Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ἕκαστοι] πῶς ἐπὶ δύο στρατιῶν τὸ ἕκαστοι ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς διεκοσμήθησαν· ἢ ἀντὶ τοῦ ἑκάτεροι, Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ “δενδίλλων ἐς ἕκαστον” (Il. 9, 180)· δύο γὰρ οἱ πρέσβεις. ἔστι δὲ Ἀττικόν.

2. κλαγγῇ τʼ ἐνοπῇ τʼ] κλάζω κλαγή, καὶ κατὰ πλεονασμὸν τοῦ ἑνὸς γ κλαγγή. ἐνοπῇ δὲ τῇ εἰς ὀπὴν ὤτων φέρεσθαι δυναμένῃ βοῇ. τὸ μέντοι διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. ἀμφο- τέρας δὲ τὰς στρατιὰς διατυποῖ, καὶ μέχρι τέλους οὐκ ἐξίσταται τοῦ ἤθους· “ὥστʼ ὄιες πολυπάμονος” (Il. 4, 433) καὶ “ἐς Τρώων ὅμαδον κίε” (Il. 7, 307).

3. οὐρανόθι πρό] καὶ τὸν περὶ τὰ νέφη τόπον καὶ τὸν ἀπὸ νεφελῶν [*](foret cum Lobeckio ad Phryn. p. κότων. 380, nisi praestaret ἠχρἡστωσαν, 20. * στρατιῶν] στρατιωτῶν quod legit Eustathius p. 367, 40. 28. πολυπάμονος] πολυπάμμονος In scholiis minoribus est ἠχρηστη-)

156
εἰς οὐρανὸν οὕτω καλεῖ. παρέλκει δὲ ἡ πρό, τὴν δὲ τοῦ λόγου ἀπό- δοσιν εἰς τὸ ἠΰτε περ. εἶτά φησιν ὅτι μετὰ τοσαύτης πορεύονται κραυγῆς ὅσης αἱ γέρανοι.

4. ἀθέσφατον] ὃν οὐδεὶς ὅσος ἐστὶν ἑρμηνεύσειε λόγος.

5. κλαγγῇ—ἐπʼ Ὠκεανοῖο ῥοάων] ἀντὶ τοῦ εἰς ῥοὰς, Ἀττικῶς. τὸ ἀδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγ- γήν. τὰ δὲ δειλότερα τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων.

6. Πυγμαίοισι] τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ τὸν ἀκροατήν. ὅθεν καὶ τὸν θροῦν ἐπʼ ἄπειρον αὔξει. φησὶ δὲ Ἑκάταιος μετὰ σχη- μάτων κριῶν τοὺς Πυγμαίους ἐξερχομένους πολεμεῖν αὐταῖς, αἳ καταφρονοῦσαι τοῦ μήκους συνείρουσι πόλεμον.

8. οἱ δʼ ἄρʼ ἴσαν σιγῇ] ταύτης ποῦ τῆς παραβολῆς ἡ ἀπόδοσις; ἢ τάχα εἰς τὸ Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τʼ ἴσαν, οἱ δʼ ἄῥ’ ἴσαν ἠΰτε περ, ἵνα τὸ ἠΰτε ἀπόδοσις ᾖ. ἐπεὶ δὲ πολλάκις καὶ κατά- πληξις σιωπὴν ποιεῖ, τό μένεα προστέθειται.

9. ἀλεξέμεν ἀλλήλοισιν] τοῦτο γὰρ ἐν ταῖς φάλαγξιν· σκέπει γὰρ τὸν ὑπερασπίζοντα ἕκαστος ὡς αὑτὸν, κἀκεῖνος τοῦτον.

11. ποιμέσιν] οὐ τοῖς βουκόλοις, ἐπεὶ μὴ νέμουσιν ἡμέρας διὰ τοὺς οἴστρους.

*νυκτὸς ἀμείνω] τὴν ὁμίχλην φησὶ τοῖς μὲν ποιμέσιν ἀσύμφορον εἶναι, τοῖς δὲ κλέπταις κατὰ πολὺ καὶ νυκτὸς ὠφελιμωτέραν, ἐπεὶ τῆς μὲν νυκτὸς ὡρισμένον ἐχούσης καιρὸν ἐν ἀσφαλείᾳ φυλάττεται τὰ βοσκήματα, τῆς δὲ ἡμέρας ἐσκεδασμένοις τοῖσδε κατὰ τὰς νομὰς, ὁπόταν ἐξαίφνης ἐπέλθῃ ὁμίχλη, εὐκόλως αὐτὰ ἀφαιροῦνται.

12. ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν] ἀόριστα ταῦτα, ὡς τὸ “ὅσον τε γέγωνε βοήσας” (Od. 5, 400).

13. Ἀριστοφάνης γράφει κονισάλου ὤρνυτʼ ἀελλής. ἄριστος δὲ κριτὴς ὁμοιοτήτων Ὅμηρος· ὁμίχλη γὰρ καὶ κονιορτὸς ὁμόχροα καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν.

16. προμάχιζεν Ἀλέξανδρος θεοειδής] τὸ δίκαιον νομοθετεῖ· οἱ γὰρ αἴτιοι προασπίζουσιν, ἐγείρει τε τὸν ἀκροατὴν, προκινδυνεύοντα εἰσάγων τὸν πλείστων κινδύνων ἑτέροις αἴτιον. ὁ δὲ μέν τὸν δέ ἐν- ταῦθα οὐκ ἐπάγεται. διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον; τοῦτο γὰρ ἐγκωμιάζοντος δόξειεν εἶναι καὶ ἀποσεμνύνοντος [*](9. μετὰ σχημάτων] * ἐπὶ σχημάτων. ἐπὶ σχήματι Heynius, ἐπὶ ὀχημάτων Bekkerus.)

