Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

256. ἔα] συστέλλεται τὸ ᾱ καὶ βαρύνεται, ἵν᾿ ᾖ παρατατικοῦ εἴων εἴας εἴα, καὶ τὸ προστακτικόν “ἀλλ᾿ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας” (Il. 1, 276). ποιητικῶς οὖν συνέσταλται τὸ α καὶ ἔστιν ὁ παρατατικὸς ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει Ὁμη- ρικῷ λυθήσεται· τὰ γὰρ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύει εἰς δύο ᾱᾱ, ὧν τὸ μὲν πρῶτον συνέσταλται, τὸ δὲ δεύτερον ἐκτέταται καὶ σὺν τῷ ῑ γράφεται “οὐχ ὁράᾳς οἷος κἀγώ” (Il. 21, 108), “ἥτ᾿ ἐκπεράᾳ μέγα λαῖτμα” (Od. 9, 323), “οὐκ ἐάᾳ Κρονίδης” (Il. 8, 414). τοῦτο τοίνυν τὸ ἐάᾳ ἀποκέκοπται, ἔνθεν καὶ συνεστάλη τὸ α καὶ βεβάρυνται. ἀν- δρείου δὲ καὶ εὐσεβοῦς τὰ τοιαῦτα ῥήματα, τῷ πάντα τῇ θείᾳ ἀνατι- θέναι προνοίᾳ.

[*](1. *ἃ ἂν] ἃ om. 2. μάλα] *om. 6. *πλέθρον] πέλεθρον)
244

257. τούτω δ᾿ οὐ] πολὺ τὸ διάφορον αὐτοῦ καὶ τῶν Πανδάρου λόγων.

258. γενναῖον τὸ λῆμα, εἰ μὴ ἀμφοτέρων, ἀλλά γε τοῦ ἑτέρου κρατήσειν πέπεισται. ἅμα δὲ καὶ ἀνθρωπίνως οὐ περὶ τῶν δύο ἀπο- φαίνεται, τὸ δὲ ὅλον τῇ Ἀθηνᾷ ἀνατίθησιν.

284. * κενεῶνα τὸν ὑπὸ τὰς πλευρὰς τόπον, τὴν λαγόνα, διὰ τὸ κενὸν εἶναι αὐτὸν ὀστέων.

293. παρὰ νείατον ἀνθερεῶνα] ζητοῦσι πῶς τοῦ Πανδάρου τῷ δόρατι πεπληγότος κατὰ τὸν ὀφθαλμὸν τὸ δόρυ ἐξῆλθε διὰ τοῦ γενείου. ῥητέον οὖν ὅτι ἡ Ἀθηνᾶ μείζων οὖσα καὶ ὑψηλοτέρα ἄνωθεν κατενεχθῆναι ἐποίησε τὸ δόρυ, ῥῖνα παῤ ὀφθαλμὸν, καὶ οὕτως λευκοὺς διεπέρησεν ὀδόντας.

306. *ἰσχίον λέγεται τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὴν κοιλότητα.

334. *ὀπάζων] ἡ λέξις αὕτη πλείονα σημαίνει, ποτὲ μὲν τὸ περιποιεῖν καὶ διδόναι, ὡς ἐκεῖ “Τρωσὶ μὲν καὶ Ἕκτορι κῦδος ὀπάζει.” ποτὲ δὲ τὸ καταφέρεσθαι, ὡς ἐν ἐκείνοις “χειμάρρους κατ᾿ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ” (ΙΙ. 11, 493)· ποτὲ δὲ τὸ ἐπιλέ- γεσθαι, ὡς τὸ “ἦ, καὶ νεώτερον υἱὸν ὀπάσσατο κυδαλίμοιο” (ΙΙ. 19, 238)· ποτὲ δὲ τὸ διώκειν, ὡς ἐνταῦθα.

