Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

424. φιλομμειδὴς Ἀφροδίτη] τὰ γὰρ ἀφροδίσια λύπης ἀπήλ- λακται. τὸν δὲ δίφρον εἰ μὲν ὡς γραῦς τίθησιν, οὐκ ἄτοπον· εἰ δὲ ὡς Ἀφροδίτη, καὶ Ἀθηνᾶ λύχνον φαίνει Ὀδυσσεῖ (Od. 19, 34). καὶ οὐ θαυμαστὸν εἰ ἀδελφῇ ὑπηρετεῖται· ἐπάγει γὰρ τὸ κούρη Διός.

*ἀπρεπῶς Ἀφροδίτη μαστροπεύει πρὸς τὸν Ἀλέξανδρον τὴν [*](4. *ῆθελε] ἦλθε “σμικροῖσιν] σμικροῖς 19. θεὸς γὰρ] ὁ θεὸς Valcken. ad 20. *τοῦ] om. Hippol. p. 179. Praestat θεὸς δ᾿. 27. *διοτάτη] διωτάτη )

189
Ἑλένην. ἀγνοοῦσι γὰρ ὅτι νῦν λέγει τὴν ἐν τοῖς ἐρωτικοῖς πάθεσιν ἀφροσύνην, ἣ μεσῖτίς ἐστιν ἀεὶ καὶ διάκονος μειρακιώδους ἐπιθυ- μίας. αὕτη καὶ τόπον εὗρεν ἐπιτήδειον, ὅπου τὸν Ἑλένης δίφρον ἀφιδρύσει, καὶ ποικίλοις μαγγάνοις ἑκατέρου κινεῖ τὸν πόθον, Ἀλεξ- άνδρου μὲν ἐρωτικῶς ἔτι διακειμένου, τῆς δʼ Ἑλένης μετανοεῖν ἀρ- χομένης. διὸ δὴ κατʼ ἀρχὰς ἀντειποῦσα τοὔσχατον ὑπείκει, μεταξὺ δύο φερομένη παθῶν, ἔρωτός τε τοῦ πρὸς Ἀλέξανδρον καὶ αἰδοῦς τῆς πρὸς Μενέλαον.

425. ἀντίʼ] θέα γὰρ ἐρώτων συνεργός· ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται τὸ τοὺς ἀνθοώπους ἐρᾶν.

427. ὄσσε πάλιν κλίνασα] ὑπογράφει τὸ σῶφρον τῆς Ἑλένης· τέχνῃ γὰρ ἀντιτάσσεται τῇ Ἀφροδίτῃ.

428. πλανώμενοι τινες ὑποστίζουσιν ἐν τῷ πολέμου διὰ τὴν ὑπόκρισιν· Νικάνωρ δὲ τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτον ἐᾷ.

431. βίῃ τῇ ψυχῇ, χερσί τῷ σώματι, ἔγχεϊ τοῖς ἀμυντηρίοις. ἠθικῶς δὲ αὐτοῦ τὸ ἀλαζονικὸν ἔσκωψεν· ἴδιον γὰρ τῶν ἐρώντων ἐπʼ ἀνδραγαθίαις αὐχεῖν.

434. παύεσθαι κέλομαι] θελγομένη ὑπὸ Ἀφροδίτης εἰς τοῦτο ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα λεληθότως παραινεῖ μὴ μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀποδοθείη κατὰ τὰ Διὶ δεδογ- μένα. διὰ τοῦτο ἐκδειματοῦσα ἀρηΐφιλόν φησι Μενέλαον. τὸ δὲ παύεσθαι ἐνεστῶτος, οὐ παύσασθαι. τελεία δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικῶν.

439. νῦν μὲν γὰρ Μενέλαος] οἷαι τῶν ἠσχημονηκότων αἱ ἀπο- λογίαι. διὰ τὴν Ἀθηνᾶν φησὶ νενικῆσθαι, ὥσπερ οὐκ ἐκ τῶν ἐναντίων διὰ τὴν Ἀφροδίτην αὐτὸς σωθείς. νιλήσειν δὲ ὑπισχνεῖται τὸν Μενέ- λαον, οὐδὲ μετὰ τὴν ἧτταν τὴν ἀλαζονείαν ἀφείς.

