Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

340. καταπτώσσοντες] προτρεπτικὸν τὸ πτώσσειν ἀνδρείᾳ ψυχῇ λεγόμενον.

[*](3. *εὔβουλος] σύμβουλος 24. *φωρᾶται] ὁρᾶται 15. * προληφθῆναι] προκληθῆναι 29. *μέσον] μέσος )
216

343. δαιτὸς ἀκουάζεσθον ἐμεῖο] οὐ περὶ βρωμάτων, ἀλλὰ περὶ τιμῆς ὁ λόγος· τινὲς δὲ τὸ δαιτός τῷ ἐμεῖο συντάττουσιν.

344. δαῖτα γέρουσιν] ὅμοιόν ἐστι τῷ “γερούσιον αἴθοπα οἶνον” (259). αἰσχρὸν δέ ἐστιν ἐν μὲν τῷ συμποσίῳ τοῖς ἀρίστοις κατα- λέγεσθαι, ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις.

347. καὶ εἰ δέκα πύργοι Ἀχαιῶν] ἔλυσε τὸ ἔμπροσθεν ἀμφί- βολον· καὶ οἱ μὲν ἕνα ἀναμένουσιν, ὁ δὲ ὀνειδίζων δέκα φησίν.

350. φαντασίαν ἐποίησε τοῦ ἀπερισκέπτως ἐξενεχθέντος λόγου· πρὸς γὰρ φυλακὴν τῶν φαύλων αὐτοὺς ἡ φύσις ἔχει.

351. πῶς δὴ φῄς] ἠθικόν ἐστι καὶ τῶν πρώτων ὑπομνηστικόν. ἐν μὲν οὖν τῷ μεθιέμεν τελεία, ἐν δὲ τῷ Ἄρηα ὑποστιγμή.

353. ἢν ἐθέλῃσθα] ἐὰν ἀποσχόμενος τῶν ἀγώνων ἡμᾶς ἐποπτεύειν βούλῃ.

354. προσυνίστησι τὰ πρόσωπα καὶ τὰς διαθέσεις· ἢ ὡς φιλό- δοξος καὶ τὸν παῖδα συνίστησιν.

356. ἐπιμειδήσας προσέφη] σχήματι ἅμα καὶ λόγῳ θεραπεύει αὐτὸν διὰ τὴν ὕβριν.

357. πάλιν δʼ ὅγε λάζετο] εἰς τοὐναντίον μετήγαγε τὸ “κακοῖσι δόλοισι κεκασμένε” (339).

359. περιώσιον] περισσὸν, πλέον Μενεσθέως.

362. ἀρεσσόμεθʼ] εἰς τὸ σοὶ ἀρέσκον μετάξομεν. τεχνικὸν δὲ τὸ ὁμολογεῖν εἰς τὰ μὴ δέοντα ὑπὸ τῆς ὀργῆς ἐξῆχθαι.

366. ἑσταότʼ ἔν θʼ ἵπποισι] ζηλωτὴς γὰρ Ὀδυσσεὺς Διομήδους, καὶ οὗτος αὐτοῦ. πικρότερον δὲ τούτου καθάπτεται, ἐπεὶ καὶ ἐφʼ ἅρματος ἵστατο· ὃ συνεὶς καθήλατο. εὐτρέπιστο μὲν οὖν πρὸς τὴν μάχην, ὅμως Ὀδυσσέα ἀνέμενεν.

370. Τυδέος υἱέ] τὴν ὕβριν μειοῖ ὁ ἔπαινος τοῦ πατρός· ἡδέα γὰρ τὰ τῶν πατέρων ἐγκώμια λεγόμενα. ξενικωτέρας δὲ διαλέξεις βούλεται εἰσαγαγεῖν· ἢ ἐν κεφαλαίοις μὲν εἴρηται, τῇ δὲ ποιήσει ἐπιτέταται.

375. οὐδὲ ἴδον] ἀπὸ κοινοῦ τὸ πονεύμενον ἐνταῦθα. δῶμεν δὲ τὴν ἀδολεσχίαν τῷ τεταραγμένῳ Ἀγαμέμνονι.

377. ξεῖνος] ξένος καὶ ὁ δεχόμενος καὶ ὁ δεχθείς· “ξεῖνος γάρ μοι ἅδʼ ἐστί” (Od. 8, 208). πρόξενος ὁ ὑπὸ πόλεως ἠξιωμένος ὥστε προΐστασθαι αὐτῆς. ἰδιόξενος, ὡς ὁ Μέντωρ τῷ Τηλεμάχῳ. [*](7. *δέκα] om.)

217
ἀστόξενος ὁ ἐκ προγόνων ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξί. δορύξενος, ὡς Γλαῦκος καὶ Διομήδης.

382. πρὸ ὁδοῦ] ἔμπροσθεν τῆς ὁδοῦ, ὅ ἐστιν εἰς Θήβας. τινὲς δὲ εἰς τὸ ἐγένοντο ὑποστίζουσι, καὶ τῷ λεχεποίην τὴν τελείαν παρ- έχονται, πλεονάζειν λέγοντες τὸν δέ.

383. λεχεποίην] παρὰ τὸ λέχος ἢ τὸν λόχον.

389. ἀεθλεύειν προκαλίζετο] μετὰ τὸ δεῖπνον οἱ ἀγῶνες ἐγίνοντο· καὶ Πηνελόπη τὸ τόξον μετὰ τὸ δεῖπνον τίθησιν. ἴσως δὲ καὶ τοὺς ἄλλους Ἀργείους εὐτέλιζον διὰ τὸ αὐτοῦ βραχύ. βουλόμενος οὖν τοῦ μώμου ἑαυτὸν ἀπαλλάξαι καὶ τοὺς οἰκείους τοῦτο ποιεῖ.

392. λόχον εἷσαν] ἵνα μὴ τοῖς Ἀργείοις ἀπαγγείλῃ τὴν ἀσθέ- νειαν Θηβαίων.