Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

441. κασιγνήτη] ἀπὸ τῆς ὁμοιότητος τῶν παθῶν πλάττει καὶ τὰς συγγενείας, ὡς Δεῖμος καὶ Φόβος καὶ Ἔρις. ἔστιν οὖν ἀδελφὴ οὐ τῇ συγγενείᾳ, ἀλλὰ τοῖς τρόποις. ποιητικῶς δὲ καὶ τῆς Ἔριδος τὸ πάθος ἐσήμανεν.

445. ὀφέλλουσα στόνον ἀνδρῶν] ἀπὸ γὰρ τοῦ ἐρίζειν καὶ πλείων ὁ φόνος γίνεται.

447. *σύν ῥʼ ἔβαλον ῥινούς] ἐλέγομεν περὶ τῶν παραβολῶν ὅτι πολλάκις τὰ οἰκεῖα τοῖς πράγμασιν ὀνόματα περιτίθησι τοῖς ἐν ταῖς παραβολαῖς ὁμοιώμασιν, ἐν πολλοῖς δὲ καὶ ἔμπαλιν. εἰς δὲ πίστιν τούτου παρακείσθω καὶ ταῦτα. συμβάλλουσι μὲν ἀλλήλοις στρατοὶ τὸν πόλεμον, “σύν ῥ’ ἔβαλον ῥινοὺς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν” (Il. 12, 181). μίσγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά “οἱ μὲν ἂρ οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ” (Od. 1, 110). ὅθεν τὸ καταδεχόμενον τοὺς ποταμοὺς χωρίον μισγάγκεια εἴρηται. ἀλλʼ ὅμω ςαὐτὸς ἐναλλὰξ ἐπὶ μὲν τῶν ποταμῶν ἔφη τὸ συμβάλλειν ὅπερ ἦν ἐπὶ τῶν ἀνθρώπων “εἰς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ” (Il. 4, 453). ἐπὶ δὲ τῶν στρατῶν τὸ μίσγεσθαι, ὅπερ ἦν οἰκεῖον ποταμῷ “ὣς τῶν μισγομένων γένετʼ ἰαχή τε φόβος τε” (Il. 4, 456). συνεχώρει δὲ τὸ μέτρον εἰπεῖν ἐς μισγάγκειαν συμ- μίσγετον ὄβριμον ὕδωρ, Ὁμηρικοῦ ὄντος τοῦ παρετυμολογεῖν ὡς τὸ “τέμενος τάμον” (Il. 6, 194). καὶ “κειμήλια κεῖται” (Il. 6, 47). καὶ “ἅρπαι ἀνηρείψαντο” (Od. 1, 241). καὶ “μένος οἴχεται ὃ πρὶν ἔχεσκες” (Il. 5, 472). καὶ “φής που ἄτερ λαῶν πόλιν ἑξέμεν” (Il. 5, 473). ὁ δὲ προείλετο τὴν ἀντίδοσιν τῶν ὀνομάτων εἰς ἑνωτικὴν τοῦ φραζομένου πρὸς τὸ εἰκαζόμενον, εἴ γε αἱ αὐταὶ φωναὶ πρέ- πουσιν ἑκατέρις, ἐπὶ δὲ τῶν Αἰάντων καὶ τολμήσας νέφος εἶπε, καὶ κατὰ μεταφορὰν πεζῶν καὶ ὡς εὔλογον τὴν τόλμαν τῇ παρα- βολῇ ἐπιστώσατο, καὶ τὰς φωνὰς ἤμειψεν ἐπειπὼν τὸ παραβληθὲν τῷ παραβαλλομένῳ. “ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν, τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν” (Il. 4, 273). προαναφωνήσας οὖν νέφος πεζῶν ἐξ αὐτοῦ πλάσσει παρα- βολὴν “ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ ἐρχόμενον [*](7. Scholion Porphyrii, quod infra. iisdem fere verbis perscriptum 17. μίσγεσθαι] μίσγεαι legitur in Quaestionibus Homeri- 28. ἐπειπὼν] ἐποποιῶν. Correxi cis cap. 27. ex Porphyrio. 14. μισγάγκεια] μισγάγγεια hic et)