336. *πολλάκις ἡ καθ᾿ Ὁμήρου τραγῳδία σκηνοβατεῖ παρὰ τοῖς ἀγνωμόνως αὐτὸν ἐθέλουσι συκοφαντεῖν, ὅτι παρεισάγει κατὰ τήνδε τὴν ῥαψῳδίαν τιτρωσκομένους θεοὺς, Ἀφροδίτην τὸ πρότερον ὑπὸ Διομήδους, εἶτα Ἄρην. προστιθέασι δὲ τούτοις ὅσα κατὰ παρηγι- ρίαν ἡ Διώνη περὶ τῶν ἔτι πρότερον ἀτυχησάντων ἀπαγγέλλει θεῶν. ἐν μέρει δ᾿ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς, οὐδεμιᾶς ἐκτὸς ὄντα φιλοσοφίας. Διομήδης γὰρ Ἀθηνᾶν ἔχων σύμμαχον. τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην, ἤτοι τὴν ἀφροσύνην, οὐ [*](2. γενναῖον— ἀνατίθησιν] Ulti- substituta sunt recentiora pauca mum hoc est scholion folii 67 b et longiora quaedam ad v. 272 ex numero notatum ί : proximum Suida s. v. Φόβος et ad v. 320 ex. est ad v. 356 numero notatum ιέ, Diogene Laertio 7, 94 et ex Suida a quo incipit folium 70 a: nam excerpta, vol. 1 p. 18 ed. Kust. exciderunt folia manus primae 68 Ἀγαθὸν— p. 20 φέρε εἰπεῖν et p. et 69, versus complexa 259—355, 17 Ἀγαθοῦ δαίμονος—φιλοσοφίας. quos supplevit manus recentior, 21. πολλάκις (πολλάπερ B.)] Apud omissis quorum copia non fuerat Heraclitum c. 30 est πολλή—σκη- scholiis manus primae, quibus ωοβατεῖται)

