Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

211. * Ἡρακλέους πορθήσαντος Ἴλιον, Πρίαμος ὁ Λαομέδοντος παραλαβὼν τὴν βασιλείαν ἔπεμψεν εἰς Δελφοὺς, μαντευσόμενος περὶ τῶν ἐνεστώτων. οἱ δὲ πορευθέντες χρησμόν τε λαβόντες Πάν- θουν ἕνα τῶν Δελφῶν ἄγουσιν, ὅπως κατὰ τὸ συνεχές μαντεύηται Πριάμῳ. γήμας δὲ οὗτος θυγατέρα Κλυτίου Προνόμην γεννᾷ Πολυ- δάμαντα, τήν τε μαντικὴν ἀναδιδάσκει. λέγεται δὲ μιᾷ νυκτὶ γεννη- θῆναι τοῦτόν τε καὶ τὸν Ἕκτορα.

213. προλαμβάνει τὴν ἐπίπληξιν τοῦ βασιλέως, ὑπομαλάσσων αὐτόν· φησὶ γοῦν ὅτι οὐκ ἔστιν ἰσηγορία τοῖς δημόταις πρὸς τοὺς βασιλεῖς. παρέξ δὲ ἤτοι παρὰ τὸ δέον καὶ κελευόμενον πράσσειν.

215. ἐξερέω] δηλονότι μόνῳ σοί· Ἕκτωρ γὰρ οὐ τὴν παραίνεσιν ἀποστρέφεται, ἀλλὰ τὴν ἐν ἅπασιν ἰσηγορίαν. τὰ δὲ Ἑλληνικὰ πλησίον δημοκρατίας, καὶ παρρησία πολλὴ τοῖς ἡγεμόσιν.

217. ἄμεινον τελειοῦν εἰς τὸ ὀΐομαι, καὶ τὸ ἑξῆς τοῖς μετʼ αὐτὸ συνάπτειν.

223. ὣς ἡμεῖς] ὥσπερ γὰρ κατʼ ἀρχὰς, φησὶ, κρατήσας ὁ ἀετὸς ὕστερον κακόν τι προσλαβὼν ἀφῆκε τὴν ἄγραν, οὕτω καὶ αὐτοὶ πεισόμεθα.

225. αὐτὰ κέλευθα] τὴν αὐτὴν ὁδὸν δι’ ἧς ἤλθομεν. λείπει δὲ τὸ τά.

228. οὕτως ἂν ὑποκρίναιτο θεόπροπος, καὶ πειθοίατο αὐτῷ οἱ λαοί· ἢ ὃς καὶ οἶδεν ἀξιόπιστός ἐστιν· ἑαυτὸν δὲ ἔοικεν ἀποδέχε- σθαι τῆς ἐπιλύσεως ὁ ποιητής.

[*](5. ἀλαπαδνός] ἀλαπαδνῶ 28. *ὕστερον] ὕστερον δέ 32. * ὑποκρίναιτο] ἀπεκρίνετο)
504

235. λαθέσθαι] ἀμελῆσαι. διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. οὐ μαντικὴν δὲ ἀναιρεῖ, ἀλλὰ τὴν Διὸς προτιμᾷ γνώμην.

237. τύνη δʼ οἰωνοῖσι] ὁ φρόνιμος καὶ θεὸν τιμᾶν οἶδε καὶ οἰωνοῖς πείθεσθαι, ὅπερ Ἕκτωρ οὐ συνίησιν.

238. τῶν] οὐ πάντων, ἀλλὰ τῶν φανέντων τὰ νῦν.

243. εἷς οἰωνός] ἐκεῖνος μόνος ἄριστος οἰωνὸς ὁ ὑπὲρ πάτρης κελεύων ἀγωνίζεσθαι. διδάσκει δὲ ἡμᾶς φιλοπάτριδας εἶναι.

247. οὐ γάρ τοι κραδίη μενεδήῖος] ἀποτρέπει τοὺς ἄλλους πεί- θεσθαι αὐτῷ, τὸ τῆς συμβουλῆς δειλίαν εἰπών.

250. αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ] ἀναγκαίως καὶ τοῦτο. ὁ γὰρ τοῦ συμβουλεύσαντος μὴ ἀνασχόμενος δῆλον ὡς οὐδὲ τοῦ πεισθέντος.

253. ὦρσεν] ποιητικῶς τοῦτο· συνδραμόντος γὰρ τοῦ πλήθους εἰκὸς αὐτὴν γενέσθαι.

258. κρόσσας] τὰς πολεμικὰς κλίμακας· λείπει δὲ ἡ κατά, ἵνʼ ᾖ κατὰ τῶν πύργων ἔρυον.

*οἱ δὲ τοὺς ἐν τοῖς πύργοις ἐξέχοντας λίθους.