222
κατὰ πόντον ὑπὸ ζεφύροιο ἰωῆς. τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα φαίνετʼ ἰὸν κατὰ πόντον· ἄγει δέ τε λαίλαπα πολλήν. τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι” (Il. 4, 280—282). τὸ μὲν νέφος ἐρχόμενον καὶ ἰὸν καὶ ἄγον λαίλαπα εἶπεν, ὅ ἐστι πρᾶγμα στρατιώτου, ἐπὶ δὲ τῆς φάλαγγος κίνυντο, ὅπερ ἐπὶ νέφους τάττει κινήσει πυκινὴν νεφέλην καὶ πυκιναὶ φάλαγγες καὶ κυάνεον νέφος καὶ κυάνεαι φάλαγγες· ἤμειψε καὶ ἐπὶ τοῦ λέοντος καὶ τῆς Πηνελόπης τὰς φωνάς “ὅσσα δὲ μερμή- ριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ δείσας ὁππότε μιν δόλιον περὶ κύκλον ἄγουσι, τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος” (Od. 792—794). μτρμηρίζει μὲν γὰρ κυρίως ἄνθρωπος, ὁρμαίνει δὲ λέων. ὁ δʼ ἐνήλλαξε. τῷ δὲ τήκεσθαι κυρίως ἐπὶ τῆς χιόνος χρησάμενος ἐνδιατρίβειν ὡς ἐναργεῖ πολλάκις οὐκ ὤκνησε καὶ τῷ αὐτῷ χρή- σασθαι ἐπὶ τῆς διὰ λύπην τοῖς δακρύοις διαρρεομένης, “ὡς δὲ χιὼν κατατήκετ᾿—ἥν τʼ εὖρος κατέτηξε, τηκομένης δʼ ἄρα τῆς—ὣς τῆς τήκετο καλὰ παρήϊα δακρυχεούσης” (Od. 19, 205), καίτοι ἐν ἄλλοις εἰπὼν “τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί.” σύν ῥʼ ἔβαλον ῥινοὺς, σὺν δʼ ἔγχεα] τὰς μὲν πρὸς τὸ μηδὲν παθεῖν, τὰ δὲ, ἵνα τι δράσωσιν.

448. ὀμφαλόεσσαι] τὰς εὐομφάλους, ὡς πύλας ποιητάς ἤτοι εὐποιήτους. ὁτὲ μὲν οὖν αὐτὰς εὐκύκλους, ὁτὲ δὲ ὀμφαλοέσσας καλεῖ, τὴν ἀπὸ τοῦ κέντρου πρὸς τὸ τέλος τυπῶν αὐτῶν ἰσότητα, καὶ πάντοσʼ ἐΐσας.

449. ὀρυμαγδός ἐστι πολέμου ἢ ὕδατος ἦχος, ἔχων ἐπὶ πολέμου κτύπον ὅπλων, στρατιωτῶν ἀλαλαγμὸν, ἡγητόρων παράκλησιν, εὐχὴν ἀγωνιώντων, οἰμωγὴν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν ὀρυμαγδὸς ἔνθα ὄρνυται ὅμαδος.

450. οἰμωγή τε καὶ εὐχωλὴ] ἀκριβῶς ἔχει ἡ λέξις· πρότερον γὰρ ἂν ὁ παθὼν οἰμώξειεν, εἶθ᾿ ὁ δράσας ἐπʼ αὐτῷ μεγάλως χαροῖτο καὶ αὐχήσοι.

ῥέε] ἐμφαντικῶς· οὐ γὰρ εἶπεν ἐρραίνετο, ἀλλʼ ὡς εἰ λέγοι ὅτι ἐπήγαζεν αὐτὴ τὸ αἷμα διὰ τὸ πλῆθος. κρουνοὶ δὲ στεινοί τινες καὶ βαθεῖαι ἐκρύσεις.

[*](7. τάττει κινήσει] πράττει κινήσῃ. 25, 32. Primae manus scholia, Correxi ex PorphyIio. non numeris notata, sed alio 20. *τι] om. signo.)
223

452. ὡς δʼ ὅτε] ἔστιν ἀκοῦσαι δύο ποταμῶν ἤχου. πανταχόθεν δὲ αὐτῶν ηὔξησε τὸν ἦχον. οὐ γὰρ διὰ πεδίων, ἀλλʼ ἐξ ὄρους ῥέουσιν, ἵνα μὴ ῥύσις, ἀλλʼ ἐμβολὴ ὕδατος εἴη· καὶ εἰς τὸν αὐτὸν κατα- φέρονται τόπον, τῇ συμπτώσει τῶν ὑδάτων πολὺν ἀπεργαζόμενοι τὸν ἦχον· καὶ κρουνῶν ἐκ μεγάλων προστίθησι, τῷ πλήθει τοῦ καταρρέοντος ὕδατος τραχὺν ἐγείρων τὸν ψόφον· καὶ τὸ κοίλωμα τὸ δεχόμενον αὐτοὺς μισγάγκεια εἴρηται, τραχυνόμενον τῇ ὀνομα- τοποιίᾳ καὶ συναπειλοῦν τῷ ῥεύματι. ἴσως δὲ καὶ δύο τοὺς ποταμοὺς παρέλαβεν οὐκ αὐξήσεως μόνον ἕνεκεν, ἀλλʼ ὅτι εἰσὶ καὶ τὰ στρα- τεύματα δύο. καὶ τούτους ἐμπίπτοντας ἀλλήλοις· καὶ γὰρ οἱ στρατοὶ ἀλλήλοις ἐπιφέρονται.

