Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

384. ἐξ ἀνδρῶν] τινὲς συνάπτουσιν, ἵν᾿ ᾖ δι᾿ ἀνδρῶν ἀλλήλους κακοποιοῦντες.

385. Ἀδώνιδος τοῦ Κινύρου ἐρασθεῖσα Ἀφροδίτη, καὶ τὸν φθόνον ὑφορωμένη, παρέθετο τοῖς περὶ Ὦτον καὶ Ἐφιάλτην, οἳ θέσει μὲν ἦσαν Ἀλωέως, φύσει δὲ Ποσειδῶνος καὶ Ἰφιμεδείας. τοῦτον θηρολε- τοῦντα ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας ἀναιρεῖ Ἄρης. οἱ δὲ ὀργισθέντες ἐπὶ τρισκαίδεκα μῆνας ἀποκλείσαντες τὸν Ἄρεα εἶχον ἐν εἱρκτῇ. ἡ δὲ τούτων μητρυιὰ Ἠερίβοια, ἡ Εὐρυμάχου τοῦ Ἑρμοῦ, ἀπήγγελ- λεν Ἑρμῇ. ὁ δὲ καὶ ταύτῃ χαριζόμενος καὶ τῇ Ἥρᾳ κλέπτει τὸν Ἄρεα. ὁ δὲ φυγὼν εἰς Νάξον ἧκε, καὶ κατέκρυψεν ἑαυτὸν εἰς τὴν σιδηροβρῶτιν λεγομένην πέτραν. ἐκεῖνοι δὲ ἐρασθέντες τῶν Ἥᾶς καὶ Ἀρτέμιδος γάμων ἀλλήλους ἐν κυνηγεσίοις ἀπέκτειναν· κατὰ πρόνοιαν γὰρ Ἀρτέμιδος ἔλαφος διὰ μέσων διῆλθεν αὐτῶν, καθ᾿ ἧς ῥίψαντες ἀμφότεροι διεχρήσαντο ἀλλήλους. ἐπίτηδες δὲ μύθους συλλέξας ὁ ποιητὴς Διώνῃ περιτίθησι, δι᾿ ὧν Διομήδης ἀπαλλάτ- τεται τοῦ τῆς βλασφημίας ἀντιποίνου, ὡς οὐ καιναῖς, ἀλλὰ παλαιαῖς πιθήσας παραδόσεσιν. οὐδὲν δὲ ἄτοπον τοὺς Ποσειδῶνος δῆσαι Ἄρεα.

*οὕτω βέλτιον φιλοσοφεῖν διὰ τῆσδε τῆς ῥαψῳδίας, ὡς καὶ δι᾿ ὅλης τῆς ποιήσεως. Ἄρην ὀνομάζει τὸν θυμὸν, Ὦτον δὲ καὶ Ἐφιάλ- την τοὺς ἐν παιδείᾳ λόγους. τούτων γὰρ ὁ μέν τις ἐκ μαθήσεως καὶ διδασκαλίας κινεῖται, ὁ δ᾿ ἕτερός ἐστιν ἐνδιάθετος καὶ ἐκ φύσεως παραπεμπόμενος τοῖς ἀνθρώποις. τὸν μὲν οὖν διὰ τῆς μαθήσεως διδασκόμενον λόγον Ὦτον προσηγόρευσεν, ὅτι. διὰ τῶν ὤτων αὐτὸν καὶ τῆς ἀκοῆς ἐκμανθάνομεν παιδευόμενοι· τὸν δὲ ἐνδιάθετον καὶ ἐκ φύσεως παραπεμπόμενον τοῖς ἀνθρώποις Ἐφιάλτην ὠνόμασεν, οἷον τὸν αὐτομάτως ἐφαλλόμενον, τουτέστιν ἐμβαλλόμενον, ταῖς ἀκοαῖς.

