Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

572. ὡς εἶδεν δύο φῶτε] δείκνυσιν ὅσον αἰδὼς καὶ φιλαλληλία, ἣν ἔχειν συνεβούλευσεν Ἀγαμέμνων.

574. καλῶς τὸ δειλώ· προεῖπε γὰρ τὸ ἐμπαθὲς τῆς ἡλικίας, τῆς ὁμογενείας, τοῦ θανάτου, τῆς περὶ τοὺς φίλους σπουδῆς· μηδέπω γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον ἐπίκουροι.

576. * Πορφυρίου. τὸ “ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ” μάχεται τῷ ἐν τῇ παρὰ νηυσὶ μάχῃ ζῶντι καὶ ἑπομένῳ τῷ παιδὶ Ἁρπαλίωνι· “παρὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων” (ΙΙ. 13, 658). ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· καὶ γὰρ ὁ Πυλαιμένης ὁμώνυμος εἶναι δύναται· καὶ τὸ “μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων” μετωνυμικῶς ἐκδέχεται ἡ τοῦ πατρὸς μνήμη· καὶ τὸ “ἔνθα Πυλαιμένεα ἑλέτην” οὐ πάντως ἐστὶν ἀνεῖλον, ἀλλὰ κάτε- [*](1. *ἀτελεῖς] ἀτελέσι 4. *ἐπὶ] ἀπὸ 2. *ἀμύξαντες] πρώτως ἀνοίξαντες 27. *Πορφυρίου] om. 3. πόρδαλις] *πάρδαλις)

261
λαβον, ὡς ἐπὶ τοῦ “ζωὸν ἕλον· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο” (ΙΙ. 6, 38)· οὐδὲ γὰρ ἀγῶνα αὐτοῦ εἴρηκεν, οἷα εἴωθε λέγειν τοῖς ἀποθανοῦσι. τάχα οὖν αὐτὸ μόνον τέτρωται.

ἑτέρου εἰς τὸ αὐτό. πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα λείβων ἐν τῇ ἐπὶ ταῖς ναυσὶ μάχῃ· “ἔνθα” γάρ “οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος” (ΙΙ. 13, 643): ἔστιν οὖν ὁμωνυμία· καὶ ὁ μὲν βασι- λεὺς, οὗτος δὲ ἄρχων. διὸ καὶ ἡ πλείων σπουδὴ ἐκεῖσε γίνεται Παφλαγόνων καὶ Ἀλεξάνδρου.

*ἀτάλαντον] τὸ τάλαντον ὁ μὲν Ἀριστοτέλης ἄλλως ἐξηγεῖται, καὶ εὑρήσεις τοῦτο ἔμπροσθεν ἐν τῷ Ν εἰς τὸν οὕτως ἔχοντα στίχον “ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἀρηϊ” (ΙΙ. 13, 295). ὁ δὲ Διόδωρος ὡς φησιν ἐν τῷ περὶ σταθμῶν, τάλαντόν ἐστι μνῶν ξ΄, ἡ δὲ μνᾶ δραχμῶν ρ΄, ἡ δὲ δραχμὴ ὀβολῶν ς΄, ὁ δὲ ὀβολὸς χαλκῶν η΄, ὁ δὲ χαλκοῦς λεπτῶν ζ΄. τὸ τάλαντον δὲ τὸ νῦν λεγόμενον Ἀττικόν· παρὰ δὲ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν μνῶν κδ΄, νῦν δὲ ιβ΄. δύναται δὲ εἶναι τρία ἡμιωβόλια, ὡς ἐν τοῖς περὶ Σώφρονος Ἀπολλόδωρος ἐκ τῶν Διογενιανοῦ τῆς ἐπιτομῆς Ἑλληνικῶν ὀνομάτων.

582. ἐκ δ᾿ ἄρα χειρῶν] ἐπώδυνος ἡ πληγή· διὸ καὶ τὰς ἡνίας ἀπέβαλε καὶ φεύγων μηδ᾿ ὅλως εὐάλωτος γίνεται.

583. λεύκ᾿ ἐλέφαντι] λείπει τὸ ὡς, ἵν᾿ ᾖ λευκὰ ὡς ἐλέφας. οἱ δὲ, ἐξ ἐλεφαντίνων λελευκασμένα ὀστῶν· ἔχουσι γὰρ αἱ ἡνίαι ἐλε- φαντίνους ἀστραγάλους ἑκατέρωθεν, δι᾿ ὧν ἕλκουσιν οἱ ἡνίοχοι.

584. ξίφει ἤλασε κόρσην] πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν κεφαλὴν ξίφει πλήττεται; τάχα οὖν τὰς ἡνίας ἀναλαβεῖν θέλων ἢ ναρκήσας ὑπὸ τῆς πληγῆς κατέκυψεν.

586. βρεχμόν] βρεχμὸς λέγεται ἡ τοῦ αὐχένος σπονδυλώδης ἀρχή· καὶ βρέχμα δὲ τὸ τοῦ θώρακος ἀπόπτυγμα.

587. δηθὰ μάλ᾿ εἱστήκει] οὐκ ἀπίθανον τοῦτο· ἠνέχθη γὰρ μεταξὺ τῶν ἵππων καὶ τοῦ ἅρματος, καὶ ἦν ἡ μὲν κεφαλὴ βυθισθεῖσα, οἱ δὲ ὦμοι ἑδραῖοι ὄντες μετὰ τοῦ σώματος, οἱ δὲ πόδες τῷ ἅρματι ἐρειδόμενοι. γέγονε δὲ τοῦτο διὰ τὸ τοῦ θανάτου αἰφνίδιον· ψυχορραγῶν γὰρ ἔτι ἔπνει καὶ ἐνήλατο. ἀκριβῶς δὲ τὸ κύμβαχον διὰ τούτου ἐπεξηγήσατο.

