Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

396. καὶ τοῖσιν] οὐ μόνον, φησὶ, τοὺς προκληθέντας ἐνίκησεν, ἀλλὰ τούτους καὶ ἀνῄρησεν.

398. θεῶν τεράεσσι πιθήσας] ἡ Ἀθηνᾶ γὰρ αὐτῷ εἶπεν ὅτι ἐάγη αὐτοῦ τὸ δόρυ.

400. οὐ γὰρ μετεῖχε λόγου Τυδεύς. Ἀντίμαχος δέ φησιν ὅτι παρὰ συφόρβοις ἐτράφη· καὶ Εὐριπίδης (Suppl. 902) “οὐδʼ ἐν λόγοις ἦν δεινὸς, ἀλλʼ ἐν ἀσπίδι.” πιθανῶς δὲ προφυλαξάμενος ἀγο- ρητὴν αὐτόν φησιν, ἵνα πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσ- φθέγγεται ὁ Διομήδης.

401. τὸν δʼ οὔτι προσέφη κρατερὸς Διομήδης] πῶς οὗτος νεώτερος ὢν τὴν ἐπίπληξιν ἤνεγκεν, ὁ δὲ Ὀδυσσεὺς καὶ πρεσβύτερος καὶ φρονι- μώτερος ὢν ὠργίσθη καὶ ἐχαλέπηνε; ῥητέον δὲ ὅτι δἰ αὐτὸ τοῦτο, ἐπεὶ καὶ πρεσβύτερός ἐστι καὶ φρονιμώτερος, τὴν βλασφημίαν οὐ φέρει· τιμᾶσθαι γὰρ σφᾶς αὐτοὺς οἱ πρεσβύτεροι νομίζουσι δεῖν. ἄλλως τε οὐχ ὁμοίως ἀμφοτέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον εἰπὼν, τὸν δὲ τοῦ πατρὸς ἥττονα· ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. πρὸς τούτοις ἐπιπληχθεὶς ὡς λάλος οὐκ ἤμελλεν ἐπιβεβαιοῦν τὸ λάλος εἶναι.

402. αἰδεσθεὶς βασιλῆος ἐνιπήν] σώφρων, ὅστις οὐδέποτε τοὺς πολεμίους δείσας φοβεῖται τὴν ἐπίπληξιν τοῦ στρατηγοῦ. καὶ νῦν μὲν, ἵνα μὴ δοκῇ εἶναι λάλος, ἡσυχάζει· τοῖς γε μὴν ἔργοις δείξας ἑαυτὸν ἐφάμιλλον τῷ πατρί φησιν “ἀλκὴν μέν μοι (φησὶ) πρῶτον ὀνείδισας” (Il. 9, 34). καὶ τὸ κρατερός δὲ νῦν ἔμφασιν ἔχει, πλη- ροῦν ὃ παρέλιπεν ὁ βασιλεύς.

[*](34. *ὀνείδισας] ὠνείδισας)
218

404. ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι οὐ γονεῦσί φησι δεῖν παραχωρεῖν. παρύψωσε δὲ ἑαυτὸν καὶ τῷ μέγα καὶ τὴν μαρτυρίαν ἐπήγαγε. τοῦτο δὲ, ὅτι οὐ δεῖ ταῖς τῶν προγόνων ἀρεταῖς κοσμεῖσθαι. οὐδεὶς δὲ παρʼ Ὁμήρῳ πατέρα αἰνέσει εἰ μὴ κακοδαίμονα τέκνα.

ὁ τρόπος ἐπαναφορά. στρατεύσαντες μὲν οὖν οἱ τῶν ἀρχαίων ἀπό- γονοι τὰς Θήβας κατέσκαψαν καὶ τὸν βασιλέα Λαοδάμαντα ἀνεῖλον, ἐννέα ὄντες τὸν ἀριθμὸν οὗτοι, Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος Πολυνείκους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ Ἀμφίλοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος Ἱππομέδοντος, Μέδων Ἐτεόκλου.

407. ἀγαγόνθʼ] ἐπειδὴ δύο εἰσὶν οἱ κακολογούμενοι, ἔδειξε καὶ νῦν τὴν σύμπνευσιν αὐτῶν· καὶ “αὐτὰρ ἐγὼ Σθένελός τε” (Il. 9, 48).

409. σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο] ὑποφαίνει ὡς διὰ δεισι- δαιμονίαν οὐκ ἠθέλησαν ἄρχειν τῆς πρὸς τοὺς Τρῶας συμβολῆς, ἣν οἱ πατέρες μὴ κτησάμενοι ἀπώλοντο.

412. τέττα σιωπῇ ἧσο] δασυντέον τὸ ἧσο. ἔστι δὲ ἐπίδειξις χρηστοῦ ἤθους τὸ μὴ δεῖν ταῖς τῶν πατέρων ἐπαίρεσθαι συμφοραῖς· καὶ ἐνδείκνυται τῷ βασιλεῖ ὡς ἀδίκως μὲν ὕβρισται, συγγινώσκει δὲ διὰ τὸν καιρόν. τὸ δὲ τέττα ἐπίρρημά ἐστι σχετλιαστικὸν, ἀντὶ τοῦ νήπιε, ὑπὸ πρεσβυτέρου λεγόμενον πρὸς νεώτερον.

413. οὐ γὰρ ἐγὼ νεμεσῶ] αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν βασιλέα, ὅμως οὐ παραλέλοιπε τὴν πρὸς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς Σθένελον λόγῳ. δέδεικται οὖν καὶ ἐκ τούτου τὸ περὶ τὰς ἀποκρίσεις αὐτοῦ φιλότιμον· διὰ τοῦτο γὰρ οὐκ ἀντιλέγει ὅτι ἀμείνονα τοῦ πατρὸς αὐτὸν ἐν τῇ δημηγορίᾳ εἶπεν. νομοθετεῖ δὲ ποῖον δεῖ τὸν ἄρχοντα περὶ τοὺς ἀρχομένους εἶναι καὶ μᾶλλον ἐπαινεῖ ὡς αὐτοῦ καὶ τῆς φθορᾶς καὶ τῆς σωτηρίας τὰ τέλη ἀναλαμβάνεσθαι μέλλοντος.

422. ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ] οὐ πρὸς τὸν ἦχον, ἀλλὰ τὴν ἐπάλληλον τῶν φαλάγγων φοράν· πορεύονται γὰρ “σιγῇ δειδιότες σημάντορας” (431). Ζέφυρον γὰρ παρέλαβεν ἄνωθεν ἐπικυλίοντα τὰ κύματα, ἠρεμαίως τε ἄρχεται, ἐπιτείνεται δὲ ὕστερον· διὸ καὶ τὸ ὑποκινή- σαντος. καὶ οὕτως κατὰ μέρος αὔξει τὰ τοῦ πολέμου, προανυψοῖ δὲ καὶ νῦν τὸ Διομήδους πρόσωπον.

423. Ζεφύρου ὕπο κινήσαντος] Πτολεμαῖος ἀναστρέφει τὴν πρό- [*](9. *Ἀμφιαράου] ἀμφιάρου 7. *ἐννέα] om. 8. *Ἀλκμαίων καὶ] om. 10. *Μέδων Ἐτεόκλου] om. )

219
θεσιν, καλῶς· οἱ δὲ ἄλλοι παρέλκειν αὐτήν φασι καὶ τὸν τόνον φυλάττειν.

426. ἀποπτύει δʼ ἁλὸς ἄχνην] πτύελος γὰρ τῆς θαλάσσης ἐστὶν ὁ ἀφρὸς, ὃν ἐρευγομένη ἐκχέει.

429. ἀκὴν ἴσαν] ὅμοιον τῷ “ἀκὴν ἐγένοντο σιωπῇ” (Il. 3. 95). τὸ δὲ ἑξῆς οὕτως, οἱ δὲ ἄλλοι ἀκὴν ἴσαν σιγῇ. ἄρρητος δὲ ἡ ἐπίνοια σιωπὴν τοσούτου στρατοῦ εἰκάσαντος ἀφωνίᾳ. ὑποφαίνει γοῦν ἄκρως ὡς εὐπειθεῖς Ἕλληνες, τοὺς πολεμίους οὐ δεδιότες, ἀλλὰ μᾶλλον τοὺς ἡγεμόνας.

