Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

744. ἑκατὸν πόλεων πρυλέεσσ᾿ ἀραρυῖαν] εἶχε γὰρ, φασὶν, ἐν ἑαυτῇ ὁπλίτας τετυπωμένους πόλεων ρ΄. ὑποτυποῖ δὲ ἡμῖν τὸ μέγε- θος τῆς φερούσης· εἰ γὰρ ἡ κόρυς τοσαύτη, πόσον τὸ μέγεθος τῆς περικειμένης; καὶ ἐπὶ Ποσειδῶνος “ὅσον τ᾿ ἐννεάχιλοι” (ΙΙ. 14, 148)· οὐ γὰρ εἰπὼν τὸ μέγεθος αὐτοῦ, ὥσπερ οὐδὲ τὸ τῆς Ἀθηνᾶς, κατ᾿ ἔμφασιν δέδωκε συλλογίζεσθαι πηλίκος ἦν ὁ τὴν τοιαύτην φωνὴν ἔχων.

[*](3. φοβηθεὶς] φοβηθ᾿ sertatione de hyperbole p. 6] 27. *φασὶν] φησὶν πολίτας 28. ὁπλίτας Hermannus in dis- 29. φερούσης] * φερούσης αὐτὴν )
269

745. φλόγεα] τὰ κατὰ τὴν κίνησιν ὡς πῦρ, ἢ μᾶλλον ἀεί.

746. οὐκ ἄνδρας εἶπεν, ἀλλ᾿ ὑπερφυῶς στίχας ἀνδρῶν.

749. Ὧραι] ἐπεὶ τὴν τῶν οὐρανίων τάξιν καὶ τοὺς καιροὺς διοι- κοῦσιν. ἐμφαίνεται δὲ καὶ τὸ ἀξίωμα τῶν θεῶν, εἴ γε ἑκοῦσαι αἱ πύλαι εἴκουσιν αὐταῖς. οὐρανὸν δὲ νῦν τὸν ὑπὲρ τὰ νέφη λέγει τόπον.

*ἔχον] τὸ ἔχον ἐνταῦθα ἀντὶ τοῦ ἐφύλασσον.

752. κεντρηνεκέας] τοὺς οὕτω φέροντας ἑαυτοὺς καὶ τοὺς ἐπιβά- τας ὡς ὑπὸ κέντρου μαστιζομένους, παρὰ τὸ κέντρον καὶ τὸ ἐνεγκεῖν.

757. Ζεῦ πάτερ] χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα παρὰ γνώμην τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ τοῦτο οὐκ ἀνα- μένει: ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος, ὡς καὶ Ζεὺς “οὔ τοι, τέκνον ἐμὸν, δέδοται πολεμήϊα ἔργα” (428).

759. ἕκηλοι] δασυντέον· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεται, εἰ μὴ ἐκ κλίσεως εἴη. σεσημείωται τὸ ἐκεχειρία.

760. τέρπονται] πιθανῶς, ἵνα μὴ δοκῇ μάτην τετρῶσθαι.

765. ἔπορσον Ἀθηναίην] ἄνωθεν κατασκευάζει τὴν τρῶσιν Ἄρεως. ἄλλως τε τὸν ταραχώδη ἡ τῆς συνέσεως προεστηκυῖα καταλύει.

770. διὰ τοῦ ἐν ἡμῖν ὀξυτάτου ἐδήλωσε τὸ τάχος τῶν ἵππων· ὅσον γάρ τις ἐκτείνει τὴν ὄψιν, εἰς τὸν παρὰ θάλασσαν ἀτενίζων ἀέρα, μηδενὸς ἀντιπίπτοντος, ἀλλὰ τοῦ ὁρωμένου παντὸς ἀέρος ὄντος, τοσοῦτον, φησὶν, ἐστὶ τὸ βῆμα τῶν θείων ἵππων ὁρμώντων. ἠεροειδὲς δὲ τὸ τοῦ ἀέρος εἶδος.

*Πορφυρίου. ἀέρα λέγει τὸ ὁμιχλῶδες καὶ ἀόρατον· “ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖ᾿ ἦν” (Od. 9, 144)· ὅθεν καὶ ἠεροφοῖτις Ἐρινύς (ΙΙ. 9, 571) ἡ σκοτεινῶς καὶ ὁμιχλωδῶς φοιτῶσα. τὸ οὖν ἠεροειδές ὅσον εἶδε μέχρι τοῦ ἀεροειδοῦς, τουτέστι τοῦ ἀφανοῦς καὶ ἀχλυώδους. ἠερόφωνοι οὖν κήρυκες, ὧν ἡ φωνὴ καὶ μέχρι τοῦ ἀφανοῦς καὶ ἀχ- λυώδους διικνεῖται, ὅπερ ἐν ἄλλοις “φωνὴ δ᾿ αἰθέῤ ἵκανεν” (ΙΙ. 15, 686). ἀφανὴς δὲ οὗτος ἀνθρώποις.

