Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

379. *Πορφυρίου. αὐτὰρ ὁ ἂψ ἀπόρουσε κατακτάμεναι μενεαί- νων ἔγχεϊ χαλκείω] ἀδύνατόν φασιν εἶναι κατὰ τὸ ἐγχείρημα. ἐρρίφη γὰρ. φησὶν, ἤδη τὸ ἔγχος· “ἠΐχθη παλάμηφιν ἐτώσιον.” λύεται δὲ ἀπὸ τοῦ ἔθους· δύο γὰρ δόρατα φέρειν νενομισμένον ἦν, ὡς πολλαχοῦ λέγει· “πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντη” (Il. 6, 104). ἢ ἀπὸ τοῦ καιροῦ· οὐ γὰρ ἔτυχε τότε ἀπολ- λόμενον τὸ ἔγχος, ἀλλʼ ἐπὶ τῷ Ἀλεξάνδρῳ ὑπάρχον, οὗ κατεκυ- ριεύθη.

καὶ πῶς φησὶν “ἐκ δέ μοι ἔγχος ἠΐχθη;” ἢ ὅτι δύο δόρατα ἐβάσταζεν· ἢ τῶν παρόντων ἥρπασεν· ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχρησόμενος ἐπεδίωκεν.

380. τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη] ἐπὶ τοσοῦτον προάγει τὰς περιπετείας ὁ ποιητὴς, ὡς ὑπὸ μόνων ἰᾶσθαι θεῶν.

[*](1. ἦν Bekkerus] ἂν quae iam scripserat ad v. 363. 2. συλλαμβανομένη] Addi. B 21. *Πορφυρίου] om. καὶ διὰ τί ὁ Μενέλαος—ἐκείνου θανάτῳ, 27. *οὗ] οὐ )
187

382. κηώεντι] κοιμιστικῷ, εὐώδει. καὶ τοῦτο δὲ τῆς ἀκολασίας Ἀλεξάνδρου τεκμήριον.

383. αὐτὴ δʼ χὖθ᾿ Ἑλένην καλέουσʼ ἴε] κατηγοροῦσιν ὡς προα- γωγὸν εἰσάγοντος αὐτοῦ τὴν θεόν. ἀλλʼ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέσθαι τὸν Πάριν, ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκρασίαν, τῆς δὲ τὸ σῶφρον ὑπʼ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα διʼ ἑτέρου συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφρο- δίτην, καλεῖ δὲ αὐτὴν, ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ· ἢ μή πως οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχειρίσηται ἑαυτόν.

384. περὶ δὲ Τρωσὶ ἅλις ἦσαν] πυθόμεναι γὰρ τὴν μονομαχίαν ἐξῆλθον. πιθανὸν δὲ ἀποστάντος τοῦ Πριάμου προστεθῆναι ταῖς Τρῳάσιν αὐτήν· αἷς θεωροῦσα τὴν μάχην οὐδʼ ὁτιοῦν φθέγγεται, μή πως ἐκφήνῃ τὸ πάθος.

385. ἐτίναξε λαβοῦσα] ὑπεξάγει αὐτὴν, ὅπως μέλλουσα διαλέ- γεσθαι μὴ ἐν μέσαις διαλέγηται ταῖς Τρῳάσιν. πρᾶγμα δὲ εὐτελὲς μεθʼ ὅσης φαντασίας δηλοῖ, ὑψῶν τῷ κόμπῳ τῶν ἐπιθέτων.

387. ναιεταώσῃ] ἐκ τοῦ ναίω ναιέτης· καὶ ὥσπερ ἀπὸ τοῦ κυνηγέτης κυνηγετῶ, οὕτως ἀπὸ τοῦ ναιέτης ναιετῶ· καὶ ὤφειλε μὲν ναιεταούσῃ, ἀλλʼ ἔστιν ἡ χρῆσις Ἰώνων.

391. δινωτοῖσι] ἐφʼ ὧν ἀκινητοῦμεν, κατὰ ἀντίφρασιν· ἢ ὅτι, δῖνος ὁ τόρνος, ὃ καὶ διὰ τοῦ ι φησὶν Ἡρωδιανὸς ἐν τῷ περὶ σχη- μάτων. λείπει δὲ ἐνταῦθα τὸ ἐστίν· ἐπεὶ δὲ ἡ φράσις συνήθης ἐστὶν, ἐὰν τεθῇ, πλεονάζειν δοκεῖ.

