαῖς ὕλαις κοσμεῖ, τὰ δὲ ἄλλα ταῖς πολυτελέσιν.

ὀκτάκνημα] κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἕως τῆς τοῦ τροχοῦ διήκουσαι ῥάβδοι.

ἄξονι] ἄξων τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκατέρου τροχοῦ ξύλον.

724. ἴτυς] ἡ ἁψὶς εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἐμπήγνυνται.

725. * ἐπίσσωτρα] τὰ ἐπάνω τῶν τροχῶν σίδηρα, ἃ καὶ κανθοὶ καλοῦνται, ἤγουν ὁ ἔξωθεν τὸν τροχὸν συνέχων σίδηρος ἢ χαλκὸς, ἃ καὶ στέφανοι.

ἐπίσσωτρον τὸ εἰς γῆν κυλινδούμενον, ἤτοι τοῦ παντὸς περιφεροῦς τὸ τελευταῖον.

ἔν τισι διὰ τοῦ ο ὀπίσσωτρα.

[*](5. *ἁλὶ] ἄλιον 13. * τὸ γεῶδες] τὸ om. 28. * ἐμπήγνυνται] μίγνυνται)
267

726. πλῆμναι λέγονται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος· ταύ- τας δὲ ἔνιοι χνόας ὀνομάζουσι. καλῶς δὲ καὶ τὸ εἰσί πρὸς ἀληθείας ὑπόληψιν. εἰσὶ δὲ πλῆμναι αἱ χοινικίδες.

727. δίφρος] ἀπὸ τοῦ δύο φέρειν.

728. ἄντυγες] τὰ ἐπὶ τοῦ δίφρου ἡμίκυκλα, ἔνθεν καὶ τὰ ἡνία ἐξάπτονται.

729. ῥυμός] τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ τοῦ ἐρύειν.

730. ζυγὸς παρὰ τὸ δύο εἰς ἓν αὐτὸν ἄγειν.

λέπαδνα] τὰ περιτραχήλια τῶν ἵππων κύκλα.

734. πέπλον] πρέπω πρέπαλος πέπαλος πέπλος. τὸ δὲ κατέ- χευεν ἀντὶ τοῦ τὰς περόνας λύσασα καταφέρεσθαι ἀφῆκε. γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως παρέστησεν.

736. ἡ] δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀντωνυμικόν. τινὲς δὲ ψιλοῦσι, σύνδεσμον ἐκδεχόμενοι τὸν η ἠδέ, κακῶς. οὗτος δὲ ὁ χιτὼν ἐπιτήδειός ἐστιν ἐν πολέμῳ, ἵν᾿ ᾖ ἴση περιβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος. τεύχεσι δὲ λέγει τῇ αἰγίδι καὶ τῇ περι- κεφαλαίᾳ.

739. δεινήν] διὰ τὸ δυνάμεις ἀρεαϊκὰς ἐντετυπῶσθαι ἐν αὐτῇ. ἐστεφάνωτο] κύκλῳ περιείχετο· ἀναστρεπτέον δὲ τὴν περι.

740. ἐν δ᾿ Ἔρις] ἄδηλον εἰ εἴδωλα ταῦτά ἐστιν ἢ διαθέσεις, ὡς τὸ “ἔνθ᾿ ἔνι μὲν φιλότης” (ΙΙ. 14, 216).