433. Τρῶες δʼ ὥστʼ ὄϊες] εἴωθεν ἀεὶ ἀντιπαραβάλλειν τὸ θορυ- βῶδες τῶν Τρώων. δειλὸν δὲ καὶ κατωφερὲς ἡ ὄϊς.

434. γάλα λευκόν] *Πορφυρίου. αἰτιῶνταί τινες τὰς τοιαύτας προσθήκας ὡς περιττὰς, γάλα λευκόν. ποῖον γὰρ γάλα μέλαν; τάφρον ὀρυκτήν (Il. 8, 179)· πῶς γὰρ ἂν γένοιτο τάφρος; ὑγρὸν ἔλαιον (Il. 23, 281)· ξηρὸν γὰρ πότʼ ἂν γένοιτο: ὀφθαλμοῖσιν ἰδών (Il. 3, 28)· πῶς γὰρ ἄν τις ἴδοι οἱ δʼ οὔασι πάντες ἄκουον (Il. 12, 442)· οὐ γάρ πως ἄλλῃ αἰσθήσει ἀκούομεν. ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθον τε ῥέοντα (Il. 6, 172)· ποῖος γὰρ ἄλλος ποτα- μὸς οὐ ῥεῖ; ἔστι δὲ ἡ μὲν ὀρυκτὴ τάφρος πρὸς τὰς οὐκ ἐξ ὀρύ- γματος συνισταμένας τάφρους, ἤτοι ἀντιδιαιρουμένη, ἐκ χάσματος δὲ γῆς ἢ ἐξ ὑδάτων παρόδου ἢ ἐξ ἄλλης αἰτίας· ἢ ὀρυκτὴ τάφρος ἡ βαθὺ τὸ ὄρυγμα διαφαίνουσα· ὅταν γὰρ βαθὺ γένηται σκάμμα καὶ ἐπικίνδυνον εἰς διάβασιν, τότε ἀπείληφε τοῦ ὀρύγματος τὴν δύναμιν. τὸ δὲ γάλα λευκὸν, ὅτι σκιὰν οὐκ ἐπιδέχεται. ὑγρὸν δὲ τὸ ἔλαιον, ὅτι τὰ μὲν ἄλλα ὑγρὰ ἐκχυθέντα, εἰ καὶ παραυτίκα τὰ δευθέντα μαλακύνει, ἀλλʼ οὖν ταχέως ξηραίνεται καὶ ἐκβληθέντα κραῦρα καὶ περίξηρα καταλείπει τὰ δεδευμένα· τὸ ἔλαιον δὲ ἐπὶ πολὺ διαμένει καὶ ἀνυγραίνει τὸ δεξάμενον, μαλακώτερόν τε ποιεῖ πρὸς τὴν ἁρὴν τὸ φύσει ἁπαλόν. τὸ δὲ ἰδεῖν ὀφθαλμοῖσιν ἀντιδιαίρεσιν ἔχει πρὸς τὸν διὰ φαντασίας βλέποντά τι, ὥσπερ καὶ κατὰ τοὺς ὕπνους δοκοῦ- μεν ὁρᾶν τι καὶ διηγουμένων ἄλλων ἀναπλάσσομεν τὰ διηγήματα· τὸ δὲ θεάσασθαι δἰ ὀφθαλμῶν σημαίνει τὴν ἐναργῆ θέαν καὶ τὴν δἰ αὐτοῦ κατάληψιν διὰ τῆς οἰκείας πρὸς τὸ ὁρώμενον αἰσθήσεως. [*](3. *πτύελος] πτύελον 21. *ἢ] om. 6. *ἴσαν] ἦσαν 25. *τὰ] om. 12. *Πορφυρίου] om. 27. *καταλείπει] καταλείπεται )