249
ὑπὸ τούτων δ᾿ ἀμφοτέρων φησὶ δεθῆναι τὸν Ἄρη, τουτέστι τὸν θυμὸν, καὶ ἐπὶ πολὺ βασανισθῆναι, ἐπειδὴ οἱ ἐν παιδείᾳ λόγοι ἐκπαιδεύουσι καὶ διδάσκουσι τοὺς ἀνθρώπους κατέχειν μὲν τὴν ὀργὴν καὶ ἐπιθυ- μίαν, ἥκιστα δὲ θυμῷ χρῆσθαι· ὅπερ φησὶν Ὅμηρος κατέχεσθαι θυμὸν μὲν ἐπὶ τῶν λόγων τούτων, ἐπεὶ πάντοτε οἱ τῆς παιδείας λόγοι ἐκπαιδεύουσι καὶ διδάσκουσι τοὺς ἀνθρώπους μετὰ γνώμης ἅπαντα πράττειν καὶ μὴ πολλῇ ὀργῇ χρωμένους κατὰ τῶν φίλων ἀνήκεστόν τι πράττειν, ἐκδιδάσκουσι δὲ καὶ ὃν τρόπον δεῖ γονέων ἐπιμελεῖσθαι καὶ φίλων καὶ ἀδελφῶν κήδεσθαι καὶ τῶν ἄλλων πάντων. αὖθις δὲ λυθῆναι αὐτὸν ὑπὸ Ἑρμοῦ, Ἠεριβοίας τοῦτο μηνυούσης, Ἑρμῆν πάλιν ὀνομάζων τὸν λόγον, ὅτι ἑρμηνεὺς γίνεται πάντων ὁ λόγος, Ἠερίβοιαν δὲ ὀνομάζων τὴν στάσιν παρὰ τὸ μεγίστῃ φωνῇ χρῆσθαι τὰ στασιάζοντα πλήθη ἐν ταῖς πόλεσιν, ἐπειδὴ πολλάκις ὁ λόγος ἐξου- σίαν δίδωσι τῷ θυμῷ χρῆσθαι τῇ οἰκείᾳ ῥώμῃ, ὅταν ὑπὲρ πατρίδος δέῃ καὶ ὑπὲρ παίδων καὶ γονέων καὶ κτημάτων καὶ πολιτείας πρὸς πολεμίους ἀγωνίζεσθαι. τότε γὰρ ὁ λόγος οὐκέτι κατέχει τὸν θυμὸν, οὐδὲ εἴργει χρῆσθαι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τοὐναντίον αὐτὸς καὶ παρακελεύεται καὶ προτρέπει χρῆσθαι κατὰ τῶν οἰκείων, μᾶλλον δὲ τῶν ἐχθίστων, ἵνα μὴ ὑπὸ πολεμίων ληφθέντες κακῶς πάθωσιν.

388. ἀπόλοιτο] ἢ ὑπερβολικῶς εἶπεν, ἢ ἀντὶ τοῦ ἀφανὴς ἐγένετο, ὥσπερ φαμὲν “ἀπόλωλεν ὁ παῖς.”

392. φιλόσοφος Ἡρακλῆς καὶ σοφίας οὐρανίου μύστης, ὃς ὥσπερ εἰς τὰ βάθη εἰσδεδυκυῖαν ἀχλύος τὴν φιλοσοφίαν ἐφώτισε. τὸν θολερὸν τοίνυν ἀέρα καὶ πρὸς τὴν ἑκάστου διάνοιαν ἐπαχλύοντα πρῶτος Ἡροκλῆς θείῳ διήρθρωσε λόγῳ, τὴν ἑκάστου τῶν ἀνθρώπων ἄνοιαν πολλαῖς νουθεσίαις κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ βέλη· πᾶς γὰρ φιλόσοφος ἐν ἐπιγείῳ σώματι πτηνὸν ὥσπερ τι βέλος τὸν νοῦν εἰς τὰ μετέωρα διαπέμπεται. διὰ δὲ τοῦ τριγώνου βέλους ἡ τριμερὴς ἡμῖν φιλοσοφία δεδήλωται. μετὰ δὲ Ηραν τοξεύει Ἅιδην· οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν. διὸ καὶ ἀνεληλυ- θέναι τὸν Ἅιδην φησὶ, μόνον οὐχὶ συνάπτων ἄμφω τὰς γνώσεις· καὶ τὸν ἀλαμπῆ γὰρ πᾶσιν ἀνθρώποις τόπον ὁ τῆς φιλοσοφίας ὀϊστὸς [*](19. πάθωσιν] * πάθωμεν multa cum diversitate scripturae. 22. Scholion manus primae, ex- Conf. p. 247, 1. cerptum ex Heracl. c. 34 p. 69.)

