Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

33. ὡς δʼ ὅτε τίς τε δράκοντα] ἀνωτέρω περὶ τοῦ λέοντος ἐξειρ- γάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται μεγέθει ἢ φωνῇ, ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται· ὃ συνέβη Ἀλεξάνδρῳ.

34. γυῖα] πάντα τὰ μέλη, ὡς τὸ “ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων” (Il. 24, 514).

35. ἂψ] συνωνύμως τῷ παλίνορσος.

ὦχρος] ὥσπερ τὸ μῶμος, ἄχροος ἄοχρος ὦχρος.

Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυκῶς. τὸ δὲ παρειά ὡς τὸ ἀγαθά· τὰ γὰρ ἀπὸ τῶν θηλυκῶν Ἰωνικῶς μεταποιούμενα εἰς οὐδέ- τερον γένος φυλάσσει τὸν αὐτὸν τόνον, ἡ πλευρά—τὰ πλευρά. οὕτως οὖν καὶ τὸ παρειά παρῆκται.

36. Τρώων ἀγερώχων] λίαν γέρας ἐχόντων· ἄμεινον δὲ ἐνταῦθα τὸ μεγαλοφρόνων.

37. Ἀτρέος υἱόν] διὰ τοῦ ὀνόματος τοῦ πατρὸς Μενελάου καὶ τὸ τούτου παρεδήλωσεν ἀδεὲς ἐν σχήματι.

39. * ἐκ ποίας αἰτίας τὸν Ἀλέξανδρον ὀνειδίζων τοιαῦτα προφέρει “Δύσπαρι, εἶδος ἄριστε, γυναιμανὲς, ἠπεροπευτὰ, αἴθʼ ὄφελες” καὶ τὰ λοιπὰ τῆς λοιδορίας; λοιδόρου γὰρ πάθος τὸ μετὰ ἐννέα [*](1. ὤν] *οὖσα 22. *τῷ] τὸ)

