Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. οἱ δὲ θεοί] πιθανῶς ἐκ τοῦ κάτωθεν θορύβου εἰς οὐρανὸν τὴν σκηνὴν μετήγαγε, σεμνύνων καὶ ποικίλλων ἅμα τὴν ποίησιν τόποις τε καὶ προσώποις καὶ λόγοις. ὑπονοεῖν δὲ δεῖ παρὰ τὴν ἁρπαγὴν Ἀλεξάνδρου τοὺς λόγους γεγενῆσθαι τοῖς θεοῖς. ηὔξησε δὲ τὸ ἀγω- νιστικὸν τῆς ὑποθέσεως τῇ τῶν θεῶν προνοίᾳ.

ἠγορόωντο] ἐδημηγόρουν, ἐκ τοῦ ἀγορή ἀγορῶ ἠγορῶντο, καὶ διαι- ρέσει ἢ μᾶλλον πλεονασμῷ ἠγορόωντο, ἤγουν διελέγοντο.

2. δάπεδα μὲν τὸ ὁμαλὰ χωρία, γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προκείμενα ταῖς οἰκίαις οἷον κηπίδια· οἰκόπεδα δὲ οἰκιῶν κατηριπω- μένων ἐδάφη.

δύο δὲ ἐνταῦθα δηλοῖ, ὅτι τε τὰ τῶν θεῶν ἀεὶ ἡβᾷ, καὶ ὅτι οὐδέ- ποτε ἀπρονοητοῦσιν. ἀπὸ δὲ τῶν παῤ ἀνθρώποις τιμίων αὔξει καὶ τὰ θεῶν. τέως δὲ ἀνθρωποπαθεῖς εἰσάγει νῦν τοὺς θεοὺς, προρυθμίζων ἡμᾶς πληγὰς αὐτῶν ἀκούειν καὶ πάθη.

μετὰ δέ] τόνδε τὸν δέ ὧδε ἀνθυπήγαγεν· ὁ δὲ συνδετικὸς γάρ ἐστι καὶ αὐτῷ ἀεὶ ἀκολουθεῖ, ὡς τὸ “τὴν δʼ ἐξ ἁλὸς ἤπειρον ἔρυσ- σαν, ἐκ δʼ εὐνὰς ἔβαλον, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον” (Il. 1, 435).

*Ἥβῃ] ἡ ἐνταῦθα εὐωχουμένοις τοῖς θεοῖς ὑποδιακονουμένη κατʼ ἀρχὰς Ἥβη τίς ἂν εἴη πλὴν ἡ διηνεκῶς ἐν ταῖς εὐφροσύναις νεότης; οὐδὲ γὰρ ἐν οὐρανῷ ἔστι γῆρας, οὐδʼ ὕπτστί τι τῆς θείας φύσεως ἔσχατον βίου νόσημα· πάσης δʼ ἐξαιρέτως θυμηδίας ὡσπερεὶ συνε- κτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνεληλυθότων ἐπὶ τὴν εὐφροσύνην ἀκμή.

*διὰ τί ἡ μὲν Ἥβη τοῖς πᾶσι θεοῖς διακονεῖ, ὁ δὲ Γανυμήδης μόνῳ τῷ Διί; ῥητέον οὖν ὅτι, ἐπειδὴ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἡβᾷ· τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τις οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν γεγενημένον, ὁ δὲ Γανυμήδης ὑπηρετεῖ μόνῳ τῷ Διὶ, ὅτι ὁ μὲν Ζεὺς πρῶτός ἐστι νοῦς, μόνος δὲ ὁ νοῦς ἔχει οἰκεῖον τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης. ἡ δὲ Ἥβη, ὡς λέγεται, Ἥρας ἐστὶ θυγάτηρ.

3. ἐῳνοχόει] πλεονασμός ἐστιν ὡς τὸ ἀνέῳγε καὶ ἑήνδανε. κατα- χρηστικῶς οὖν τὸ ἐῳνοχόουν ἐπὶ τοῦ νέκταρος, ὡς τὸ βωμὸν οἰκοδο- [*](8. ἡ μᾶλλον] μᾶλλον ἢ Lobeck- 29. *γόνυσθαι—Γανυμήδης] γάν- ius Rhem. p. 187. νυσθαι—γαννυμήδης hic et supra. 26. *ἀβροσία] om.)

194
μεῖν καὶ ἵππους βουκολέειν. ποιεῖ δὲ τοῦτο, ὅτι περὶ Ἰλίου ὁ λόγος, καὶ ἵνα εὐφράνῃ τὸ συμπόσιον ἴσως λυπούμενον. νέων δὲ τὸ ὑπηρε- τεῖν, ἀφʼ οὗ καὶ τοὺς δούλους παῖδας καλοῦμεν.

