Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

642. χήρωσε] αὕτη ἡ μεταφορὰ τὴν μετὰ λύπης ἐδήλωσεν ἐρη- μίαν. τὸ δὲ κακός ἀντὶ τοῦ δειλός.

649. ἀνέρος ἀφραδίῃσιν] εὐτέλισε τὴν δύναμιν Ἡρακλέους, τὴν ἀδικίαν Λαομέδοντος αἰτίαν εἶναι φήσας τῆς ἁλώσεως. ἔδει δὲ ἐπαγαγεῖν, σὺ δὲ ἀδίκως πολεμῶν ἀλώσῃ, οὐχ αἱρήσεις ἡμᾶς δικαίως πολεμοῦντας· ὁ δὲ θυμῷ φερόμενος ἐκομμάτισε τὸ ἔπος. ἢ ἠθικὸς ὁ λόγος, οἷον ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ δὲ σέ· τὰ δὲ ἐν μέσῳ πρὸς μείωσιν Ἡρακλέους ἐστίν.

651. οὐδ᾿ ἀπέδωχ᾿ ἵππους] ἐξ ἀμφοῖν δηλοῦται ἡ ἱστορία· ὁ μὲν γάρ φησιν ὅτι διὰ ἵππους, ὁ δὲ διὰ ποίους ἵππους. λέγει δὲ τὴν περὶ τὸ ἀμφίχυτον τεῖχος ἱστορίαν (ΙΙ. 20, 145).

653. ἐξ ἐμέθεν τεύξεσθαι] ὁ μὲν Τληπόλεμος πρότερος καυχη- σάμενος ἀναιρεῖται, ὁ δὲ Σαρπηδὼν μόνον τιτρώσκεται, ἐπεὶ ἀνταλα- ζονεύεται.

654. κλντοπώλῳ] ἐνδόξους ἵππους ἔχοντι, ἢ οὗ κλυτή ἐστιν ἡ ἐπιπώλησις, οἷον ἀκουστὴ διὰ τὰς ἐπὶ τοῖς ἀποθνήσκουσιν οἰμωγάς. ἢ ἔοικε τῷ ἐπιθέτῳ καὶ κατὰ τοῦ Ἅιδου κεχρῆσθαι διὰ τὴν τῆς Περ- σεφόνης ἁρπαγήν. ἢ κλυτοπώλῳ τῷ ἱππικῷ. ἁρμόδιον τὸ ἐπίθετον· ἅμα γὰρ νοήματι τὰ πανταχοῦ ζῷα καταλαμβάνει.

656. ὁ μὲν Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει καὶ ὀξύνει, οἱ δὲ περὶ Ἡρωδιανὸν περισπῶσι καὶ προσγράφουσι, παρὰ τὸ [*](2. Addit B folio 75 b excerp- πολυποίκιλον—πονηρᾶς] πολυποίκι- tum ex Suida s. v. Ἡρακλῆς Ἀλκ- λον δράκοντα τουτέστι τὸν τῆς πονηρᾶς μήνης (οὗτος ὁ Ἡρακλῆς—ἄχρι θανά- ῥοπάλου τῆς] ῥόπαλον ἤγουν τῆς του) cum hac scripturae diversitate, ἔχοντα περιβόλαιον—λέοντος] ἔχοντα quam communem habet cum cod. ὡς περιβο τὴν δορὰν τοῦ λέοντος ἤγουν Lips. τὴν φρόνησιν Ἡρακλῆς Ἀλκμήνης υἱός· τοῦτον] μῆλα, ὅ ἐστι] μῆλα τουτέστι οὗτος ὁ Ἡρακλῆς ἦν Πίκου τοῦ καὶ Διὸς καὶ τὸ μὴ φιλαργυρεῖν] κοὶ om. υἱὸς καὶ Ἀλκμήνης· τοῦτον ἰὸν] υἱὸν ῥόπαλον—μῆλα] ῥόπαλον φέροντα 4. ἀεὶ] αἰεὶ τῇ δεξιᾷ χειρὶ, τῇ δ᾿ ἀριστερᾶ τρία μῆλα 12. *ἀλώσῃ] ἁλώσειν )

264
ἅμα καὶ τὸ ἀρτῶ περισπώμενον. οὕτως δὲ αὐτὸ καὶ ἡ συνήθεια δέχεται, καὶ τοῦτο ἐπεκράτησεν.

659. νὺξ ἐκάλυψεν] τοῦ βρόγχου διαιρεθέντος καὶ τῆς ἀναπνοῆς εἰργομένης ταχὺς ὁ θάνατος ἐπεγένετο. ὑπὸ συγγενοῦς δὲ ἀναιρεῖται, ὅτι καὶ συγγενῆ ἀνεῖλε τὸν Λικύμνιον· “φίλον” γὰρ “μήτρωα κατέκτα” (Il. 2, 662).

662. πατὴρ δ᾿ ἔτι] προαναφωνεῖ μὲν διὰ τοῦ ἔτι τὸν τοῦ Σαρπη- δόνος θάνατον, παραμυθεῖται δὲ καὶ τὴν ἧτταν τοῦ πολεμίου, ἀργὸν ποιήσας αὐτόν.

667. ἐπ᾿ αὐτῷ ταρασσομένων, ἢ οἷον ἐπιβῆναι αὐτὸν σπευδόντων. ἄκρως δέ ἐστι μιμητὴς ἀληθείας ὁ ποιητής· πολλὰ γὰρ τῶν χρησί- μων σπεύδοντες παρορῶμεν.

670. μαίμησε δέ οἱ] συνεπάθησε, φησὶ, καὶ συνήλγησε τῷ νεκρώ.