159
ἔτη εἰς τοιαύτας λοιδορίας ἐκπίπτειν. κἂν τοιοῦτος δὲ ᾖ, διὰ τί εἰς τοιαύτας κατηνέχθη ζητοῦσι. τὸ μὲν γὰρ ὅτι γυναιμανὴς καὶ ἠπεροπευτὴς, ὃ σημαίνει τὸν ἀπατεῶνα, ἐξ ὧν δέδρακε περὶ τὴν Ἑλένην εἶχεν ὀνειδΐζειν, τὸ δὲ “ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων” καὶ τὸ ἀριστέα μὲν αὐτὸν ὑπολαβεῖν καὶ πρόμον τοὺς Ἕλληνας, χαίρειν δὲ ὅτι οὐκ ἔστι βίη ἐν αὐτῷ, πόθεν στοχάζεται ὅτι ἀριστέα καὶ πρόμον αὐτὸν εἶναι ὑπενόουν, καὶ πάλιν ὅτι ἔγνωσαν δειλὸν ὄντα καὶ ἄνανδρον, νῦν τε διὰ τί ταῦτα προφέρει; οὐ γὰρ δὴ ὥσπερ Ὅμηρος πρώτην μάχην ταύτην ὑφίσταται ἐν ποιήσει καὶ ταῖς ἀληθείαις πρώτη ἦν, ἵνα λόγον ἔχῃ ὁ τοῦ Ἕκτορος ὀνει- δισμὸς, εἰ μὴ ἄρα λοίδορον ἐπιδεῖξαι βούλεται καὶ ὀργίλον ἄλλως τὸν Ἕκτορα. ῥητέον οὖν ὅτι, ἐπεὶ συνέμιξαν ἀλλήλοις θέλοντες, φησὶν ὅτι “Τρωσὶ μὲν προμάχιζεν Ἀλέξανδρος παρδαλέην ὤμοισιν ἔχων” καὶ τὰ λοιπὰ, “Ἀργείους προκαλίζετο ἀντίβιον μαχέ- σασθαι” (Il. 3, 16—20). ὁ δʼ ἐν τοῖς προμάχοις γινόμενος καὶ προκαλούμενος πάντας τοὺς ἀριστέας εἰς μάχην ὑποληφθείη ἂν ἀριστεὺς εἶναι πρόμαχος· πάλιν δʼ οὗτος, ἡνίκα τὸν Μενέλαον θεασά- μενος κατεπλάγη καὶ ἀναστρέψας ἐκ τῶν προμάχων εἰς τὸ πλῆθος κατέδυ δείσας Ἀτρέως υἱὸν καταγέλαστος γίνεται καὶ ἄλλως ἀλαζών τε καὶ ἀπατεὼν καὶ ἐν φανερῷ τοῖς πᾶσι διεφθαρμένος. ἐπεὶ τοίνυν ὁ Ἕκτωρ ἐκπηδῶντα εἰς τοὺς προμάχους ἐθεάσατο καὶ πάλιν ἐκπλαγέντα, ὅτε εἶθε τὸν Μενέλαον, εἰς τὸ πλῆθος ὑπονοστοῦντα διὰ δέος καὶ φόβον, πρίν τι παθεῖν καὶ κινδυνεῦσαι ἐξ αὐτῶν τῶν πᾶσιν ὀφθέντων εἰς τὰς λοιδορίας παρήχθη· ἀπατεὼν γὰρ ὁ τοιοῦτος καὶ ἄλλως ἀλαζὼν καὶ ἠπεροπευτὴς καὶ ὑπόψιος ἄλλων λώβη καὶ φθορά. τὸ γὰρ “λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων” σημαίνει ὅτι μὴ μόνον ἐφθαρμένος ἐστὶν, ἀλλὰ καὶ πᾶσι πρόδηλος. εἰ γὰρ, φησὶ, λώβη (τοῦτο γὰρ σημαίνει τὸ ἔμεναι) καὶ γινώσκῃ ὑπὸ τὰς ὄψεις πάντων ὅτι τοιοῦτος εἶ, ἀλλʼ οὐκ ὢν λέληθας καὶ ὑπολαμβάνουσι μέν σε Ἀχαιοὶ ἀριστέα ἐκ τοῦ Τρωσὶ προμα- χίζειν καὶ Ἀργείων προκαλίζεσθαι πάντας ἀρίστους. “οὐκ ἔστι δὲ βίη φρεσί” (Il. 3, 45). “κατεπλάγη γὰρ φίλον ἦτορ” (Il. 3, 31). ἀλλʼ ἐπεὶ τὸν Μενέλαον ἰδὼν πεφόβηται εἰκότως καὶ τὸ “οὐκ ἂν δὴ μείνειας ἀρηίφιλον Μενέλαον” (Il. 3, 52) εἴρηται. καὶ ἐπειδὴ πάντες αὐτὸν εἶδον ἐν τοῖς προμάχοις καὶ πάλιν κρυπτό- μενον ἐν τῷ πλήθει πάντων ἔφη τὴν λώβην ἔχειν ὡς πάντων αὐτῷ
160
φοβερῶν ὄντων, ὥσπερ Μενέλαον, διότι ἠδίκησε τὴν γυναῖκα ἁρπάσας, ἰδὼν ἐξεπλάγη. οὐκ ἐκείνου οὖν γυναῖκα, φησὶ, λαβῶν ἔχεις μόνου, ἀλλὰ “νυὸν ἀνδρῶν αἰχμητάων” (Il. 3, 49). τούτων μὲν νύμφην —πάντες γὰρ αὐτὴν ἐμνηστεύοντο οἱ ἄριστοι—Μενελάου δὲ γεγο- νυῖαν “θαλερὴν παράκοιτιν” (Il. 3, 53). ἐκ τῶν οὖν νῦν ὑπὸ Ἀλεξάνδρου γεγονότων ὀνειδισμὸς γίνεται, ἀλλʼ οὐκ ἐκ λοιδόρου καὶ εἰς ὕβριν ἐπιφόρου διανοίας τοῦ Ἕκτορος. τὸ δὲ “Ἀργείων προ- καλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι” ἀμφίβολον, πότερον αὐτὸς πάλλων προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτῷ μαχέ- σασθαι ἢ πάλλων τὰ δόρατα προεκαλεῖτο πάντας τοὺς ἀρίστους τῶν Τρώων Ἀργείοις ἀντίβιον μαχέσασθαι· ἢ γὰρ τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτὸς προεκαλεῖτο μάχεσθαι κραδαίνων τὰ δόρατα ἢ τῶν Τρώων πάντας τοὺς ἀρίστους προυκαλεῖτο Ἀργείοις ἀντίβιον μαχέ- σασθαι.