245
μὰ Δία θεάν τινα, τὴν δὲ τῶν μαχομένων βαρβάρων ἀλογιστίαν. αὐτὸς μὲν γὰρ ἅτε διὰ πάσης ἐληλυθὼς μαθήσεως, καὶ τοῦτο μὲν ἐν Θήβαις, τοῦτο δ᾿ ἐν Ἰλίῶ δεκαετῆ χρόνον τοῦ μάχεσθαι προϊστά- μενος ἐμφρόνως, εὐμαρῶς διώκει τοὺς βαρβάρους· οἱ δ᾿ ἀναίσθητοι καὶ λογισμῶν ὀλίγα κοινωνοῦντες ὑπ᾿ αὐτοῦ διώκονται, καθάπερ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ. πολλῶν οὖν φονευομένων, ἀλληγορικῶς Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην τετρῶσθαί φησιν ὑπὸ Διομή- δους. ὁμοίως δὲ ὁ Ἄρης οὐδέν ἐστιν ἄλλο πλὴν ὁ πόλεμος, παρὰ τὴν ἀρὴν ὠνομασμένος, ἥπερ ἐστὶν ἡ βλάβη. γένοιτο δ᾿ ἂν ἡμῖν τοῦτο σαφὲς ἐκ τοῦ λέγειν αὐτὸν “μαινόμενον, τυκτὸν κακὸν, ἀλλοπρόσ- αλλον” (831)· ἐπιθέτοις γὰρ ἁρμόζουσι πολέμῳ κέχρηται μᾶλλον ἢ θεῷ. μανίας γάρ εἰσι πλήρεις ἅπαντες οἱ μαχόμενοι, πρὸς τὸν κατ᾿ ἀλλήλων φόνον ἐνθουσιαστικῶς ζέσαντες. καὶ τὸ ἀλλοπρόσαλλον ἑτέρωθί που διὰ πλειόνων ἐξηγεῖται, λέγων “ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα” (Ιl. 18, 309)· νεμεσηταὶ γὰρ αἱ πολέμων ἐπ᾿ ἀμφότερα ῥοπαὶ, καὶ τὸ νικηθὲν οὐδὲ προσαντῆσαν αἰφνιδίως πολ- λάκις ἐκράτησεν, ὥστε τῆς ἐν ταῖς μάχαις ἀμφιβολίας ἄλλοτε πρὸς ἄλλους μεταφοιτώσης ἐτύμως κακὸν ἀλλοπρόσαλλον εἴρηκε τὸν πόλεμον. ἐτρώθη δὲ ὑπὸ Διομήδους Ἄρης οὐ κατ᾿ ἄλλο τι μέρος, ἀλλὰ νείατον ἐς κενεῶνα σφόδρα πιθανῶς· ἐπὶ γὰρ τὰ κενὰ τῆς μὴ πάνυ φρουρουμένης τῶν ἀντιπάλων τάξεως παρεισελθὼν εὐμαρῶς ἐτρέψατο τοὺς βαρβάρους. καὶ μὴν χάλκεον λέγει τὸν Ἄρην, τὰς τῶν μαχομένων πανοπλίας ὑποσημαίνων· σπάνιος γὰρ ἦν ὁ σίδηρος ἐν τῷ πάλαι χρόνῳ, τὸ δὲ σύμπαν ἐσκέποντο χαλκῷ. διὰ τοῦτό φησιν “ὄσσε ἄμεργεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων θωρήκων τε νεοσμήκτων” (Ιl. 13, 340). ἀναβοᾷ δὲ τρωθεὶς “ὅσσον τ᾿ ἐννεά- χιλοι ἐπίαχον ἢ δεκάχιλοι” (860). καὶ τοῦτο δὲ τεκμήριον πολλῶν διωκομένων ἐν τῷ πολέμῳ πολεμίων· οὐ γὰρ ἂν εἷς θεὸς ἀνεβόησε τοσοῦτον, ἀλλ᾿ ἡ φεύγουσα μυρίανδρος, ὡς οἶμαι, τῶν βαρβάρων φάλαγξ, ὥστ᾿ ἐναργέσι τεκμηρίοις καὶ διὰ τῶν κατὰ μέρος ἐδεί- ξαμεν οὐκ Ἄρην τὸν τετρωμένον ὑπὸ Διομήδους, ἀλλὰ τὸν πόλεμον. αὗται δ᾿ αἱ παρεκβάσεις τῶν προτέρων ἀλληγοριῶν, δι᾿ ὧν καὶ τεχ- νικωτέραν ἔχουσιν ἐμπειρίαν, ἐν οἷς φησὶ “τλῆ μὲν Ἄρης, ὅτε μιν [*](25. ἄμεργεν] Recte ἄμερδεν ap. Heracl. Heraclitum c. 31. τὸν πόλεμον] τοὺς πολεμίους Meh- 31. οὐκ Ἄρην τὸν] οὐ τὸν Ἄρην lerus.)
246