453. μισγάγκειαν] ὁ τόπος ἐν ᾧ μίγνυνται οἱ ποταμοί. τὸ δὲ ἑξῆς οὕτως· ὡς δὲ χείμαρροι κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλε- τον τὸ ὕδωρ ἐκ τῶν κρουνῶν ἔσω τῆς χαράδρης, ὣς τῶν μισγομένων.

455. τῶν δέ τε τηλόσε] εἰς μακρὰν, φησὶν, ἀφικνουμένων ὁ ψόφος ἀκούεται. ἄμεινον δὲ τηλόθι γράφειν καὶ πρὸς τὸν ποιμένα ἀποδιδόναι· ἀποκέκλεισται γὰρ τηλόθι που χειμῶνος ὄντος ὁ ποιμήν.

457. πρῶτος δʼ Ἀντίλοχος] τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ καὶ ἄλλην ἀριστείαν αὐτοῦ οὐ γράφει. ἄλλως τε καὶ ζηλοῖ τὸν πατέρα· “πρῶτος” γάρ φησιν “ἐγὼν ἕλον ἄνδρα” (Il. 11, 738). καὶ θεατὴν αὐτὸν ἔχει. θερμότητος δὲ τοῦτο νεωτερικῆς ἔργον. ἢ Τρῶες κατεφρόνουν Νέστορος, καὶ κατὰ τοῦτο μᾶλλον τὸ μέρος πρώτως ἔκρουσαν.

*Πορφυρίου. κορυστήν] γελοίως ὁ Ἀπίων τοὺς ἱπποκορυστὰς ἀπέδωκε τοὺς κόρυθας ἔχοντας ἱππείαις θριξὶ κεκοσμημένας. εἰ γὰρ παρὰ τὴν κόρυν συνέκειτο, κἂν ἱπποκόρυθες ἐλέγοντο· νῦν δὲ σημαίνει τὸν ἔφιππον ὁπλίτην· κορυστὴς γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχη- τής. “ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύο Αἴαντε κορυστά” (Il. 13, 201)· καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυστήν. “Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ” (Il. 5, 699), τὸν ὁπλίτην σημαίνων καὶ ἀντίθετον τῷ ἱπποκορυστῇ. ἐκ δὲ τοῦ κορύεσθαι, ὅπερ ἐν πλεονασμῷ τοῦ θ ἔφη κορύθεται, ἥ τε περικεφαλαία κόρυς, καὶ κορύνη ἀμυν- τήριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον καὶ βάρος, παρὸ καὶ ῥόπαλον λέγε- ται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς τὸ [*](19. *νὐ γράφει] συγγράφει 27. *τὸν ἔφιππον ὁπλίτην] τὸ ἐφʼ 24. Πορφυρίου] Referendum al ἵππων ὁπλίται)

224
σκηρίπτεσθαι ἐπιτήδειον ξύλον σκηπάνιον καὶ σκῆπτρον· καὶ ἐπὶ τοῦ δόρατος τοῦ ἐπερεισθέντος τῇ γῇ “οὔδει ἐνισκήφθη” (Il. 16, 612). ὥσπερ δὲ ἐπὶ τοῦ δόρατος ᾧ καταχρῶνται εἰς τὸ σκηρίπτεσθαι “στῆ δʼ ἄρʼ ἐπὶ μελίας χαλκογλώχινος ἐρεισθείς” (Il. 22, 225), οὕτως. ἐπὶ τοῦ ῥοπάλου, ὅταν λέγῃ “δὸς δέ μοι εἴ ποθί τοι ῥόπαλον τετμη- μένον ἐστὶ, σκηρίπτεσθαι” (Od. 17, 195). ἐν δὲ τῷ ἱπποκορυστής δύναται ἡ ἵππου γενικὴ συγκεῖσθαι, ἀντὶ τοῦ ἱππεῖς, ὡς τὸ “ἐν, δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατ’ Ἀχιλλεὺς ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπι- διώτας” (Il. 16, 167)· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώταις ἀνδράσιν ἀντιτιθεὶς, τουτέστι τοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺς ἵππους ἔφη, ᾧ τρόπῳ καὶ ἐν τῇ συνηθείᾳ λέγομεν ἡ ἵππος τῶν Περσῶν ἐνίκησεν ἀντὶ τοῦ οἱ ἱππεῖς. ἡγεμονικώτεροι δὲ τῶν πεζῶν οὗτοι· διὸ ὀτρύνει ἵππους τε καὶ ἀνέρας. καὶ τὸ εὕδειν οὖν ἀνέρας ἱπποκορυστάς κατʼ ἐπικράτειαν εἰρημένον δηλοῖ ὅτι οὐ μόνον οἱ ἱππεῖς, ἀλλὰ καὶ οἱ πεζοὶ, οὐδʼ οἱ ἄνδρες μόνον, ἀλλὰ καὶ αἱ γυναῖκες ἐκάθευδον.