[*](2. *ἣ] ἣ ἀνθρώποις ἐρᾶν. Qui poetae ignoti 4. * ὀφιδρύσει] ἀφιδρεύσει versus est a multis memoratus, 7. * φερομένη] φερομένων quos indicavit Leutsehius ad Dio- 9. Hic novi in B acholii ini- geniani Proverb. 4, 49 vol. 1 p. tium cui lemma ἀντίʼ praefixi. In 239 cum levi scripturae diversi- A hoc scholion cum superioris tate, recte scriptus apud Hesychi- scholii (ad v. 424) verbis φιλομειδής: um s. v. ὀμμάτειος πόθος, ἐκ τοῦ γὰρ τὰ γὰρ ἀφροδίσια λύπης ἀπήλλακται ἐσορᾶν γίγνετʼ (codex γίγνεται) ἀν- coniunctum est, sic scriptum sine θρώποις ἐρᾶν, qualem versum mani- lemmate ἡ θεὰ γὰρ αὕτη ἐρώτων festum est ab vetere poeta Attico συνεργός· ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται scribi non potuisse. )
190

440. κεῖνον δʼ αὖτις ἐγώ] βραχὺ διασταλτέον εἰς τὸ ἐγώ, καὶ τὸ νικήσω ἐκδεκτέον· κοινὸν γὰρ ἄμφω τὸ ἐνίκησεν.

441. τραπείομεν] τερφθῶμεν. κινδυνεύσας δὲ ὑπὲρ αὐτῆς, ὡς νικήσας, τῶν ἐπινικίων ἀπολαύειν ἀξιοῖ.

φιλότητι τραπείομεν εὐνηθέντε] πῶς, φασὶ, μετὰ τοσαύτην αἰσχύνην ὀργᾷ: ἐμφανίζει οὖν τὴν πρόξενον ἀπάντων τῶν κακῶν αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν, ὑπονοῶν ὀργίζεσθαι αὐτὴν ἐφʼ οἷς ἐκδοῦναι τῷ πολεμίῳ ἔσπευσεν. ἢ ὅτι ὧν στεροίμεθα ἂν, τούτων ἐρῶμεν.

*Πορφυρίου. διὰ τί τὸν Ἀλέξανδρον πεποίηκεν οὕτως ἄθλιον, ὥστε μὴ μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν, καὶ ἀφρο- δισίων μεμνημένον εὐθὺς, καὶ ἐρᾶν μάλιστα τότε φάσκοντα, καὶ οὕτως ἀσώτως διακεῖσθαι; Ἀριστοτέλης μέν φησιν εἰκότως· ἐρω- τικῶς μὲν γὰρ καὶ πρότερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντες γὰρ, ὅτε μὴ ἐξῇ ἢ φοβοῦνται μὴ ἕξουσι, τότε ἐρῶσι μάλιστα· διὸ καὶ νουθετούμενοι ἐπιτείνουσι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίησεν. οἱ δὲ, ὅτι ἡ προσδοκία τῆς ἀποδόσεως ἤγειρε σφοδρότερον τὴν ἐπι- θυμίαν διὰ τὴν μέλλουσαν ἀφαίρεσιν. οἱ δὲ, ὅτι ἡ Ἀφροδίτη παροῦσα οὐ μόνον ἐκ τῆς μάχης αὐτὸν ἐρρύσατο, ἀλλὰ καὶ λελυπημένον διὰ τὴν ἧτταν εἰς παρηγορίαν ἦγε, μεταβαλοῦσα τὴν τῆς ψυχῆς κατή- φειαν εἰς τὸ ἡδὺ τῆς ἐπιθυμίας. ἄλλοι δὲ, ὅτι τῆς Ἑλένης ἀνακτώ- μενος τὴν εὔνοιαν σφοδρότερον τὸν ἔρωτα ἐπιτετάσθαι λέγει· ἐνόμιζε γὰρ τὴν αὐτὴν χαλεπῶς φέρειν διʼ ἃ συνέθετο, ὥσπερ ἔκδοτον τοῖς Ἀχαιοῖς γενομένην. ἵνα δὲ ἐπιδείξῃ οἷος ἦν Ἀλέξανδρος, ἔν τε τῷ πολέμῳ ἐποίησε θρασὺν ἅμα καὶ δειλὸν, ἐπί τε τῆς οἰκίας ἀσελγῆ καὶ καταφρονητὴν δόξης. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθος τοῦ αἰτίου τῶν κακῶν τοῖς πᾶσι διὰ τὴν ἀσέλγειαν γενομένου.