Ὦτος κρατερός τ᾿ Ἐφιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ” (385). γεννικοὶ γὰρ οὗτοι καὶ κατ᾿ ἀλκὴν ἰσχυροὶ νεανίαι γεγονότες, ἐπειδὴ πολέμων καὶ ταραχῶν μεστὸν ᾔδεσαν τὸν βίον, οὐδεμιᾶς εἰρηνικῆς ἀναπαύσεως μέσης τοὺς παῤ ἕκαστα κάμνοντας ἀνιείσης, ἰδίοις ὅπλοις ἐκστρατευσάμενοι τὴν ἐπιπολάζουσαν ἀηδίαν ἀνέστειλαν. ἄχρι μὲν οὖν τρισκαίδεκα ὁ οἶκος μηνῶν αὐτῶν ἀκλινὴς καὶ ἀστασίαστος ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ διεστρατήγει, μητρυιὰ δὲ παρεισπεσοῦσα φιλόνεικος, οἰκίας νόσος, ἀνέτρεψε πάντα καὶ διέ- φθειρε τὴν πρώτην εὐστάθειαν. ἐκ δευτέρας δὲ πάλιν ὁμοίας ταραχῆς ἀναφθείσης, ἔδοξεν ὁ Ἄρης ἀπὸ τοῦ δεσμωτηρίου λυθῆναι, τουτέστιν ὁ πόλεμος. Ἡροκλέα δὲ νομιστέον οὐκ ἀπὸ σωματικῆς δυνάμεως ἀναχθέντα τοσοῦτον ἰσχῦσαι τοῖς τότε χρόνοις, ἀλλ᾿ ἀνὴρ ἔμφρων καὶ σοφίας οὐρανίου μύστης γεγονὼς, ὡσπερεὶ κατὰ βαθείας ἀχλύος ἐπιδεδυκυῖαν ἐφώτισε τὴν οἰκουμένην, καθάπερ ὁμολογοῦσιν οἱ φιλό- σοφοι καὶ Στωϊκῶν οἱ δοκιμώτεροι. περὶ μὲν οὖν τῶν ἄλλων ἄθλων, ὁπόσοι τῆς παῤ Ὁμήρου μνήμης ὑστεροῦσι, τί δεῖ παρὰ καιρὸν ἐκ- μηκύνειν φιλοτεχνοῦντας; ὅτι κάπρον μὲν εἷλε τὴν ἐπιπολάζουσαν ἀνθρώποις ἀκολασίαν, λέοντα δὲ τὴν ἀκρίτως ὁρμῶσαν ἐφ᾿ ἃ μὴ δεῖ φορὰν, κατ᾿ αὐτὸ δὲ θυμοὺς ἀλόγους πεδήσας, τὸν ὑβριστὴν ταῦ- ρον ἐνομίσθη δεδεκέναι. δειλίαν γε μὴν ἐφυγάδευσεν ἐκ τοῦ βίου τὴν κεραυνίαν ἔλαφον. καί τις ἀπρεπῶς ὀνομαζόμενος ἆθλος αὐτῷ Αὐ- γέου κόπρος ἐκμεμόχθηται, διακαθήραντος αὐτοῦ τὴν ἐπιτρέχουσαν ἀνθρώποις ἀσέλγειαν. ὄρνεις δὲ τὰς ὑπηνέμους ἐλπίδας, αἳ βόσκουσι τὸν βίον ἡμῶν, ἀπεσκέδασε δὲ καὶ τὸν πολύχουν κόπρον. καὶ τὴν πολυ- κέφαλον Ὕδραν, τὴν ἡδονὴν, ἥτις ὅταν ἐκκοπῇ πάλιν ἄρχεται βλαστά- νειν, ὥσπερ διὰ πυρός τινος τῆς παραινέσεως ἐξέκαυσεν. αὐτός γε μὴν ὁ τρικέφαλος δειχθεὶς ἡλίῳ Κέρβερος εἰκότως ἂν τὴν τριμερῆ φιλο- σοφίαν ὑπαινίττοιτο· τὸ μὲν γὰρ αὐτῆς λογικὸν, τὸ δὲ ἠθικὸν, τὸ δὲ φυσικὸν ὀνομάζεται, ταῦτα δ᾿ ὥσπερ ἀφ᾿ ἑνὸς αὐχένος ἐκπεφυκότα τριχῆ κατὰ κεφαλὴν μερίζεται. περὶ μὲν δὴ τῶν ἄλλων ἄθλων, ὥσπερ εἶπον, ἐν συντόμῳ δεδήλωται· τετρωμένην δ᾿ Ὀμηρος ὑπε- στήσατο τὴν Ἥραν, τοῦτο ἀκριβῶς παραστῆσαι βουλόμενος, ὅτι τὸν θολερὸν ἀέρα καὶ πρὸ τῆς ἑκάστου διανοίας ὑπαχλύοντα πρῶτος [*](21. κεραυνίαν] Κερυνείαν Munck. v. Mehler. p. 68. ad Hygin. p. 72. 23. ὄρνεις] ὄρνῖς 21—25. In his nonnulla turbata: ὑπηνέμους Hemsterh.] συνανέμους )
247
Ἡροκλῆς θείῳ χρησάμενος λόγῳ διήρθρωσε, τὴν ἑκάστου τῶν ἀν- θρώπων ἀμαθίαν πολλαῖς νουθεσίαις κατατρώσας, ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ τόξα. τὰ δὲ λοιπὰ ζήτει ἔμπροσθεν εἰς τὸ “τλῆ δ᾿ Ἥρη” (ΙΙ. 5, 392). ὥσθ᾿ αἱ Ἡρακλέους χεῖρες ἁγνεύουσι παντὸς Ὀλυμπίου μύσους. ἀρχηγὸς δὲ πάσης σοφίας γενόμενος Ὅμηρος ἀλληγορικῶς παρέδωκε τοῖς μετ᾿ αὐτὸν ἀρύσασθαι πάνθ᾿ ὅσα πρῶτος παρεφιλοσόφησεν.