250
διευκρίνησεν. ἡ δὲ ἱστορία ὅτι ἐν τῇ πρός Πυλίους μάχῃ αὐτὴν ἔτρωσεν· οἱ δέ φασιν ὅτι, διότι νήπιον ὄντα οὐκ εἴασεν αὐτὸν σπά- σαι τὸν ἴδιον μαζὸν, ἔτρωσεν αὐτήν. διὰ μειζόνων δὲ προσώπων παραμυθεῖται Ἀφροδίτην.

295. τλῆ δ᾿ Ἀΐδης] φασὶν Ἡρακλέα, ἐπιταχθέντα ὑπὸ Πλούτω- νος ἄνευ ἀσπίδος καὶ σιδήρου χειρώσασθαι τὸν Κέρβερον, τῇ μὲν δορᾷ χρήσασθαι ἀντὶ ἀσπίδος, ταῖς δὲ λιθίναις ἀκίσιν ἀντὶ τῶν βε- λῶν· μετὰ δὲ τὴν νίκην πάλιν ἐναντιουμένου τοῦ θεοῦ τὸν Ἡρακλέα ὀργισθέντα τοξεῦσαι αὐτόν.

401. τῷ ἐπί] πρὸς τὸ πεῖσαι τὴν θυγατέρα ἐναργῶς περὶ τοῦ πλήγματος διαλέγεται. οὐκ ἀναστρεπτέον δὲ τὴν πρόθεσιν· τῷ γὰρ ἑξῆς συντέτακται.

402. ἠκέσατ᾿ ] ηὔξησε τὴν ἰατρικὴν, εἴ γε καὶ θεοὶ δέονται αὐτῆς. παραμυθεῖται δὲ τὴν παῖδα ὡς οὐδὲν ἐκ τῆς πληγῆς πεισομένην. Παιήονα δὲ οὐ τὸν Ἀπόλλωνα λέγει.

404. τόξοισιν] οὐδέποτε οἶδεν ὁ ποιητὴς Ἡρακλέα ῥοπάλῳ χρώ- μενον.

405. σοὶ δ᾿ ἐπί] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἀνῆκε συντέτακται. οὐχ ὑπὸ θνητοῦ δὲ τέτρωται, ἀλλ᾿ ὑπὸ θεοῦ ἰσοτίμου· καὶ ὁ ὑπηρετήσας δὲ οὐκ ἀβλαβὴς ἐκφέρεται.

406. νήπιος] ἡδὺ τὸ τῆς ἐξαλλαγῆς. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.

407. μάλ᾿ οὐ δηναιός] οὐ μάλα δηναιὸς καὶ χρόνιος. εἰς εὐσέ- βειαν δὲ ἡμᾶς διὰ τούτων παρακαλεῖ.

408. οὐδέ τί μιν] σεμνύνει τὴν παιδοποιίαν, τοὺς ἀσεβοῦντας κολάζεσθαι λέγων ἀτεκνίᾳ. εἰ δὲ λέγοις, καὶ μὴν “τέτρατον ἦμαρ ἔην ὅτ᾿ ἐν Ἄργεϊ” (Od. 3, 180), ἴσθι ὡς οἱ ἑταῖροι ὑπέστρεψαν, οὐ Διομήδης. λανθάνει δὲ τὸ ταπεινὸν τῆς λέξεως παρεντεθὲν καὶ διὰ τὸ λέγον καὶ διὰ τὸ ἀκοῦον πρόσωπον· οὐ γὰρ ἐξ ἄρσενος λέγεται, οὐχ ἥρωος, οὐ θεοῦ, ἀλλ᾿ ὑπὸ θεᾶς καὶ μητρὸς ἐναγκαλισαμένης τὴν παῖδα.