772. ὑψηχέες] ὑψαύχενες, ἤτοι εἰς ὕψος ἀειρόμενοι μετὰ ἤχου. ἄριστοι γὰρ οἱ κυμβαλίζοντες ἵπποι.

774. τὸ σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν ἐπάγει πληθυντικὸν, καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγωγῇ· “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε” (Od. 10, 513) “εἰ [*](3. *τάξιν καὶ] καὶ om. *διοικοῦσιν] διακρίνει. 24. *Πορφυρίου] om. )

270
δέ κ᾿ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων” (Il. 20, 138). ἀλλαχοῦ δὲ “μεσσηγὺ Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων” (Il. 6, 4).

776. ἠέρα πουλὺν] ἀντὶ τοῦ πολλήν. ἀεὶ γὰρ θηλυκῶς φησὶ καὶ τὸ σκότος δηλοῖ τὸ δὲ ἐπὶ τοῦ συνήθους ἅπαξ εἶπε “δι᾿ ἀέρος αἰθέῤ ἵκανεν” (Il. 4, 288).

777. τοῖσιν δ᾿ ἀμβροσίην Σιμόεις] ποιητικοῦ κάλλους ἴδια ταῦτα, ὡς καὶ ἐπὶ τοῦ λέχους τοῦ Διός (Il. 14, 347). καλῶς δὲ οὐχ ὁ Σκάμανδρος ἀνέτειλε· Τρωσὶ γὰρ ἦν βοηθὸς οὗτος.

778. ἴθμαθ᾿ ὁμοῖαι] τὴν ὁρμὴν καὶ τὴν πτῆσιν· ἄτοπον γὰρ τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευασμένας. ἄλλως. καλῶς τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιστεραῖς εἴκασεν· ἀφανῆ γὰρ αὐτῶν τὰ ἴχνη, ὡς Ἀριστοτέλης. ἢ καὶ διὰ τὸ καθαρὸν, ἢ διὰ τὸ ταχύ.

*οὐ περιστεραὶ γενόμεναι, ἀλλ᾿ ὅμοιαι τοῖς ἴθμασιν ἤγουν τοῖς ὁρμήμασι καὶ ταῖς πτήσεσι τῶν περιστερῶν εἰς τὸ στρατόπεδον ἔρχονται· τὸ γὰρ ὡς πελειάδας τὰς θεὰς πορεύεσθαι ἀπρεπές.

785. Στέντορι] τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγα- λοφωνίας ἐρίσαντα λέγουσιν ἀναιρεθῆναι, αὐτὸν δὲ καὶ τὴν διὰ κόχλου μηχανὴν εἰς τὰς μάχας εὑρεῖν. ἔθος δὲ Ὁμήρῳ τοῖς μὴ παροῦσιν εἰκάζειν τοὺς θεούς.

786. ἔν τισιν οὐκ ἦν ὁ στίχος, διὰ τὴν ὑπερβολὴν ταύτην τὴν ψυχράν.

788. Ἀχιλλεύς] οὐκ ἐῷ λήθῃ δίδοσθαι τὸ ὄνομα τοῦτο ὁ ποιητής.

789. Δαρδανιάων] τῶν Σκαιῶν· φησὶ γὰρ “ἀλλ᾿ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανον” (Il. 9, 354).

795. ἀναψύχοντα, τό μιν βάλε] γυμνοῦντα πρὸς τὸ ἀποβαλεῖν τὸν λύθρον. οὐ τὸ ἕλκος δὲ ἔβαλεν, ἀλλὰ βαλῶν εἰργάσατο ἕλκος, ὡς τὸ “νεκρὸν ἄγειν προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς” (Il. 24, 151). πάντως γὰρ ὁ κτανὼν νεκρὸν εἰργάσατο. ἀνδρείου δὲ καὶ καρτερικοῦ τὸ μὴ εἰς τὰς ναῦς μετὰ τὸ τραῦμα ἀναχωρῆσαι.