341. *οὐ γάρ] ἄλογος ὁ συλλογισμός. οὐ γὰρ διότι σῖτον καὶ οἷνον οὐ προσφέρονται, διὰ τοῦτό εἰσιν ἀναίμονες καὶ ἀθάνατοι· πολλὰ γὰρ καὶ ἄλλα ζῷα οὐ προσφέρεται ταῦτα. λύεται δὲ ἐκ τῆς λέξεως· ὑπακοῦσαι γὰρ δεῖ τῷ “οὐ σῖτον ἔδουσιν,” ἀλλ᾿ ἀμβροσίαν, τῷ δὲ “οὐ πίνουσιν οἶνον,” ἀλλὰ νέκταρ.

* οὐ διὰ τὸ μὴ ἄρτον αὐτοὺς ἐσθίειν μήτε οἶνον πίνειν θεοὶ ὑπάρ- χουσιν, ἀλλὰ διὰ τὸ ἀθανάτους εἶναι τῶν τοιούτων τροφῶν ἀπέχονται. τὸ δὲ ἀναίμονες ἀντὶ τοῦ ἄνευ αἵματος, ἐπεὶ οὐ τρέφονται. ἀθάνατοι δὲ, ὅτι ἀναίμονες· ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίνεται.

342. τὸ τοὔνεκα ἀντὶ τοῦ διὰ τοῦτο. τουτέστι διὰ τοῦτό εἰσιν ἀν- αίμονες καὶ ἀθάνατοικαλέονται, διότι οὔτε σῖτον ἔδουσ᾿ οὔτε οἶνον πίνουσι.

348. *δηιοτῆτος] παρὰ τὸ ἐν αὐτῇ δῃοῦσθαι πολλοὺς, ὅ ἐστιν ἀφανίζεσθαι.

356. ἐκέκλιτο] ἐκέκλιτο ἀπὸ τοῦ κλίνω, ὡς τὸ “σάκε᾿ ὤμοισι κλίναντες” (ΙΙ. 11, 592) καὶ “στήλῃ κεκλιμένος ἀνδροκμήτῳ” (ΙΙ. 11, 371).

357. διαστολὴ εἰς τὸ ἐριποῦσα, καὶ τὸ ἑξῆς κασιγνήτοιο φίλοιο. οἰκεῖον δὲ καὶ τὸ γνύξ τῇ ἀνάλκιδι, ὡς τὸ “ἡ δ᾿ ἐν γούνασι πῖπτε Διώνης” (370).

358. πολλὰ λισσομένη] οὐκ εὖ φασὶ προσκεῖσθαί τινες τὸ πολλά· καὶ γὰρ ἐραστής ἐστι καὶ ἀδελφὸς, καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον δὲ ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμφαίνει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν.

371. βιωτικὰ ταῦτα, καὶ τὸ τοὺς προβεβηκότας τῶν παίδων ὡς μικροὺς ὑπὸ τῶν γονέων θωπεύεσθαι. διὰ δὲ τὸ τρυφερὸν τῆς δαί- μονος πῖπτεν εἶπεν, ἅμα καὶ τὴν ἐκ τοῦ τραύματος παρειμένην ἐμφῆναι θέλων.

[*](6. ἀρύσασθαι Vill.] ἀρρύσασθαι 13. *αὐτοὺς] αὐτὸν 16. *ψύξει] ψύχει)
248

373. *τοῦτο καὶ κατ᾿ ἐρώτησιν καὶ κατ᾿ ἀγανάκτησιν καὶ κατὰ θαυμασμόν.

374. μαψιδίως] ἴδιον γονέων ἀδικοῦσι παισὶν ὑπερασπίζειν. τὸ δὲ ἐνωπῇ ἤτοι ἐν ὄψει ἀδικοῦσαν. * τινὲς δὲ γράφουσιν ἐνιπῇ.

376. ὑπέρθυμος] ἀλόγιστος καὶ μεστὸς θυμοῦ.

377. οὕνεκ᾿ ἐγῶ φίλον υἱόν] ηὔξησε τὸ θράσος Διομήδους, εὔλο- γον ἔχουσα τὴν αἰτίαν.

380. ἀλλ᾿ ἤδη Δαναοί] ὡς Τρωσὶ βοηθοῦσα κοινοποιεῖται τὸ πταῖσμα, καὶ ἵνα μὴ δοκῇ μόνη ἀδικεῖσθαι.