671. μερμήριξε] διδάσκει δι᾿ Ὀδυσσέως κἀν τοῖς κινδύνοις φρο- νήσει δεῖν χρῆσθαι, μὴ θυμῷ καὶ πάθει.

672. προτέρω] ἀπὸ τοῦ προσσοτέρω γέγονεν ἐν συγκοπῇ.

683. ὀλοφυδνόν] οἰκτρὸν καὶ ταπεινὸν διὰ τὸ ἐπιθυμεῖν ἐν τῇ σφετέρᾳ ἀποθανεῖν. ἐπιρραπίζει δὲ διὰ τούτων ὁ ποιητὴς τοὺς οἰομέ- νους τὸ μὴ ἐν τῇ οἰκείᾳ ἀποθανεῖν μηδὲν εἶναι. Χρομίος καὶ Ὀδίος καὶ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων τιθέ- μενα παροξύνεται, πλὴν τοῦ Ἄνιος, Ξένιος, Κρόνιος, Ἅλιος.

686. ἐπεὶ οὐκ ἄῤ ἔμελλον ἔγωγε] ἐντέχνως ὑπομιμνήσκει τῆς συμμαχικῆς χάριτος τὸν Ἕκτορα.

689. οὔτι προσέφη] πέπονθε γὰρ τῇ ὄψει καὶ τῷ λόγῳ. ἀλλ᾿ οὐδὲ ἀδολεσχίας ὁ τοιοῦτος ἦν καιρός.

690. λελιημένος] τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος· λια- ρὸν γὰρ τὸ θερμόν.

693. ἀπαγαγὼν ἡμῶν τὸν νοῦν τῆς μάχης ὑπὸ ἀνθηρὸν ἵζει δρῦν τὸν τραυματίαν. καλῶς δὲ αὕτη ἱερὰ τοῦ Διὸς, ἐπεὶ βαλάνοις πρώην ἐχρῶντο, καὶ ἵνα ὑπὸ τοῦ πατρὸς ἰαθῇ· πλησιάζον γὰρ ἦν καὶ ἱερὸν, εἰς ὃ παρεγένετο, εἰ καὶ ἐπὶ δρῦν λέγει.

695. * Πορφυρίου. ὅς οἱ φίλος ἦεν ἑταῖρος] τοὺς ἑταίρους ἀπὸ τῶν φίλων διαιρεῖ· οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, οἱ δὲ φίλοι οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες, ὥσπερ καὶ ὁ ἔτης καὶ [*](3. *βρόγχου] βρόγχμου 14. *κἀν] καὶ 8. *πολεμίου] πολέμου 32. * Πορφυρίου] om.)

265
ὁ γείτων· ἔται μὲν γὰρ οἱ συνέστιοι, γείτονες δὲ οἱ πλησίον μένοντες “γείτονες ἠδὲ ἔται” (Od. 4, 16). καὶ ὅτι ἑταίρους συνδαίτας οἶδεν “ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπινιστής” (Il. 17, 577)· καὶ “ἐρίηρας ἑταίρους” (Od. 9, 100) τοὺς διὰ τῆς χρείας φίλους· καὶ ''Ἕκτορι δ᾿ ἦεν ἑταῖρος” (Il. 18, 251), παραλιπὼν ἐνταῦθα τὸ εἶδος. ὁμοίως δ᾿ αὖ “σοὶ δ᾿ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἣν σὺ μενοινᾷς· τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ᾿ ἕψομαι αὐτός” (Od. 2, 285)· καὶ “ἑγὼ δ᾿ ἀνὰ δῆμον ἑταίρους αἶψ᾿ ἐθελοντῆρας συλλέξομαι” (ib. 292). καὶ μετα- φέρων ἐκ τοῦ ἐῦκνήμιδας Ἀχαιοὺς λέγει “Τηλέμαχ᾿ , ἤδη μέν τοι ἐϋκνήμιδες ἑταῖροι (ib. 402), καὶ ἐκ τοῦ κομόωντες Ἀχαιοί “εὗρεν ἔπειτ᾿ ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους lib. 408). φίλος δὲ υἱὸς, καὶ φίλη μήτηρ, καὶ φίλα γυῖα, καὶ φίλαι χεῖρες. καὶ διακρίνων “ἢ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ, ἠὲ φίλων ἐν χερσὶν. ἐπεὶ πόλεμον τολύπευσεν” (Od. 1, 237)· οὐκ ἂν, φησὶν, ἐλυπήθην, εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν αὐτοῦ ἑταίρων ἀπώλετο πολεμῶν, ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰ- κείων ἐτελεύτησεν. καταχρώμενος δὲ καὶ τὴν φύξιν ἑταίραν τοῦ φόβου λέγει “φύζα φόβου κρυόεντος ἑταίρη” (Il. 9, 2), καὶ ἄνεμον “ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον” (Od. 11, 7). καὶ πάλιν ὅλην τὴν οἰκειότητά φησι δηλῶν “ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε” (Il. 3, 163), τὸν ἄνδρα, τοὺς συγγενεῖς. τοὺς οἰκείους. διὸ ἐπιζητεῖ ἡ Ἑλένη τοὺς ἀδελφούς.

696. ψυχή τὸ ἐκπνεόμενον πνεῦμα. διὰ τὴν αἱμορραγίαν δὲ ὠλι- γώρησε πάντως.

697. ἀμπνύνθη] ἀνέλαβε τὴν πνοήν. ὃ δὲ ἐνέλιπε τῷ πνεύματι, προσεπορίζετο ὁ ἄνεμος. κάπος δὲ λέγεται τὸ πνεῦμα.

* ἀμπνύνθη] ἐν ἑαυτῷ γέγονεν.