157
τὸν ἄνδρα. λεκτέον δὲ ὅτι, εἰ μὲν πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία ἦν ἂν ἡ μέμψις· ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφὴν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευά- ζεται τὸ μῖσος, εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει.

18. τὸ αὐτάρ παρὰ Ζηνοδότῳ καὶ τοῖς ἄλλοις οὐκ ἐπάγεται τὸ ἄρθρον. ὅμως οὖν ἐστὶ καὶ τοῦτο τῆς Ὁμηρικῆς συνηθείας· ἔθος γὰρ αὐτῷ περὶ τοῦ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς καὶ περὶ ἄλλου λέγων ποιεῖ “Σαρπηδὼν αὐτοῦ μὲν ἀπήμβροτεν, ὁ δὲ Πήδασον” (Il. 16, 466). ἐπιφέρεται δὲ τὸ δοῦρε δῆθεν, ἵνα, εἰ ἀπο- τύχῃ τοξεύων, προσπεσὼν μάχοιτο.

19. προκαλίζετο] τῇ φαντασίᾳ, οὐ τῷ λόγῳ· “αὐτὸς γάρ” φησιν “ἐφέλκεται ἄνδρα σίδηρος” (Od. 16, 294). κραδαίνων τοίνυν τὸ δόρυ προεκαλεῖτο τοὺς τῶν Ἀργείων ἀρίστους εἰς μάχην· ἢ τοὺς ἀριστεῖς τῶν Τρώων προετρέπετο κατὰ τῶν Ἐλλήνων. ἦθος δὲ θρασυδείλων κωμῳδεῖ διὰ Πάριδος, Δόλωνος, Θερσίτου, Ἕκτορος, καὶ τὸ μὲν προπετὲς ἐν ἐπαγγέλματι, τὸ δὲ δειλὸν ἐν πράξει, τὸ δὲ ἐπονείδιστον ἐν τέλει.

* ἐζήτηται πῶς Ἀλέξανδρος προκαλεῖται τοὺς ἀρίστους τῶν Ἑλλήνων δειλὸς ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτης, ἀλλὰ τοξότης. λύσις· ἔνιοι μὲν οὖν φασὶν ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύ- νατα, φοβεῖσθαι δὲ τὰ τυχόντα· οἱ δὲ, ὅτι συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. ἐμοὶ δὲ δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλί- σεως καὶ θάρσος ἀλλότριον τῶν ὅπλων αὐτῷ προστέθειχεν, ἵνʼ ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα.

21. Μενέλαος] οὗτος γὰρ ἦν μόνον ἑστὼς καὶ τὸν ἀδικήσαντα ζητῶν· ὁ δὲ ἀλαζονείᾳ ἐπτοημένος.

22. τὸ σῶμα Ὅμηρος μὲν ἐπὶ νεκροῦ, οἱ δὲ ἄλλοι καὶ ἐπὶ ζώντων. λέγει δὲ ἐκεῖνον, ἢ ὃν αὐτὸς νεκρὸν εἰργάσατο, ἢ τὸν τοξευθέντα, καὶ ὁ μὲν ἐλάφῳ καὶ τεθνεῶτι παρείκασται, ὁ δὲ λέοντι καὶ πεινῶντι· μέγα δὲ πρὸς θάρσος καὶ δειλίας ὄνειδος. αἶγα δὲ, διότι κατωφερὴς καὶ κερασφόρος ὁ τράγος· τοξότης δὲ καὶ ὁ Πάρις.

*κεραόν] ἔλαφος εἴρηται ἀπὸ τοῦ ἑλεῖν τοὺς ὄφεις, οἱονεὶ ἕλοφός [*](7. *τοῦ αὐτοῦ] τοῦ om. ἀρίστων. V. Porson. ad Eur. Med.5. 14. ἀριστεῖς] *ἀρίστους. Recte 15. Δόλωνος] * Ἴρου vero ἀριστέων ad 9, 168, ubi alii 24. *αὐτῷ] αὐτοῦ )

158
τις ὤν· τούτους γὰρ ἐσθίων καθαίρεται φυσικῶς. ὅτε γοῦν ἀφανεῖς ὦσιν οἱ ὄφεις, αὐτὸ τὸ κέρας αὑτοῦ προστρίβει εἰς πέτραν, θερμαινό- μενον δὲ ποιεῖ τὴν ἀναθυμίασιν, ἧς μεταλαμβάνοντες οἱ ὄφεις τῶν φωλεῶν ἐξίασιν εὐθέως.

24. δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑποστιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. χαλεπὸς δέ ἐστι πεινῶν, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος. ὥσπερ οὖν τοῦτον παρο- ξύνει λιμὸς καὶ εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτως καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.

28. ὀφθαλμοῖσιν ἰδών] πρώην γὰρ ἀναπολῶν αὐτὸν τῇ διανοίᾳ, νῦν τῇ θέᾳ πρὸς ἐρεθισμὸν ἐδέξατο.

29. χέων] ἀπὸ τοῦ ἔχω ὄχος, καὶ ἀπʼ αὐτοῦ τοῦτο· ὅθεν καὶ τὸ ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο” (Il. 5, 745).

31. φανέντα] φανέντα μόνον, οὐδὲ μαχόμενον. διὰ δὲ τοῦ ἐξ ὀχέων πέφρακεν ἐν σχήματι ὡς ἱππεὺς ἦν ὁ Μενέλαος.