458. Θαλυσιάδην Ἐχέπωλον] κύριον τὸ δεύτερον· τότε γὰρ ἐπιθε- τικῶς, ὅτε λέγει ταχύπωλον καὶ εὔπωλον. οὐ χρῆται δὲ πατρωνυμι- κοῖς ἀντὶ κυρίων, εἰ μὴ ἐπὶ τοῦ Ἀργεάδην πολύμηλον (Il. 16, 417).

461. τὸν δὲ σκότος] ἱκανὴ μὲν καὶ ἡ αἰφνίδιος ὁρμὴ καὶ ἡ ἀπρό- οπτος πληγὴ, εἰ καὶ καιρία μὴ ἦν, εἰς τὸ θανατῶσαι· νῦν δὲ καὶ ἄμφω ἐπισυμβαίνει· καὶ γὰρ αὐτῆς τῆς μήνιγγος ἥψατο, ἣ διείργει τὸν ἐγκέφαλον ἄνω καὶ κάτω κειμένη καὶ μόνως περιφυλάττουσα· ἄχρι γὰρ τῆς τοῦ ἐγκεφάλου βάσεως αὐτῆς εἰσέθορε τὸ δόρυ. σημείωσαι δὲ ὅτι τοὺς περὶ κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ τελευτᾶν “τόν ῥʼ ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος, ὦκα δὲ θυμὸς ᾤχετʼ ἀπὸ μελέων” (Il. 16, 606)· “αὐτὰρ ἔπειτʼ Εὐρύαλον πέτρῳ βάλε μέσσην κακκεφαλὴν, ἀμφὶ δέ οἱ θάνατος χύτο” (ib. 415)· τοῦ κυρίου γὰρ τρωθέντος τόπου καιρίως ἀκολουθεῖ θάνατος τῇ πληγῇ, οὐδὲ ὀλίγον χρόνον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. καὶ ἐπὶ ὀμφαλοῦ ταὐτὸ “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινός” (Il. 58)· “ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν, γνὺξ δʼ ἔριπʼ οἰμώξας” (Il. 20, 416). οἱ γὰρ περὶ γαστέρα τόποι νευρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν αἴσθησιν πλειόνως δέχονται.

[*](6. *σκηρίπτεσθαι] ὥστε σκηρίπ- 14. *ὅτι] om. 18. *ταχύπωλον καὶ εὔπωλον] τεσθαι ταχυπὼλων καὶ εὐπώλων)
225

462. ἤριπε] εἰς τὴν ἔραν ἔπεσε.

463. ὕπτιος γὰρ ἔπεσεν ὑπὸ τῆς ὁρμῆς τοῦ δόρατος.

465. ὑπʼ ἐκ] ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω τοῦ κειμένου φοράν.

466. μίνυνθα δέ] δικαίως κολάζεται ὡς αἰσχροκερδὴς, δέον γὰρ τῶν ζωῶν ἅπτεσθαι.

468. πλευρὰ τά οἱ—ἐξεφαάνθη] οἱ ἑταῖροι, φησὶ, τὰ πλευρὰ ἐθεάσαντο. καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα. τὸ δὲ παῤ ἀσπίδος ἀντὶ τοῦ παρενεχθέντος τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀσκόπως ποιεῖν.

470. ἔργον ἐτύχθη] ἀνανεοῦται τὴν στάσιν, καὶ πλείους δίδωσι τὰς τῶν ἀριστέων πτώσεις, καὶ τὸν πόλεμον ἐπιφανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτόπτης ὤν.

471. Τρώων καὶ Ἀχαιῶν] ἤλλακται ἡ φράσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες διὰ τὸν ἐξ αὐτῶν πεσόντα Ἐλεφήνορα.

473. Ἀνθεμίωνος υἱόν] πολλὴν πίστιν ἐπιφέρει τῷ λόγῳ ὡς αὐτόπτης ὢν, οὐ ψιλὸν τοῦ τετρωμένου τὸ ὄνομα θεὶς, ἀλλὰ καὶ τὴν αἰτίαν διʼ ἣν ἐκαλεῖτο Σιμοείσιος, καὶ τοῦ πατρὸς τὸ ὄνομα καὶ τὸ χωρίον ἐν ἐτέχθη, καὶ ἐπὶ τί πορευομένη ἡ μήτηρ ἔτεκεν αὐτὸν, καὶ τὴν ἡλικίαν ἣν ἔχων ἀπέθανεν, ὅτι ἠΐθεος ἦν.