Δύσπαρι] ἠθικῶς τὸ τῆς παρονομασίας προσέρριψε τῷ ὀνόματι δυσχεραίνων, ὡς καὶ Κακοΐλιόν πού φησιν ἡ Πηνελόπη (Od. 19, 260 et 597. 23, 19). ἐπὶ δὲ τῷ εἴδει, ἐφʼ ᾧ καὶ μεγαλύνεται, διασύρει αὐτόν. ὄνειδος δέ ἐστιν εἶδος οὐχ ὁμοιούμενον ψυχῆ, ὡς τὲ “Ἕκτορ εἶδος ἄριστε” (Il. 17, 142) καὶ “σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.” γυναιμανὴς δὲ ὁ τὰς γυναῖκας ὡς μαινάδας τῇ τῆς ὥρας ποιῶν ἀπάτῃ, ἢ ὁ ἐπʼ αὐταῖς μαινόμενος.

40. ἄγονός τʼ ἔμεναι] ἐνταῦθα ὁ τέ ἀντὶ διαζευκτικοῦ τοῦ η, ὡς καὶ ὁ καί, οἷον “πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν” (Il. 15, 634). τῷ δὲ θυμῷ ἡττώμενος ἐπὶ τὸ ἀδύνατον τῆς κατάρας ἐκπίπτει.

41. καί κε τὸ βουλοίμην] βουλοίμην ἂν τοῦτο ὡς καλῶς γε- νησόμενον. ἀλλὰ καὶ πολὺ, φησὶ, κρεῖττον ἂν ἐγεγόνει, σοὶ δηλον- ότι.

42. ἔμεναι καὶ ὑπόψιον ἄλλων] δεῖ στίζειν εἰς τὸ ἔμεναι, καὶ τὸ λοιπὸν συνάπτειν ἕως τοῦ ἄλλων, ἵνʼ ᾖ, βουλοίμην ἄν σε ἄγονον καὶ ἄγαμον εἶναι, καὶ τοὺς ἄλλους ὑφορώμενον, μή πως ἃ δράσεις πείσῃ· βαρύτερον δὲ φόβου ἐχθρῶν ἡγεῖται τὸ τῶν πολιτῶν μῖσος. Ἀριστοφάνης δὲ ἐπόψιον γράφει καὶ οὐ στίζει, ἵνʼ ᾖ οὕτω, λώβην εἶναι καὶ κερδᾶναι τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην ἐπὶ τῆς πάντων ὄψεως.

[*](1. ὥσπερ Μενέλοον Schraderus] 25. βουλοίμην] ἐβουλοίμην (*ἐβου- ὥσπερ ὁ μενέλαος λόμην))
161

43. τὸ ἑξῆς οὕτως· ᾖ που καγχαλόωσιν, οὕνεκα καλὸν εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσίν. τὸ δὲ φάντες διὰ μέσου, ἵνʼ ᾖ, καίτοι σε ἀριστέα ὑπονοήσαντες εἶναι διὰ τῆς καθοπλίσεως καὶ τοῦ προηγεῖσθαι τῆς τάξεως. ἐκ προοιμίου δὲ τὸ φιλότιμον Ἕκτορος δείκνυται καὶ τῆς παρὰ πολλοῖς πεφροντικὸς δόξης· “αἰδέομαι γάρ” φησι “Τρῶας (Il. 6, 442)· “πατρὸς δʼ ὅγε πολλὸν ἀμείνων (ib. 479)· “ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ” (Il. 7, 90).