593. ἔχουσα κυδοιμὸν] ἡ δύναμιν ἐν αὑτῇ θορυβώδη ἔχουσα, ἢ [*](4. *ἑτέρου εἰς τὸ αὐτό] om. 14. *τὸ νῦν] τὸ om. 14. ὥς φησιν] *om. Exspectes 19. *ἀπέβαλε] ἀπέχει ἐν τῷ π. στ. φησὶν ὡς 26. *σπονδυλώδης] σποντυλώδης 13. *ὁ δὲ ὀβολὸς χαλκῶν η΄] om. 31. **ἔτι] ἔτνει)

262
ὡς φίλη τῆς χειρὸς κατέχουσα, ἢ ὡς τὸ “τέρας μετὰ χερσὶν ἔχουσα” (ΙΙ. 11, 4).

596. ῥίγησε] ἐπεὶ ἀπείρητο αὐτῷ μὴ συνάπτειν τινὶ τῶν ἄλλων θεῶν πόλεμον.

597. ἀπάλαμνος] ἄπειρος, ἐπεὶ καὶ Διομήδης ἄπειρος τῆς πρὸς Ἄρεα μάχης. τὸ δὲ ἄπειρος, ἤγουν τοῦ νήχεσθαι ἄπειρος.

605. ἀλλὰ πρὸς Τρῶας] κατ᾿ ὀλίγον ἀναχωρεῖτε ὑποποδίζοντες. διδάσκει δὲ πῶς δεῖ τὰς τροπὰς ποιεῖσθαι.· ἄμφω ποιεῖ, τῷ τε θεῷ εἴκειν παραινεῖ, καὶ τὸν πόλεμον μὴ ἐκ- φεύγειν προτρέπεται.

609. Μενέσθην] ὥσπερ ἀπὸ τοῦ ὅρος Ὀρέστης, οὕτως ἀπὸ τοῦ μένος Μενέστης, καὶ μεταβολῇ Μενέσθης.

613. ἀλλά ἑ Μοῖρα] διδάσκει τοὺς πλουσίους θνητὰ φρονεῖν καὶ τὸν θάνατον νομίζειν μηδὲν ἧττον παρεῖναι, ἀλλὰ μὴ πλούτῳ ἐπῆρθαι.

619. σάκος δ᾿ ἀνεδέξατο πολλά] τὸ πλῆθος τῶν βληθέντων δορά- των καὶ τὴν ἀνδρείαν τοῦ βαλλομένου δηλοῖ.

631. *υῖός θ᾿ υἱωνός τε Διός] ὁ μὲν Σαρπηδὼν υἱὸς τοῦ Διὸς, ὁ δὲ Τληπόλεμος υἱὸς Ἡρακλέους, ἔγγονος δὲ Διός.

φασὶν Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχή- ματι ταύρου κρόκον ἐκ τῶν ῥινῶν βλαστάνοντος· ἐπικαθεσθείσης δὲ τοῖς νώτοις τῆς κόρης εἰς ἀπανθισμὸν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν· ἀφ᾿ ἧς φασὶ Σαρπηδόνα γενέσθαι.

ταχέως ἄμφω ἐδήλωσεν· τὸν μὲν γὰρ ἴσμεν διὰ τοῦ καταλόγου, τὸν δὲ νῦν γνωσόμεθα. πῶς οὖν συγγενεῖς ὄντες μάχονται: οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ θάνατος. ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· φησὶ γὰρ ὅτι “ψευδόμενοι δέ σέ φασι Διὸς γόνον” (635).

635. ψευδόμενοι δέ] ἀλλοτριοῖ αὐτὸν ἐκείνου ἐφ᾿ αὐτὸς αὐχεῖ. ἄλογος δὲ ὁ μὴ τὰ ἑαυτοῦ διεξιὼν, ἀλλὰ τὰ τοῦ πατρός. ἡρέμα οὖν ἐλέγχει ὁ ποιητὴς τοὺς ἐπὶ πατράσιν αὐχοῦντας καὶ τούτου χάριν ἐθέλοντας πρωτεύειν· διὸ καὶ Τληπόλεμον ἀναιρεῖ.

638. δασυντέον τὸ οἷον· θαυμαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ ὑφ᾿ ἓν ἀλλοῖον, ἵν᾿ ᾖ οὕτως· πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διὸς, ἐξηλλαγμένον δὲ καὶ ὑπὲρ πάντας [*](6. τὸ δὲ ἄπειρος—ἄπειρος] Haec 14. * μηδὲν ἧττον παρεῖναι] om. verba a m. sec. addita.)

263
φασὶν εἶναι τὸν Ἡρακλέα. ὁ δὲ Πῖος ἀντὶ τοῦ ὁποῖον, οὐχ ὡς εἶ σὺ, φησὶν, ἀλλ:᾿ οἷος ὁ Ἡρακλῆς· οὕτω γὰρ, φησὶ, βούλεται ὁ ἀλλά.

639. θρασυμέμνονα] τοὺς θρασεῖς καὶ ἀπηνεῖς ὑπομένοντα. φασὶ δὲ ἀεὶ Λυκίους Ῥοδίοις ἐχθρεύειν.

640. δεῦῥ ἐλθὼν] εὖ τὸ παράδειγμα τῆς Ἡρακλέους ἀρετῆς, ὅτι οὐκ ἄλλοθεν αὐτὸ φέρει ἢ ἐκ τῆς νῦν πολεμουμένης πόλεως. Μενε- κλῆς δέ φησιν ἐψεῦσθαι τὴν ἐπὶ Ἴλιον στρατείαν.