412. μὴ δὴν Αἰγιάλεια] φασὶν Αἰγιάλειαν τὴν μίαν τῶν Ἀδρηστί- δων, τὴν νεωτέραν, γυναῖκα Διομήδους οὖσαν, σφόδρα αὐτὸν ἐπιποθεῖν καὶ ἀπολοφύρεσθαι τὰς νύκτας. ὕστερον δὲ κατὰ μῆνιν Ἀφροδίτης [*](4. * Ἀφροδίτην] ἀφροδίτη νεωτέραν γυναῖκα, Διομήδους οὗσαν] 28, * τὸ λέγον] τὸν λόγον *τὴν νεωτέραν τῶν Ἀδρηστίδων, γυ- 31, τὴν μίαν τῶν Ἄδρηστίδων, τὴν ναῖκα Διομήδους (omisso οὖσαν) )

251
πάσῃ τῇ τῶν Ἀργείων νεολαίᾳ συγκωμάσαι αὐτὴν, ἔσχατον δὲ καὶ Κομήτῃ τῷ Σθενέλου, ὃς ἦν ὑπὸ Διομήδους πιστευθεὶς τὰ κατ᾿ οἶκον. ἥκοντα δὲ αὐτὸν μέλλων ἀνελεῖν ἐφείσατο διὰ τὸ καταφυγεῖν εἰς τὸν τῆς Ἀθηνᾶς βωμόν· ὅθεν αὐτὸν φυγόντα φασὶν ἥκειν εἰς Ἰβηρίαν, κἀκεῖ, ὡς μέν τινες, δολοφονηθῆναι ὑπὸ Δαύνου τοῦ βασιλέως, ὡς δέ τινες, ἀπολέσθαι ὑπὸ Ἰουνίου τοῦ Δαύνου παιδὸς ἐν κυνηγεσίοις· ὅθεν, ὡς φασιν, αὐτὸν μὲν ἀπεθέωσεν Ἀθηνᾶ, τοὺς δὲ ἑταίρους εἰς ἐρωδιοὺς μετέβαλεν. τὸ δὲ δήν ἄμεινον εἶναι χρονικὸν ἐπίρρημα, ἵν᾿ ᾖ τὸ ἑξῆς οὕτω, φραζέσθω μή πώς τις αὐτῷ ἀμείνων σεῖο μάχηται, καὶ μὴ δὴν, ὅ ἐστιν ἐπὶ πολὺ, μείνῃ αὐτὸν ἡ γυνὴ θρηνοῦσα.

βουλευέσθω μή πως ἡ Αἰγιάλεια ποθοῦσα αὐτὸν, ἀκούσασα δὲ τὴν αὐτοῦ ἀπώλειαν, θρηνοῦσα ἐκ τοῦ ὕπνου τοὺς οἰκείους ἀνεγείρῃ. οὐκ οἶδε δὲ ὁ ποιητὴς τὸν τοῦ Κομήτου πόθον.

414. τὸν ἄριστον Ἀχαιῶν] εἰρωνεία ἐστί· τὸν φρόνημα ἔχοντα ὅτι ἄριστός ἐστιν. ἢ ὡς αὐτὴ λέξει θρηνοῦσα. ἢ καὶ πρὸς παραμυ- θίαν τῆς Ἀφροδίτης λέγει, ὅτι ὁ τρώσας αὐτὴν ἄριστος τῶν ἄλλων ἐστὶν, ἀλλ᾿ οὐκ οὐδαμινός.

416. ἀπ᾿ ἰχῶ] Ἀττικόν ἐστι κατὰ ἀποκοπὴν τοῦ ρ καὶ α, ἢ κατὰ συναίρεσιν, ἰχῶρα ἰχῶ. ἡ δὲ ἀπό πρὸς τὸ ὀμόργνυ τάττεται, ἢ πρὸς τὸ χειρός.

417. ἄλθετο χείρ] ἔδειξεν ἐπὶ ποίῳ τραύματι ἤσχαλλεν Ἀφρο- δίτη, ὅπου οὐκ ἐδέησεν ἰατροῦ. καὶ ὅτι τὸ λάλον ἐνδείκνυται τῶν γυναικῶν, πῶς τε τὰ δοκοῦντα μικρὰ μεγάλα διὰ τὸ λάλοι εἶναι ποιοῦσιν. ἄλθετο δὲ τὸ ὑγιοῦτο, ἐκ τοῦ ἄλθω τὸ αὔξω· τὰ γὰρ ὑγιῆ καὶ αὔξεται.