220
ὡσαύτως δʼ ἔχει τὸ οὔασιν ἀκοῦσαι, τὸ τὸν παρόντα αὐτὸν ἀκοῦσαι τοῦ λέγοντος καὶ μὴ ἄλλου ἀγγέλλοντος ἀκοῦσαι λόγον, ὡς καὶ ἐν τῇ συνηθείᾳ εἰώθασι λέγειν παρὰ ζώσης φωνῆς ἀκηκοέναι, καὶ μήτε διὰ γραπτῶν λόγων ἀκοῦσαι μήτε τὰ παῤ ἄλλου διηγουμένου. Ξάνθον τε ῥέοντα· ἤτοι ἐπεὶ Ξάνθος ἐστὶ καὶ πόλις τῆς Λυκίας, διέκρινε τὸν ποταμὸν τῷ ῥεύματι, ἢ τὸν σφόδρα ῥέοντα βούλεται λέγειν, ὡς τὸν δινήεντα· ἢ Ξάνθον ῥέοντα, ὡς εἰ ἔλεγε Ξάνθου ῥοάς· ἢ τὸν καλῶς ῥέοντα, ὡς “ποιητὰς ἐσέχυντο πύλας” (Il. 12, 470) τὰς εὖ πεποιημένας· ἢ ποιηταὶ πύλαι αἱ τέλος ἤδη λαβοῦσαι καὶ ἀποτετελεσμέναι. καὶ ὅλως ἐπὶ πάντων τῶν τοιούτων ζητῶν τις εὑρήσει εὔλογον τὴν τῆς προσθήκης αἰτίαν.

435. ἀζηχὲς] ηὔξησε τὸν θόρυβον παραλαβὼν τὰς ὄϊς ἀντιμη- καζούσας τοῖς νεογνοῖς.

437. οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος] εἰκότως τὸ βάρβαρον θορυβεῖ μᾶλλον, ἑτερόγλωσσον ὄν· ὃ γὰρ μή ἐστιν ὁμόφωνον, τοῦτο ἀνάγκη θορυβεῖν.

439. ὦρσε δὲ τοὺς μὲν Ἄρης] μεγαλοπρεπὴς ἡ φαντασία· δεῖ γὰρ αὐτοὺς ὅμοια τῶν ἡγουμένων πράσσειν. ἄλλως τε καὶ τὴν πρώτην συμβολὴν μᾶλλον αὔξει.

440. ἄπληστον, πολύ. παραγενέσθαι δὲ αὐτούς φησιν οὐχ ὡς συμμάχους, ἀλλʼ ἐκ τῶν ἡμετέρων ταῦτα παθῶν ἐπλάσατο.

*καὶ Ἔρις] περὶ τῆς Ἔριδος οὐδʼ ὑπεσταλμένως ἠλληγόρησεν Ὅμηρος, οὐδʼ ὥστε δεῖσθαι λεπτῆς τινὸς εἰκασίας, ἀλλʼ ἐκ τοῦ φανεροῦ τὰ κατʼ αὐτὴν πεπόμπευκεν “ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσ- σεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει.” διὰ γὰρ τούτων τῶν ἐπῶν οὐ θεὰ οὕτω τις παντάπασι τερατώδης ὑφʼ Ὁμήρου μεμόρφωται, τὰς πρὸς ἑκάτερον μεταβολὰς τοῦ σώ- ματος ἀπίστως ἔχουσα, καὶ ποτὲ μὲν ἐπὶ τῆς γῆς ἐρριμμένη, ποτὲ δʼ εἰς ἄπειρον αἰθέρος ἐκτεινομένη μέγεθος, ἀλλʼ ὅπερ ἔθος συμβαί- νειν ἀεὶ τοῖς φιλονεικοῦσι πάθος ἐκ ταύτης τῆς ἀλληγορίας ἐδήλωσεν· ἀρχομένη γὰρ ἀπὸ λιτῆς αἰτίας ἡ ἔρις, ἐπειδὰν ὑποκινηθῇ πρὸς μέγα δή τι κακὸν διογκοῦται. καὶ ταῦτα μὲν ἴσως μετριώτερα.

[*](1. *αὐτὸν] αὐτοῦ 29 p. 61, ubi paullo aliter scripta 20. ἄπληστον, πολύ] Spectat ad leguntur. 29. *ὅπερ] ὅπως. Apud Hera- ἄμοτον. 22. τερὶ τῆς Ἔριδος—] Haec ex- clitum est ἀλλʼ ὃ συμβέβηκεν ἀεί. cerpta sunt ex Heracliti Alleg. c.)
221