φάντες ἀριστῆα] πότε ὑπέλαβον Ἕλληνες Ἀλέξανδρον ἀριστέα εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα Ἀργείων προκαλίζετο πάντας ἀρίστους.

45. εἶδος ἔπʼ] μετὰ τὸ εἶδος ἔπʼ ἐὰν στίζῃς. τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις, ἐὰν δὲ ὑποστίξῃς, ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ φάντες, ὅτι καλὸς μέν ἐστι, γύννις δέ.

46. ἢ τοιόσδε ἐών] τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος ὢν δειλὸς, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος, γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, σῷ τε πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα εἶτα ἀπὸ ἄλλης ἀρχῆς, οὐκ ἂν δὴ μείνειας Μενέλαον, ἠθικῶς μετὰ πεύσεως ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἢ ἀντὶ τοῦ εἰ· εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείνειας τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.

47. ἐρίηρας] παρὰ τὸ ἔρι μόριον καὶ τὸ ἄρω τὸ ἁρμόζω.

49. νυὸν ἀνδρῶν αἰχμητάων] πάντες γὰρ οἱ ἄριστοι τὴν Ἑλένην ἐμνηστεύσαντο, μόνου δὲ Μενελάου θαλερὴ γέγονε παράκοιτις.

50. πατρί τε σῷ μέγα πῆμα] ἀκόρεστον καὶ ἄκτακτον ὁ θυμός· πολλὰς γοῦν ὁ ποιητὴς ἐπὶ τῶν ὀργιζομένων εἴωθε ποιεῖσθαι ἀρχὰς, ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ “οἰνοβαρές” (Il. 1, 225) καὶ τὰ ἑξῆς. ἄτοπον γὰρ πῆμα τὴν Ἑλένην καλεῖν Ἕκτορα, περὶ οὗ φησὶν “ἀλλʼ οὔπω σευ ἄκουσα κακὸν ἔπος” (Il. 24, 767).

53. οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν] οἷος ὢν, φησὶ, τίνα τίνος ἐστέρησας. οὐκ ἄρα Χλίλωνος, ὡς ὑποφαίνεται, δόγμα τὸ γνῶθι σαυτόν, ἀλλʼ Ὀμήρου.

54. κίθαρις] ἡ ἐπὶ πορνείᾳ πρὸς χάριν Ἀφροδίτης, ἀλλʼ οὐ Μου- σῶν ᾀδομένη. ἡ δὲ Ἀχιλλέως κιθάρα καὶ τὸ εἶδος ἐνάρετον. πᾶν δὲ [*](6. * πατρὸς—πότε δὲ ὑπέλαβον] τὸν δʼ ἔκτανε φαίδιμος ἕκτωρ. πότε δὲ καὶ πάτροκλος ὃς σέο πολλὸν ἀμείνων· ὑπέλαβον)

162
σωματικὸν πλεονέκτημα δίχα ψυχικῆς ἀρετῆς ἄχρειόν ἐστι· διὸ αὐτὰ καὶ Ἀφροδίτης φησίν.

56. εὐλαβεῖς περὶ τοὺς ἄρχοντας. φιλάδελφος δὲ, ὃς κατὰ πρόσ- ωπον λοιδορεῖ, ἡττώμενον δὲ οὐ προδίδωσιν.

57. εἰς τὸ ἕνεκα στικτέον, καὶ τὸ ἑξῆς ἰδίᾳ προενεκτέον· ἐν ἤθει.

59. Ἕκτορ] οὔτε κασίγνητόν φησιν οὕτε φίλον· πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν. τὸ δὲ ἐξῆς οὕτως· ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρα· διὰ μέσου δὲ ἡ παραβολή. τοιοῦτον δέ φησιν, ὅτι ἐπιπλήττει μὲν αὐτῷ εἰκότα, οὐ μὴν ἀληθῆ.