741. * Πορφυρίου. διὰ τί ποτὲ μέν φησι τὴν κεφαλὴν τῆς Γορ- γόνος ἐν Ἅιδου εἶναι, λέγων “μή μοι Γοργείην κεφαλὴν δεινοῖο πε- λώρου ἐξ Ἅιδου πέμψειε” (Od. 11, 633), ποτὲ δὲ τὴν Ἀθηνᾶν ἔχειν ἐν τῇ αἰγίδι, λέγων “βάλετ᾿ αἰγίδα θυσσανόεσσαν,” καὶ ἐπάγει “ἐν δ᾿ ἔρις, ἐν δ᾿ ἀλκὴ, ἐν δὲ κρυόεσσα ἰωκὴ, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου.” φησὶ δ᾿ Ἀριστοτέλης ὅτι μήποτε ἐν τῇ ἀσπίδι οὐκ αὐτὴν εἶχε τὴν κεφαλὴν τῆς Γοργόνος, ὥσπερ οὐδὲ τὴν Ἔριν οὐδὲ τὴν κρυόεσσαν ἰωκὴν, ἀλλὰ τὸ ἐκ τῆς Γοργόνος γιγνό- μενον τοῖς ἐνορῶσι πάθος καταπληκτικόν. καὶ μήποτε πάλιν ῥητέον ὅτι οὐκ αὐτὴν εἶχεν, ἀλλ᾿ ὅτι γεγραμμένον τῇ ἀσπίδι ὥσπερ σημεῖόν [*](2. *χνόας] χήσας co additum s. v. φόβος. 9. ἐν αὐτὸν] ἑαυτὸν 23. * Πορφυρίου] om. Eadem 19. *αὐτῇ] αὐτοῖς fere traduntur in scholio ad Odyss. 20. Sequitur in B excerptum 11, 634. V. Rosium p. 162. manus secundae ex Zonarae Lexi-)

268
τι. ῥητέον δὲ ὅτι οὐδὲ Ὀδυσσεὺς λέγει ὡς ἦν ἐν Ἅίδου ἡ Γοργόνος κεφαλὴ, ἀλλ᾿ ὅτι αὐτὸς ἐφοβήθη μὴ τοιοῦτος δαίμων ἐκπεμφθῇ· φοβηθεὶς οὖν οὐκ ἰδεῖν. ἢ ὅτι ἡ μὲν ψυχὴ ἐν Ἅίδου, τὸ δὲ σῶμα ἐν τῇ ἀσπίδι. καὶ Γοργείην κεφαλὴν οὐ πάντως τὴν τῆς Γοργόνος, ἀλλά τινα φοβερὸν δαίμονα, ὡς “τοίην γὰρ κεφαλὴν πόθεον υἷες Ἀχαιῶν.”

οἷον κατάστημά τι γοργότητος δεινὸν ἦν καὶ βλοσυρόν. Ἡσίοδος γὰρ τὸν τῶν Γοργόνων μῦθον διέπλασε.

*πέλωρ ὄνομα οὐδέτερον· σημαίνει δὲ τὸ ἐξαίσιον καὶ φοβερὸν, καὶ γίνεται παρὰ τὸ πέλω τὸ ὑπάρχω καὶ τὸ ὤρα, ὃ σημαίνει τὴν φροντίδα, οἷς ὑπάρχει ἀεὶ ἡ φροντὶς διὰ τὸ μέγεθος. ἐτυμολογεῖται δὲ οὕτως· παράγεται δὲ παρὰ τὸ προσπελάζειν καὶ προσεγγίζειν τῷ Ὠρίωνι, ὡς λέγει ὁ ποιητὴς ἐν τῳ Χ, διὰ τὸ μέγεθος αὐτοῦ, ὅτι εἶδεν ὁ Πρίαμος τὸν Ἀχιλλέα “παμφαίνονθ᾿ ὥστ᾿ ἀστέῤ ἐπεσσύμενον πεδίοιο, ὅς ῥά τ᾿ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετ᾿ ἄστρασι νυκτὸς ἀμολγᾷ, ὅν τε κύν᾿ Ὠρίωνος ἐπίκλησιν καλέουσι· λαμπρότατος μὲν ὅ γ᾿ ἐστὶ, κακὸν δέ τι σῆμα τέτυκται.” λοιπὸν πέλωρ πέλωρος, τὸ οὐδέτερον πέλωρον.

742. σμερδνή] ὡς ἀλαπάζω ἀλαπαδνός, οὕτως μερίζω μεριδνός καὶ σμερδνός.

*μερίζεται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ φόβῳ, καὶ οὐκ ἐᾷ ἐν τῷ αὐτῷ μένειν.

*τέρας] τὸ σημεῖον. διαφέρει δὲ ὅτι τὸ μὲν τέρας ἐστὶ τὸ παρὰ φύσιν γινόμενον πρᾶγμα, οἷον ἐπὶ τῆς στρουθοῦ (ΙΙ. 2, 313)· οὐδέ- ποτε γὰρ ἡ στρουθὸς ὀκτὼ γεννᾷ· σημεῖον δὲ τὸ παρὰ τὴν κοινὴν συνήθειαν γινόμενον.