Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

428. οὔ τοι τέκνον ἐμόν] τὸ γνῶθι σαυτὸν ἐνταῦθα λέγει. οὐδὲν δέ φησιν· οἶδε γὰρ αὐτὴν τὴν αἰτίαν ἔχουσαν διὰ τὴν ἁρπαγὴν Ἀλε- ξάνδρου, ἣν ταῖς αὐτῆς βουλαῖς ἐποιήσατο. διὸ οὐδὲ αὐτὴ φθέγγεται ὡς ἡμαρτηκυῖα, ἀλλὰ μᾶλλον ἀσκεῖ σιωπήν.

429. ἔργα γάμοιο] τὰ περὶ τὸν ἔρωτά φησι καὶ τοὺς ἐργαζομένους τὸν γάμον.

432. Αἰνείᾳ δ᾿ ἐπόρουσε] οὐδὲν πράσσει, δεικνὺς ὡς οὐδὲ τὸ κατὰ Ἀφροδίτην αὐτοῦ ἦν.

443. ἀνεχάζετο τυτθὸν ὀπίσσω] ἐμφαίνει τὴν ἀρετὴν Διομήδους διὰ τοῦ τυτθόν. ἐπὶ δὲ Πατρόκλου πολλὸν ὀπίσω φησίν (Il. 16, 710)· ὑπ᾿ οὐδενὸς γὰρ θεοῦ βοηθεῖται, καὶ τὸν Ἀπόλλωνα δεδοικέν.

446. ὅθι οἱ νηός γ᾿ ἐτέτυκτο] καὶ Ἀθηνᾶς δὲ ἦν αὐτόθι ναός· “νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ οἴξασαι” (Il. 6, 88).

448. ἀκέοντο] θεοὶ γὰρ εἰς ἀνθρώπους πράσσειν πάντα πεφύκασιν. κύδαινόν τε] λόγῳ παρεμυθοῦντο. ἀκολούθως δὲ τοῖς ἰατρικοῖς παραγ- γέλμασι τοὺς τραυματίας λόγῳ θεραπεύει. ἄλλως τε καὶ Ἀφροδίτης ἦν υἱὸς καὶ τῶν Τρώων ἄριστος μεθ᾿ Ἕκτορα.

449. αὐτὰρ ὁ εἴδωλον τεῦξ᾿ ἀργυρότοξος Ἀπολλων] εἴδωλον μὲν ἀκούει πᾶν τὸ δημιούργημα τοῦ κόσμου, ὅπερ τύπος ὂν τοῦ ὄντως ὄντος ὑπὸ πάντων μὲν τῶν ἐγκοσμίων θεῶν κοσμεῖται, προηγουμένως δὲ ὑπὸ ἡλίου, ὅς ἐστιν ἡγεμὼν παντὸς γενητοῦ τε καὶ ὁρατοῦ. οὐδὲν δὲ ἧττόν ἐστι τὸ Αἰνείου εἴδωλον υἱοῦ Ἀφροδίτης καὶ Τρωὸς, ὅ ἐστι [*](1. *τοπικὰ] τοῦ ποιητοῦ 6, *παρονομάσαι τὸν Δία Ἰδαῖον] 2, * προσώπου] om. παρωνομασμένον τὸν Ἰδαῖον *λέγει] om. 21. *διὰ τοῦ] διὰ τὸ)

255
τὸ ἐγχώριον κάλλος. πᾶν γὰρ ἐξ Ἀφροδίτης κάλλος ἐστὶ, περὶ ὃ αἱ ὑλικώτεραι τῶν ψυχῶν οὐκ ἀπαλλάσσονται προστριβόμεναι. εἴ- δωλον δὲ ποιεῖ, ἵνα φιλοτιμοτέρως μάχωνται Τρῶες, τὸ πτῶμα σῶσαι θέλοντες.

451. ἀμφὶ δ᾿ ἄῤ εἰδώλῳ] καὶ πῶς Διομήδης οὐ μηνύει τοῖς Ἀχαιοῖς ὅτι εἴδωλον ἦν, τὴν ἀχλὺν ἀφῃρημένος “ὄφῤ εὖ γινώσκοι θεὸν ἠδὲ καὶ ἄνδρα;” ῥητέον δὲ ὅτι τὸ εἴδωλον ἀμφοτέρων τούτων ἐστέρηται.