419. κερτομίοις] ἐπεὶ ἐκερτόμησεν αὐτὰς ὁ Ζεύς “δοιαὶ μὲν Μενελάου” (ΙΙ. 4, 7), τρωθείσης Ἀφροδίτης ἀντικερτομοῦσι τὸν Δία. τοῦτο δὲ καὶ αὐτὸς συνεὶς ἐμειδίασεν. ἅμα δὲ τὴν κατὰ Διομήδους ὀργὴν μαλάσσουσιν, ἃ μέλλουσι κατηγορεῖσθαι, ταῦτα προδιασύρουσαι.

420. εὖ τὸ τῇ Ἀθηνᾷ τὴν τῆς εἰρωνείας προκαταρχὴν ἐπιθεῖναι· ἡ γὰρ Ἥρα μείζονός ἐστιν ἀξιώματος.

[*](2. Κομήτῃ τῷ Σθενέλου] Σθενέλῳ vol. 1 p. 151. τῷ Κομήτου. Ex Tzetza ad Lycophr. 4. Ἰβηρίαν] *Καλαυρίαν 610 et Eustathio p. 566, 3 cor- 27. * Μενελάου] μενελάῳ rexit Sehneidewinus in Philologo 31. ἐπιθεῖναι] *περιθεῖναι )
252

422. ἦ μάλα δή τινα Κύπρις] ὡς προκαταρχούσης τῆς εἰς Ἑλέ- νην ἀδικίας. διὰ δὲ τοῦ καταμύξατο λεληθότως ἀπολογεῖται.

*τὸ ἀνιεῖσα ἀντὶ τοῦ ἀναπείθουσα.

*τὸ ἐπίθετον τῆς Ἀφροδίτης, ὃ οὐκ ἐνόησαν οἱ πρὸ ἡμῶν τί ση- μαίνει. συμπλανηθέντες γὰρ τῷ ἡσιόδῳ ἔδοξαν ὅτι Κύπρις λέγεται, ὥς φησιν Ἡσίοδος, Κυπρογένεια, διὸ γεννᾶται ἐν τῷ περικλύστῳ, ἐν Κύπρῳ (Th. 199), ὥσπερ καὶ τὴν φιλομειδῆ, ὅτι μηδέων ἐξε- φαάνθη. Ὅμηρος δ᾿ οὐκ εἶπεν οὕτως, ἀλλὰ τὴν μειδιάματα φιλοῦ- σαν, οἷον ἱλαρὰν, διὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνου- σίας. ὥσπερ οὖν τὸ πῦρ Ἥφαιστον λέγει ὁμωνύμως τῷ εὑρόντι, οὕτω καὶ Ἀφροδίτην ποτὲ τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκα ἂν περὶ τῶν μνηστήρων λέγῃ “καὶ ἐκλελάθοντ᾿ Ἀφροδίτης, ἣν ἄῤ ὑπὸ μνηστῆρσιν ἔχον, μίσγοντο δὲ λάθρῃ” (Od. 22, 444). τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον ἀπὸ τῆς περὶ αὐτὴν δυνά- μεως Ὁμήρῳ παρείληπται. ἔστι γοῦν κατὰ συγκοπὴν εἰρημένον κυόπορις, ἡ τὸ κύειν πορίζουσα· ἴδιον γὰρ Ἀφροδίτης τοῦτο· οὐ γὰρ ἄλλως γυναῖκες κυΐσκουσιν χωρὶς τῆς Ἀφροδισιακῆς συνουσίας. τὸ δὲ πλανῆσαν τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους ἐστὶ τὸ ἐν τῇ Θ ῥαψῳδίᾳ λεγόμενον “ἡ δ᾿ ἄρα Κύπρον ἵκανε, φιλομμειδὴς Ἀφροδίτη, ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις” (Od. 8, 362). οὐκ εἴ τις δ᾿ ἔν τινι τόπῳ τετίμηται, ἐκεῖθι καὶ γεγέννηται καὶ διὰ τοῦτο τῷ ἐπιθέτῳ κοσμεῖται. οὐδέποτε γοῦν Δήλιος ὁ Ἀπόλλων παῤ Ὁμήρῳ οὐδὲ Πύθιος· καίτοι γε καὶ ἑκάτερον τῶν ἱερῶν οἶδε, δι᾿ ὧν φησὶ ποτὲ μὲν “Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοί- νικος νέον ἔρνος ἀνερχόμενόν γ᾿ ἐνόησα” (Od. 6, 162), ποτὲ δὲ “οὐδ᾿ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ” (ΙΙ. 9, 404). οὐδ᾿ ἐπεί φησιν “ἵκετο δ᾿ εἰς Αἰγὰς. ὅθι οἱ κλυτὰ δώματ᾿ ἔασιν” (Od. 5. 381), Αἰγαῖός ποτε εἵρηται ὁ Ποσειδῶν παῤ Ὁμήρῳ. καὶ ἡ Κυθέρεια δὲ καθ᾿ Ὅμορον οὐχ ὅτι “προσέκυρσε Κυθήροις” (Hesiod. T. 198). οἶδε μὲν γὰρ τὰ Κύθηρα, οὐκ ἀπὸ τούτου δὲ εἴρηται. Κυθέρεια δὲ ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν πάσης τῆς ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον [*](1. *Ἑλένην] ἔλληνος 14. *διὰ τοῦ] *δι᾿ αὐτοῦ 10. *τῷ εὑρόντι] εὑρὼν τί 16. *πορίζουσα] πορίσκουσα 12. * περὶ] παρὰ 18. Θ] om. 19. * φιλομμειδής] φιλομειδής λέγῃ] λέγει)