διχῆ αὐτὴν ἀναζωπυρεῖ ὑπομιμνήσκουσα τοῦ ἀνδρὸς, καὶ ἀπὸ τοῦ κάλλους καὶ τοῦ τόπου.

ταῦτά φησιν, ἵνα μὴ μυσαχθῇ αὐτὸν διὰ τὸ λύθρον.

394. χοροῖο νέον] ἠϊθέων γὰρ τὸ χορεύειν· ὃ καὶ Πρίαμος ὀνειδίζει τοὺς υἱοὺς “χοροιτυπίῃσιν ἄριστοι” (Il. 24, 261).

396. ἐνόησε θεᾶς περικαλλέα δειρήν] καὶ μὴν γραῒ παρεικασθεῖσα ἦν. ἀλλʼ ἔθος τοῖς ἡμιθέοις τοὺς θεοὺς ἐπιγινώσκειν, ὡς Αἴας τὸν Ποσειδῶνα (Il. 13, 68).

*Πορφυρίου. ἀδύνατόν φασιν εἰς γραῦν μεταβαλεῖν τὴν ἰδέαν τὴν Ἀφροδίτην, καὶ νοῆσαι τὴν Ἑλένην τὴν τῆς θεᾶς δειρήν. λύσις· πολλαχοῦ ποιεῖται τοὺς ἡμιθέους τεκμαιρομένους τὰς τῶν θεῶν μορφὰς, ὡς ὅταν ὁ Ποσειδῶν Κάλχαντι ἀπεικασθεὶς φαίνηται, ὅ τε Αἴας φησὶν “οὐδʼ ὅγε Κάλχας ἐστὶ θεοπρόπος· ἴχνια δὲ

188
μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ” (Il. 13, 70).

397. στήθεά θʼ ἱμερόεντα] οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι τὴν θεόν· Ἑλένῃ γὰρ ἤθελε γνωρισθῆναι, κρύπτεται δὲ ταῖς Τρωάσιν.

399. δαιμονίη] παρρησιάζεται ἡ Ἑλένη ὡς πρὸς ἀδελφήν.

400. ἦ πή με] τὸν ἦ περισπαστέον, τὸ δὲ πή ὀξυντέον διὰ τὸ μέ ἐγκλιτικόν· οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πῆ, ἀλλὰ ἀόρι- δὲον.

δίχα τοῦ ι τὸ προτέρω· ἀπὸ τοῦ προσωτέρω γάρ ἐστιν.

402. κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ διανοίᾳ. θέλει δὲ εἰπεῖν, οὔ τί με λανθάνεις ἐφʼ ᾧ ἦλθες.

411. πορσυνέουσα] εὐτρεπίζουσα, ὡς τὸ “λέχος πόρσυνε καὶ εὐνήν” (Od. 3, 403. 7, 347). τὸ δὲ ἑξῆς οὕτως, οὐκ εἶμι ἐκεῖσε πορσυνέουσα τὸ ἐκείνου λέχος. τὸ δὲ νεμεσσητόν διὰ μέσου. μωμήσονται γάρ με, φησὶν, αἱ Τρωάδες ὡς δευτέρας μάχης οὖσαν αἰτίαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι.

414. μεθείω] μετωνυμικῶς, ἀντὶ τοῦ ἐαθῆναι ποιήσω καὶ μιση- θῆναι, ὡς καὶ φιληθῆναι ἐποίησα. τὸ ἀνεξίκακον δὲ τῆς θείας ἐδήλωσε φύσεως· “θεὸς γὰρ ἐπὶ σμικροῖσιν οὐ θερμαίνεται, | ἀλλʼ ὡς λέβης τοῦ μείζονος δεῖται πυρός.”

416. καὶ τῶν ἐναντίων γὰρ ἔχουσιν ἐξουσίαν οἱ θεοὶ, ὡς αἱ Mοῦ- σαι ἐπὶ Θαμύριδι.

420. σιγῇ] διδάσκει μὴ θρασείας ποιεῖσθαι πρὸς τοὺς ὑπερέ- χοντας τὰς ἀποκρίσεις.”

422. ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο] ἔδει γὰρ αὐτὰς χωρίζεσθαι ὡς ἀνδρὸς καὶ γυναικὸς τὰ συνήθη πρασσόντων.

423. δῖα γυναικῶν] ἀντὶ τοῦ διοτάτη. καλῶς δὲ τὰ ἐπὶ Διὸς οὐκ ἐπιτείνονται.