4. δειδέχατʼ] ἀπὸ τῆς δεξιᾶς ἡ μεταφορά. καὶ τοῦτο δηλοῦται ἐκ τοῦ “πλησάμενος οἴνοιο δέπας δείδεκτο” (Il. 9, 224). καὶ ὁ φιλόφρων δὲ ἀριδείκετος λέγεται.

Τρώων πόλιν εἰσορόωντες] ἀπρεπές φασιν εἰ τέρπει τοὺς θεοὺς πολέμων θέα. ἀλλʼ οὐκ ἀπρεπές· τὰ γὰρ γενναῖα ἔργα τέρπει. ἄλ- λως τε πόλεμοι καὶ μάχαι ἡμῖν δεινὰ δοκεῖ, τῷ δὲ θεῷ οὐδὲ ταῦτα δεινά· συντελεῖ γὰρ ἅπαντα ὁ θεὸς πρὸς ἁρμονίαν τῶν ἄλλων ἢ καὶ ὅλων, οἰκονομῶν τὰ συμφέροντα, ὅπερ καὶ Ἡράκλειτος λέγει, ὡς τῷ μὲν θεῷ καλὰ πάντα καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφα- σιν, ἃ δὲ δίκαια.

5, *αὐτίκʼ ἐπειρᾶτο] πολλὰ ἔνεστι λύειν τῶν παρεωραμένων τοῖς γραμματικοῖς. αὐτίκα τὸ ἐπὶ τοῦ Διὸς “αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων” μὴ νοήσαντές τινες ἀλλοκότους ἐξηγήσεις πεποίηνται. φασὶ γὰρ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεὺς, παραβάλλων καὶ ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γενομένην. τὸ οὖν παραβλήδην ὅτι μετὰ τοῦ παραβάλ- λειν λέγει, ὅπερ εἰώθασι συγκρίνειν λέγειν, καὶ ὅτι τοῦθʼ οὕτως ἔχει δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν· “δοιαὶ μὲν Μενελάῳ ἀρη- γόνες εἰσὶ θεάων, Ηρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον, τῷ δʼ αὖτε φιλομ- μειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει” καὶ οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλʼ ὄντως ἐρεθιστικὴ καὶ κέρτομος, ὡς προεῖπεν ἔσεσθαι, δοιαὶ μὲν Μενελάῳ, μία δὲ τῷ Ἀλεξάνδρῳ. καὶ ἡμὲν Ἥρα κηδεμὼν τοῦ Ἄργους κἀκεῖθεν χρημα- τίζουσα καὶ διὰ τοῦτο καὶ τοῦ Μενελάου κήδεσθαι ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ Ἀλαλκομενηῒς, ἡ δὲ Ἀφροδίτη φιλομμειδὴς καὶ οὐκ ἀπʼ Ἰλίου· καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάου κάθηνται, ἡ δὲ αἰεὶ παρμέμβλωκε· καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτῷ κῆρας ἀμύνει συμπαραμένουσα “καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέ- εσθαι.” ὀρθῶς ἄρα προείρηκεν ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικὸς καὶ παραβλητικός.

[*](10.ἄλλων ἣ καὶ] *om. 24. *φιλομμειδὴς| φιλομειδὴς hic et infra. )
195

ἐρεθιζέμεν Ἥρην] ἤθελε μὲν παράβασιν τῶν ὅρκων δἰ Ἀχιλλέα ποιῆσαι, ἐβούλετο δὲ τὴν αἰτίαν αὐταῖς ἐπιθεῖναι.

7. ἀρηγόνες] ἐπὶ μόνου θηλυκοῦ τάσσει ὁ ποιητὴς αὐτὸ, ὅ ἐστιν ἡ ἀρηγών.

8. Ἀλαλκομενηὶς Ἀθήνη] τοῦτο τὸ ὄνομα Κέκροψ αὐτῇ ἐπιτέθεικε πρῶτος, καὶ οὕτως ἐτίμησεν. λέγει δὲ τοῦτο ὁ Ζεὺς ἢ ἀπατητικῶς, ἢ πρὸς τὰς τῶν Τρώων ἐπικούρους συγκρίνων θεὰς αὐτήν.

9. νόσφι] τοῦ Μενελάου. διασταλτέον δὲ εἰς τὸ καθήμεναι· λείπει γὰρ ὁ καί. ὅρα δὲ πῶς πάντοθεν τὸ παράδοξον θηρῶν τὴν μὲν Ἥραν Ἀργείαν καὶ τὴν Ἀθηνᾶν καλεῖ πολεμικὴν, τὴν δὲ Ἀφροδίτην φιλομμειδέα μόνον. πόρρωθεν δὲ ἄρχεται τῶν βουλευμάτων.