453. *Πορφυρίου. τὸ λαισήϊα εἰ καὶ ἄλλοι ἄλλως ἀποδεδώκασιν, ἀλλ᾿ ἐγώ φημι σάκη λέγειν κοῦφα ἤγουν ἐλαφρά (τοῦτο γὰρ δηλοῖ τὸ πτερόεντα), λαισήϊα δὲ εἰρῆσθαι τὰ ἐν τῇ λαιᾷ βασταζόμενα μικρὰ ἀσπιδίσκια, ὥς ποτε ἔφη “ὁ δ᾿ ἀριστερὸν ὦμον ἔκαμνεν, ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον” (ΙΙ. 16, 106). πτερόεντα δὲ ὡς κοῦφα· “τῷ δ᾿ εὖτε πτερὰ γίνετο (ΙΙ. 19, 386).

λαισήϊα οἱ μὲν τοὺς ἐπιμήκεις θυρεοὺς, οἱ δὲ ἐκ τριχωδῶν δερμά- των γεγονότα· οἱ δὲ καὶ λάσια εἶναί φασιν.

454. Ἄρηα] φυλάσσεται μὲν αὐτὸς τὴν πρὸς Ἀθηνᾶν ἔχθραν, πείθει δὲ τὸν ἀλλοπρόσαλλον.

461. Τρωὰς] ἀντὶ τοῦ Τρωῖκάς· καὶ δεῖ ὑποστίζειν εἰς τὸ στί- χας. εἰ δὲ γράφει Τρῶας, ὑποστικτέον εἰς τὸν δέ, ἵν᾿ ᾖ τὰς δὲ στίχας, ἤτοι τάξεις ὁ οὖλος Ἄρης μεταβὰς τοὺς Τρῶας ὤτρυνεν· ἢ οὕτως τοὺς Τρῶας μετελθὼν ὁ Ἄρης τὰς στίχας ὤτρυνεν.

465. ἐς τί] τὸ ἐς ἀντὶ τοῦ ἕως, τὸ δὲ τί ἀντὶ τοῦ τίνος, ἵν᾿ ᾖ ἕως τίνος· διὸ καὶ εἰς τὸ τί ἡ ὀξεῖα. καὶ ἔστι πρόθεσις ἀντὶ ἐπιρρή- ματος.

466. ἢ εἰσόκεν ἀμφὶ πύλῃς] ὅμοιόν ἐστι τῷ “ἢ μένετε Τρῶας” (ΙΙ. 4. 247).

467. κεῖται ἀνὴρ] οὐκ ἀγνοῶν τὰ περὶ αὐτοῦ τοῦτο λέγει, ἀλλὰ παρορμῶν. εὖ δὲ τὸ μὴ Ἀφροδίτης νῦν φάναι, ἀλλ᾿ Ἀγχίσου, ἵνα δειχθῇ ὅτι συγγενής ἐστιν αὐτῶν ὁ ἀνῃρημένος.

[*](4. Post hoc scholion B a manu κρὸν] μικρὸν τῶν ὑφεστώτων] εἰ- secunda apponit folio 71 b quae κάσματα addit τὸ προσκυνῆσαι] apud Suidam leguntur s. v. εἴδωλον τὸ om. Σοφοκλῆς] καὶ Σοφοκλῆς (εἴδωλον—εἰς θεοὺς ἔπος) cum hac hic et infra καὶ οἱ τοῦ Ἐφραὶμ] scripturae diversitate ab editione οἱ om. Κusteri, αἰθεροειδής· καὶ Βακχυλίδης] 9. Πορφυρίου] om. ἀεροειδής· ὡς καὶ Βακχυλίδης μα-)
256

472. μένος οἴχεται] ἀνεδύετο γὰρ τὴν μάχην, οὐ διὰ δειλίαν, ἀλλὰ τὴν τῶν ὅρκων σύγχυσιν, οὓς αὐτὸς ἐπεπρυτανεύκει.

473. φῆς] ὑπέλαβες· οὐ γὰρ ἂν Ἕκτωρ ἐφθέγξατό τι τοιοῦτον εἰς τοὺς συμμάχους. λαῶν δὲ λέγει τῶν τῆς πόλεως.

477. ἔνειμεν] οὕτως αἱ Ἀριστάρχου. τὸ ἁπλοῦν ἐστὶν εἰμέν· πᾶν δὲ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον.

479. τηλοῦ γὰρ Λυκίη] ὅμοια τοῖς Ἀχιλλέως “ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα” (ΙΙ. 1, 156).

480. ἔνθ᾿ ἄλοχόν τε] ὅτι τῶν φιλτάτων προὔκρινα τὴν σὴν φιλίαν, οὐχ ὡς ἀστυγείτονα δεδιὼς, ἀλλ᾿ οὐδὲ πόθῳ χρημάτων ἁλούς.

481. κτήματα πολλά] ἔχω, φησὶ, τὰ πρὸς ζωὴν, ὥστε μὴ μάτην ὑπὲρ ἀλλοτρίων κινδυνεύειν.