*Πορφυρίου. ὁ Ἀρίσταρχος ἐπὶ κλιμάκων ἀκούσας, καὶ τὸ προ- κρόσσας ἀποδιδοὺς ἐπὶ τῶν νεῶν κλιμακηδὸν (“τῷ ῥα προκρόσσας ἔρυον Il. 14, 35), τὸ πύργων ἔρυον ἀποδίδωσιν ἐπὶ τοὺς πύργους ἔρυον, ἀποδιδοὺς ἀνεῖλκον, ὡς κλειστῶν καὶ συγκαμπτῶν οὐσῶν τῶν κλιμάκων. παραμυθεῖται δὲ ἐξ Ὁμήρου τὸ πύργων ἔρυον ἀποδιδοὺς ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους ἔρυον, ἐκ τούτων “οἱ δὲ μένοντες ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειεν” (Il. 4, 333) ἀντὶ τοῦ ἐπὶ τοὺς Τρῶας ὁρμήσειεν. οὕτω καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους ἔρυον. καὶ “ἀκόντισαν Ἰδομενῆος” (Il. 13, 502). οὐκ εἰσὶ δὲ κρόσσαι αἱ κλίμακες, ἀλλὰ μᾶλλον οἱ ἐξέχοντες λίθοι ἐν τοῖς πύργοις, σὓς ποιοῦσιν εἰς τὸ ἐμποδίζειν τὰς τῶν μηχανημάτων ἐμβολάς. οὕτω καὶ κρόσσους ἱματίων λέγομεν τοὺς ἐξέχοντας στήμονας· καὶ πρόκροσσαι δὲ αἱ νῆες αἱ μὴ ἐπʼ ἴσου στίχου εἱλκυσμέναι, ἀλλʼ ἐξέχουσαί εἰσιν, ἐφʼ ὧν διὰ τὸ μὴ πάντοε ἔχειν ἰσαρίθμους “στήλας τε προβλῆτας ἐμόχλεον,ʼ τοὺς λεγο- μένους προμαχῶνας.

*τινὲς κρόσσας λέγουσιν. ὄργανά τινα πρὸς τειχομαχίαν ἐπιτή- δεια, ἔχοντα ἔνδον ἀνάβασιν, καλυπτομένην ἕως ἂν εἰς τοὺς πύργους [*](2. *προτιμᾷ] προτιμᾶται 17. *Πορφυρίου] om. 31. ἐμόχλεον] ἐμόχλευον)

505
ἀνέλθῃ ὁ τειχο ἀχῶν. τὸ δὲ πύργων ἔρυον ἐπὶ τοὺς πύργους λέ- γει· εἷλκον γὰρ τὰ ὄργανα πρὸς τοὺς πύργους. ἐπάλξεις δὲ οἱ προμαχῶνες.

ἔρειπον ἐπάλξεις] κατέβαλον τὰς ἐπάλξεις πρὸς τὸ γυμνῶσαι τούτων τοὺς ὑπʼ αὐτὰς κρυπτομένους Ἕλληνας.

259. στήλας τοὺς θεμελίους, παρὰ τὸ ἐπʼ αὐτῶν τὸ τεῖχος ἵστασθαι. οἱ δὲ τὰς ἀντηρίδας. * ἤτοι τοὺς προμαχῶνας.

262. οὐδέ νύ πω Δαναοὶ χάζοντο] οὐχ ὑπεχώρουν αὐτοῖς εἰσελ- θεῖν διὰ τῆς ἐπὶ τὰς ναῦς φερούσης ὁδοῦ. πιθανῶς δὲ πάνυ· ἔδει γὰρ πρὸ τῆς ἁλώσεως τοῦ τείχους ἀγῶνας θέσθαι τινάς.

263. ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις] τὰ διάκενα τῶν ἐπάλξεων φράξαντες τοῖς ὅπλοις. αἱ μὲν γὰρ ἐπάλξεις πρόβολοι γίνονται τοῖς στρατιώταις, τὸ δὲ διάκενον αὐτῶν ταῖς ἀσπίσι προσαναπλη- ροῦται.

267. ἄλλον μειλιχίοις, ἄλλον] κατʼ ἀξίαν πρὸς ἕκαστον, ὅπερ καὶ ἐν ἄλλοις· “ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα (Il. 2, 188). “ὃν δʼ αὖ δήμου ἄνδρα” (198). προσυπακουστέον δὲ τῷ μειλιχίοις τὸ ἐκολάκευον, ὡς τὸ “ἔδουσι πίονα μῆλα οἶνόν τʼ ἔξαιτον” (319)· λείπει γὰρ τὸ πίνουσιν.

271. νῦν ἔπλετο ἔργον ἅπασι] πάντες γὰρ χρήσιμοι, ἀπὸ τείχους ἀμυνόμενοι, ὅπερ καὶ γυναῖκες ποιοῦσιν.