*Ἀλαλκομενηῒς δὲ εἴρηται Ἀθηνᾶ ἀπὸ τοῦ τὰ μένη, τουτέστι τὰς δυνάμεις τῶν ἐναντίων, ἀποσοβεῖν.

13. νίκη μέν] λείπει τὸ ἐστί. διέκρινε δὲ τὸ ἀμφίβολον ὁ τοῦ Διὸς λόγος, ὅπως μὴ δοκῇ ὁ ποιητὴς τοῖς Ἀχαιοῖς χαρίζεσθαι.

14. βραχὺ διασταλτέον εἰς τὸ ἔργα. τὸ δὲ μετʼ αὐτὸ, τὸ ἦ ῥʼ, δύο μέρη εἰσὶ λόγου· ἐλλείπει γὰρ τοῦ ῥά συνδέσμου τὸ α. ἄρχεται δὲ τῶν κερτομιῶν ἤδη.

15. φύλοπιν] ἐπειδὴ κατὰ φυλὰς μάχονται. περισπαστέον δὲ καὶ τὸ ἦ φιλότητος· ἔστι γὰρ διαπορητικόν.

20. μεμυκόσι τοῖς χείλεσιν ἐπεμύχθησαν. ἠθικῶς δὲ καὶ τὸ γυναικεῖον σχῆμα πρὸ τῶν λόγων ἐμφαίνει ὅπως γνώμης ἔχουσιν. καὶ ἤρκει μὲν τοῦτο· ἡ δὲ ὀργὴ καὶ ἐπὶ λόγους αὐτὴν ἄγει.

23. σκυζομένη] ὀργιζομένη· καὶ γὰρ οἱ ὀργιλώτατοι Σκύθαι καλοῦνται.

24. οὐκ ἔχαδε] ἔμφασίς ἐστι τῆς διὰ τοῦ στόματος ὑπεκχεο- μένης ὀργῆς.

25. αἰνότατε] σχετλιαζούσης ὁ λόγος. ὅτε δὲ φιλοφρονεῖται αὐτὸν, φησὶ “Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι” (Il. 5, 421):

26. πῶς ἐθέλεις ἅλιον] εὔλογον αἰτίαν τῆς ἀτιμίας προστίθησι τὸ βουληθῆναι ἀκυρῶσαι τὰ πεπονημένα αὐτῇ.

27. μόνως τὸ ἱδρῶ θ᾿· ἀεὶ γὰρ δισυλλάβως ὁ ποιητὴς τοῦτό [*](5. *τὸ ὄνομα] om. 32. μόνως] διεσταλμένως frustra 19. *φυλὰς] φῦλα Bakkerus. μόνως significat solam περισπαστέον—διαπορητικόν] Ea- veram scripturam esse ἱδρῶ θʼ, non dem fere post 29. περισπαστέον τὸν conjunctim ἱδρῶθ. Sic μόνως sae- δεύτερον ἦ· ἔστι γὰρ διαπορητικός. pius in scholiis. )

196
φησιν. ἐξήλλαξε δὲ τὴν φράσιν εἰπὼν “καμέτην δέ μοι ἵπποι.” ἔδει γὰρ εἰπεῖν, πῶς βούλει ἀκυρῶσαι καὶ τὸν ἐμὸν ἱδρῶτα καὶ τὸν κάματον τῶν ἵππων;

29. θεοὶ ἄλλοι] ὃ ἕκαστος ἀποδέχεται, καὶ τοῖς ἄλλοις περιτί- θησιν. ἢ οἱ Ἑλληνικοὶ, ὡς τὸ. “πάντες δʼ ᾐτιόωντο” (Il. 11, 78).

παιδεύει δὲ μὴ ἰδίᾳ ψήφῳ τοὺς βασιλεῖς ἀρέσκεσθαι.

30. μέγʼ ὀχθήσας] ἠθικῶς, ὅπως δοκῇ παρὰ τὴν ἰδίαν γνώμην χαρίζεσθαι αὐτῇ τὸ αἴτημα.

31. δαιμονίη] ἠθικῶς ἀντὶ τοῦ μακαρία. τὸ δὲ τί νύ σε ἀντὶ τοῦ πῶς δή, ὡς τὸ “τί νύ σʼ ἔτρεφον αἰνὰ παθοῦσα” (Il. 1, 414).

35. ὠμὸν βεβρώθοις] ηὔξησε τὸ ὑπερβάλλον τῆς γυναικείας κα- κίας, ὡς ἐν τῷ “τοῦ ἐγὼ μέσον ἧπαρ” (Il. 24, 212). αὔξεται οὖν ὁ λόγος ἐν τῇ καθʼ ἕκαστον ἐξεργασίᾳ.