442. ἀμφεκάλυψεν] ἐθήρευσεν. ἡ μεταφορὰ ἐκ τῶν θηρευτικῶν δικτύων.

443. ἐρατεινῆς] τοῖς ἐρῶσι καὶ αἱ τῶν ἐρωμένων πατρίδες καλαὶ παρὰ πάσας εἶναι δοκοἵσιν.

445. νήσῳ δʼ ἐν Κρανάῃ] ταύτην πρὸ Ἀττικῆς εἶναί φασιν. οἱ δὲ τὰ Κύθηρα· Ἀφροδίτης γὰρ ἱερά.

[*](10. *Πορφυρίου] om. 15. ἐξῆ ἢ—ἔξουσι] ἔχουσιν ἔχουσιν—ἐξῆ 19. *ἐρρύσατο] ἐρύσατο Thurot, Reoue critique 1870 p. 22. *ἔρωτα] ἔρον )
191

446. ὥς σεο] ἐγκλιτέον· ἀπόλυτον γάρ ἐστιν. ἐπὶ δὲ Διὸς (Il. 14, 328) ὀρθοτονητέον. τὸ δὲ ἐξῆς οὕτως, οὐδέποτε οὕτως ἔρως ἀμ- φεκάλυψεν ὡς νῦν ἐρῶ σου.

447. ἄκοιτις] τηρεῖ τοῦτο, καίπερ μὴ ἂν κατὰ τὸν συναφείας νόμον, ὡς ἐπὶ Ἥρας καὶ Διός.

448. κατεύνασθεν] ἐπὶ μὲν τῶν ἀξιόχρεων γάμων εὐνὴν καὶ φιλό- τητα ὀνομάζει· ἐπὶ δὲ Πηνελόπης καὶ πλέον τι “λέκτροιο παλαιοῦ θεσμόν” (Od. 23, 296)· ἐπὶ δε τῶν παρανόμων μόνην μῖξιν καὶ κοίτην.

449. θηρὶ] ἄγρας ἀφῃρημένῳ, ἐπεὶ καὶ ἄνω (23) ἐπιτυχόντι αὐτὸν εἰκάζει.

456. Τρῶες καὶ Δάρδανοι] εἰς δύο γὰρ ἡ Τρώων ἀρχὴ διῄρητο ἀπὸ Ἀσσαράκου καὶ Ἴλου, ὧν οἱ υἱοὶ πολίζουσι· Γανυμήδης δὲ ἥρπαστο.

457. νίκη μὲν] ὑπερέβη γὰρ τὸ μετρητὸν Ἀλέξανδρος, καὶ καλούμενος ἄπεστιν. καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος φωνὴν ἐπίκουρον, τὸ “εἰ δέ κ᾿ Ἀλέξανδρον κτείνῃ ἐπίκουρον” (284)· οὐ γὰρ ἐκτάνθη· Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, τὸ “ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται” (92)· κρείσσων γὰρ ὤφθη Μενέλαος. καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.

*διὰ τί τῶν συνθηκῶν ὑπʼ Ἀγαμέμνονος τοιούτων γεγονυιῶν “εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ, αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα· εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ Μενέλαος, Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι, τιμήν τʼ Ἀργείοις ἀποτινέμεν, ἥντινʼ ἔοικεν· εἰ δʼ ἂν ἐμοὶ Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλουσιν, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχέσσομαι εἵνεκα ποινῆς” (Il. 3, 281—290)· τῶν γοῦν συνθηκῶν τῆς νίκης διὰ σφαγὴν θατέρου τῶν μαχομένων ὡρι- σμένης καὶ τοῦ Ἀλεξάνδρου μὴ ἀνῃρημένου Ἀγαμέμνων φησὶ “νίκη μὲν δὴ φαίνετʼ ἀρηιφίλου Μενελάου, ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν, ἥντινʼ ἔοικεν” (Il. 3. 457—459)· ἐνῆν γὰρ ἀντικρούειν τὸν τυχόντα ὅτι “εἰ μέν κεν Μενέλαος Ἀλέξανδρον καταπέφνῃ” εἴρηται, καὶ “εἰ δέ κʼ [*](22. Scholion Porphyrii, quod 34. Μενέλοος Ἄλέξανδρον] Μενέ- in B alscriptum est versui 281. λαον Ἀλέξανδρος Schralerus. )

192
Ἀλέξανδρος κτείνῃ ξανθὸν Μενέλαον.” ῥητέον ὅτι ἀπὸ τῶν Ἕκτορος λόγων ἡ ἀπαίτησις τῷ Ἀγαμέμνονι τοῦτον τὸν τρόπον ἐχόντων “κέκλυτέ μευ. Τρῶες καὶ Ἀχαιοὶ, μῦθον Ἀλεξάνδροιο· ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾿ ἀγέσθω” (Il. 3, 86–93). μὴ ῥηθέντος οὖν ὑπὸ τοῦ Ἀλεξάν- δρου διὰ τοῦ Ἕκτορος περὶ σφαγῆς καὶ θανάτου, περὶ δὲ νίκης καὶ τοῦ ἐκ κρειττόνων γεγονότος, ὁ μὲν Ἀγαμέμνων εὐλόγως ἐξ ὧν εἰρήκασιν οἱ πολέμιοι ἀπαιτεῖ τὰς συνθήκας, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί (Il. 3, 461)· οἱ δὲ Τρῶες οὐκέτι συναινοῦσι σφαγῆς μὴ γεγονυίας, ἐξ ὧν εἴρηκε ποιούμενος τὰς συνθήκας Ἀγαμέμνων διὰ σφαγῆς κρίνεσθαι τὴν νίκην, εὔλογον τῆς ἡσυχίας πρόφασιν λαμ- βάνοντες, ὥστε καὶ ἐνεῖναι διαμφισβητεῖν πρὸς ἀλλήλους, ἑκατέρων μαρτυρομένων τὰς ἀπὸ τῶν ἀμφισβητούντων γεγονυίας ὁμολογίας. ὁ μὲν γὰρ Ἀγαμέμνων ἐρεῖ δεῖν ἀποδιδόναι· τοῦτο γὰρ ὡμολογήθη ὑκὸ Ἕκτορος, τὸ τῷ νικήσαντι καὶ κρείσσονι γεγονότι τὴν ἀπόδοσιν γίνεσθαι· ὁ δὲ Ἕκτωρ ἐρεῖ μὴ δεῖν ἀποδιδόναι. ὁμολογεῖσθαι γὰρ καὶ συγκεῖσθαι ὑπὸ τοῦ Ἀγαμέμνονος θανάτου γεγονότος καὶ σφαγῆς ὅτι δεῖ τὴν ἀσόδοσιν γίνεσθαι· μηδενὸς δὲ ἀνῃρημένου μένει ἀκεραίως τὰ πράγματα. πάλιν οὖν ἔδει μονομαχῆσαι αὐτούς· ὅθεν Ἀλεξάνδρου μὲν μὴ φαινομένου, τῶν δὲ συνθηκῶν μενουσῶν ἔτι ἐν ταῖς σπονδαῖς ἀντʼ Ἄλεξάνδρου ἀνταποκτεῖναι θελήσας τὸν Μενέλαον καὶ τοξεύσας συγκέχυκε τοὺς ὅρκους, καὶ πάντας ἐπὶ τὴν ἐπιορκίαν τοὺς μήτε τὸν Ἀλέξανδρον ἐκδεδωκότας μήτε τὸν τοξεύσαντα τὸν Μενέλαον πεποίηκεν.

458. Ἀργείην Ἑλένην] τὴν οὖσαν ἐξ Ἄργους καὶ Ἀργείοις προσήκουσαν.

461. ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί] οἱ Τρῶες σιωπῶσιν, οὔτε μὴν τῶν βασιλέων καταγινώσκειν ἔχοντες οὔτε τοῦ δικαίου.

[*](1. Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέ- 20. καὶ σφαγῆς Schraderus] καὶ λαος Schraderus. 4–6. κάλʼ et πουλυβοτείρῃ et ἀρηΐ- 25. πάντας ἐτὶ τὴν ἐπιορκίαν] φιλον et καὶ κτήμασι πᾶσι om. B. πάντας ἐπιόρκους, Schraderus.)