253
τὸν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἐφίησι· διὰ γὰρ τοῦ κεστοῦ ταῦτα παρέπεται. “ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς, πάρ- φασις, ἥτʼ ἔκλεψε νόον πύκα περ φρονεόντων” (Il. 14, 216). ἐπεί τοι καὶ Ἀλαλκομενηῒς Ἀθήνη παρὰ τοῖς εὖ λογιζομένοις ἀπὸ τῆς ἐνεργείας, ἡ ἀπαλλάσσουσα τῷ ἰδίῳ μένει τοὺς ἐναντίους· οὐ γὰρ πειθόμεθα τοῖς νεωτέροις, οἱ φασιν ἀπὸ Ἀλαλκομενίου τινὸς εἰρῆσθαι, οὐδʼ ὡς Ἐρατοσθένης παρήκουσεν Ὁμηροῦ εἰπόντος “Ἑρμείας ἀκά- κητα” (Il. 16, 185), ἤγουν ἀπὸ Ἀκακησίου ὄρους, ἀλλʼ ὁ μηδενὸς κακοῦ μεταδοτικὸς, ἐπεὶ καὶ δοτὴρ ἑάων. πάντʼ οὖν ἀπὸ τῶν παρεπο- μένων τοῖς θεοῖς· καὶ γὰρ ἡ γλαυκῶπις οὐκ ἀπὸ τοῦ “ἡ τʼ ἄκρης θῖνα Γλαυκώπιον ἵζει,” ἀλλʼ ἀπὸ τῆς περὶ τὴν πρόσοψιν τῶν ὀφθαλμῶν καταπλήξεως. καὶ τἄλλα δὲ τῶν ἐπιθέτων ἐπιοῦσιν ἡμῖν πάρεστιν ὁρᾶν οὐκ ἀπὸ τῶν ἱερῶν τόπων ὠνομασμένα, ἀπὸ δὲ τῶν ψυχικῶν ἐνεργειῶν, ἢ νὴ Δία συμβεβηκότων περὶ τὸ σῶμα, ὡς ἡ λευκώλενος Ἥρη καὶ ἀργυρόπεζα Θέτις καὶ Φοῖβος Ἀπόλλων καὶ ἀκερσεκόμης, καὶ πάλιν ἀπὸ πράξεως, Ἕκατος, Ἑκάτη, ἑκατηβελέτης, ἑκηβόλος· Ἄρτεμις δὲ καὶ ἀγροτέρα καὶ ἰοχέαιρα καὶ πάντα τὰ παραπλήσια. καὶ γὰρ εἰ σπανίως Ἑλικώνιον τὸν Ποσειδῶνα εἴρηκεν ἀπὸ Ἑλικῶνος, ὡς ὁ Ἀρίσταρχος βούλεται, ἐπεὶ ἡ Βοιωτία ὅλη ἱερὰ Ποσειδῶνος — οὐ γὰρ ἀρέσκει ἀπὸ Ἑλίκης, ἐπεί φησιν “οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιν” (Il. 8, 203)· Ἑλικήϊον γὰρ ἂν εἶπε. συγχωροῦντος τοῦ μέτρου—· δύναται δὲ Ἑλικώνιος λέγεσθαι διὰ τὸ ἕλικας καὶ περιφερεῖς εἶναι τὰς τῆς θαλάσσης δίνας. ἔτι δὲ εἴπερ ἦν ἡ Κύπρις ἀπὸ τῆς Κύπρου, πολλῷ μᾶλλον ἀπὸ τῆς Πάφου, ἐν ᾗ “βωμός τε θυήεις αὐτῆς (Od. 8, 363), Παφίη ἐλέγετο· ἀλλʼ οὐδέποτε Παφίην εἶπε τὴν Ἀφροδίτην ὁ Ὅμηρος, ὡς οἱ νεώτεροι. [*](11. * θῖνα] τινά. In scriptura θιναί : ψάμμοι, ὑψηλοὶ τόποι, haud corrupta consentiunt codices Ety- dubio θἱνες corrigendum, ut dixi mologici M. p. 547, 3. In scholiis in Thes. vol. 4 p. 386, et poeta de minoribus scriptum est ἥ τʼ ἄκρης viribus herbarum v. 3 qui ἐπὶ θῖνα γλαυκώπιον ἵζει. Est versus θιναῖς dixit. De Glaucopio Attico Callimachi, ut ostendit Naekius res incerta est, de quo dixerunt in Dissert. de Hecale c. 6 p. 58, Wachsmuthius in libro de urbe quem in Thes. vol. 4 p. 368 sic Athenarum et novissime R. correxi, ἥ τʼ ἄκρης πόλιος θῖνα Γλαυ- Sehoellius in Ephem. Ienensibus κωπίον ἵζει. Schneiderus ad Callim. a. 1875 no. 39 p. 686. Fragm. p. 773 coniecit ἥ τʼ ἐπʼ 14. *ἡ νὴ Δία] ἴνʼ ᾖ διὰ ἄκρης πόλιος θιναῖς Γλαυκώπιον ἵζει, *τὸ] om. Hesychio confisus cuius iu glossa)
254
καὶ γὰρ εἴπερ γε σπανίως ἐπίθετα ἐξενήνοχε τοπικὰ, ἀλλ᾿ ἐξ ἡρωϊκοῦ προσώπου κατὰ τὸ εἰκὸς αὐτὰ λέγει. Ἀχιλλεὺς γὰρ Θεσ- σαλὸς ὤν φησι “Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ, τηλόθι ναίων” (Il. 16, 233), καὶ Ἑκτάβη “ἀλλ᾿ εὔχεο σύ γ᾿ ἔπειτα κελαινεφέϊ Κρο- νίωνι Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται” (Il. 24, 290)· εἰ γὰρ ἡ Ἴδη τῆς Τροίας, οἰκείως ἡ Ἑκάβη ἔσχηκε παρονομάσαι τὸν Δία Ἰδαῖον. ὁ δὲ Ὅμηρος οὐκ ἂν εἶπεν ἀπὸ τῆς Κύπρου τὸ ἐπίθε- τον, ἐξ ἰδίου προσώπου λέγων “ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ.”

425. πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. Ἀρίσταρχος δὲ τὸ ἀραιήν ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ ἐπιβλαβῆ ψιλοῖ. τὸ δὲ κατεμύξατο καταμύξατό φησι διὰ τοῦ α.