Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

272. καὶ δʼ αὐτοὶ] διὰ τοῦ ἰδίου συνειδότος πάντας δυσωπεῖ καὶ εἰς ἔννοιαν τῶν κινδύνων ἕκαστον ἄγει.

276. νεῖκος] Ἡρωδιανὸς διὰ μόνου τοῦ ι, ἵνα δηλοῖ τὸ νίκομα. τὸ δὲ δίεσθαι προπαροξυντέον· παρατατικοῦ γάρ ἐστιν, ἀπὸ τοῦ δίημι. περιουσία δὲ δυνάμεως τὸ καὶ διῶξαι προσδοκᾶν τοὺς πολε- μίους.

278. ὥστε νιφάδες] μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι. “νι- φάδες δʼ ὣς πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαής” (156). ἐκεῖ μὲν οὖν πρὸς τὴν πλῆξιν τὸν ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν νῦν καὶ τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα.

279. ἤματι χειμερίῳ] καλῶς χειμέριον τὴν ἡμέραν παρέλαβε· γίνονται γὰρ καὶ ἐν ἔαρι νιφάδες, ἀλλʼ οὐ πυκναί.

282. ὑψηλῶν ὀρέων κορυφάς] εὗ τῇ τάξει ἐχρήσατο· πρῶτον γὰρ τὰ ὄρη νίφεται, ἔπειτα σφοδροῦ τοῦ χειμῶνος γενομένου κάτεισι καἰ ἐπὶ τὰ χθαμαλώτερα.

506

285. ἢ ὅτι τῆς ὁρμῆς τὴν χιόνα ἐρύκεται, ἢ διὰ τὸ γεφυρωθῆναι τῇ χιόνι τὸν αἰγιαλὸν τὸ κῦμα ἐρύκεται.

287. *θαμειαί] σημειωτέον ὅτι τοὺς λίθους θηλυκῶς κέκληκεν.

289. τεῖχος ὑπὲρ πᾶν] ἀπὸ γῆς ἕως ἄνω. τὸ δὲ ἑξῆς, ὑπὲρ δὲ τὸ πᾶν τὸ τεῖχος. οὐκ ἀναγκαῖον οὖν ἀναστρέφειν τὴν πρόθεσιν.

292. * Εὐρώπην τὴν Φοίνικος Ζεὺς θεασάμενος ἔν τινι λειμῶνι μετὰ νυμφῶν ἄνθη ἀναλέγουσαν ἠράσθη αὐτῆς, καὶ κατελθὼν ἤλλαξεν ἑαυτὸν εἰς ταῦρον καὶ ἀπὸ τοῦ στόματος κρόκον ἔπνει. ὥστε τὴν Εὐρώπην ἀπατήσας ἐβάστασε, καὶ διαπορθμεύσας εἰς Κρήτην ἐμίγη αὐτῇ· εἶβʼ οὕτως συνώκισεν αὐτὴν Ἀστερίωνι τῷ Κρητῶν βασιλεῖ. γενομένη δὲ ἔγκυος ἐκείνη τρεῖς ἐγέν- νησε παῖδας Μίνωα Σαρπηδόνα καὶ Ῥαδάμανθυν. ἱστορεῖ Ἡσί- οδος.

293. ὦρσεν ἐπʼ Ἀργείοισιν] οὐ γνήσιος οὖν ἡ ἀρετή. δοκεῖ δέ μοι τὸ τοῦ Σαρπηδόνος οὐ μάτην παρειλῆφθαι, ἀλλʼ ἵνα καὶ μέγα τι χαρίσηται Πατρόκλῳ τοιοῦτον ἀναιρήσαντι.

295. ἐξήλατον] ἐξελασθεῖσαν, ἤτοι χαλκῆν· οὐ γὰρ ἓξ ἔχει. ψιλοῖ οὖν ὁ Νικάνωρ, καὶ τὴν ἔξω χαλκὸν ἔχουσαν ἐξηγεῖται.

297. διηνεκέσιν] ἀπὸ τοῦ ἴτυος εἰς ἴτυν. προπαρασκευάζει δὲ ἀεὶ τοὺς ἀριστεύοντας, ἐξαίρων ἡμᾶς εἰς προσοχήν.

298. δύο δοῦρε] ἕτερον ἐν τῇ ἀσπίδι, τὸ δὲ ἐν τῇ δεξιᾷ. κινου- μένου δὲ αὐτοῦ ἄμφω τινάσσεται.

300. δηρὸν ἔῃ κρειῶν] ἐπεξειργάσατο τὴν προκειμένην εἰκόνα· ἐνταῦθα γὰρ καὶ λιμώττει ὁ λέων, καὶ οὐ νεμομένῳ ζῴῳ ἐπιτυγχάνει, εἰς ἔπαυλιν δὲ αὐτὸν ὁ λιμὸς ἄγει.

303. σὺν κυσὶ καὶ δούρεσσι] οἱονεὶ εἰ εὕροι αὐτοὺς προπαρεσκευ- ασμένους πρὸς τὴν ἔφοδον αὐτοῦ, οὐ βούλεται ἀναχωρεῖν μὴ πρότερον πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών.

305. τὸ ἥρπαξε τὴν ἐκ μεθόδου δηλοῖ προσβολήν. πρὸς τὸν θα- νατῶντα δὲ λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλεν.

310. τίη δή] τί δή, Ἀττικῶς. διὰ δὲ τὸ ἐργῶδες τῆς ἐγχειρή- σεως ἑταιροποιεῖται. αἰδήμονος δὲ οἱ λόγοι καὶ μεγαλοψύχου καὶ εὐγνώμονος· αἰδεῖται γὰρ ταῖς τιμαῖς πλεονεκτεῖν καὶ μὴ ταῖς [*](6—13. Scholion hoc legitur παρʼ Ἡσιόδῳ καὶ Βακχυλίθῃ. in B post scholion versus 397. 26. *εὕροι] εὐρῃ 12. ἱστορεῖ Ἡσίοδος] *ἡ ἱστορία 29. *θανατῶντα] θανατοῦντα)

507
ἀνδραγαθίαις· μεγαλόψυχος δὲ ὢν καταφρονεῖ θανάτου· εὐγνωμο- σύνης δὲ τὸ ὁμολογεῖν τὴν τιμήν.

312. θεοὺς ὣς εἰσορόωσι] οἱ Λύκιοι ἡμᾶς ὡς θεοὺς ὁρῶσιν· αἰ- σχρὸν δὲ τοὺς ἐν θεῶν μοίρᾳ τεταγμένους μηδὲ ἄνδρας ἀξιολόγους φαίνεσθαι. διδάσκει δὲ ὡς οὐ δεῖ μὴ προκινδυνεύοντα βασιλέα σθαι.

320. *οἶνόν τʼ ἔξαιτον] ἐκ κοινοῦ τὸ πίνουσι.

322. εἰ μὲν γάρ] εὐγενὴς ἡ γνώμη. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν ἡγεῖται πάντων, τὸ δὲ μετʼ εὐκλείας τῶν ἀγαθῶν μόνων· καὶ τὴν παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανάτου, ἀλλʼ ἀναβολὴν χρόνου μικρὰν μετʼ ἀδοξίας γινομένην φησὶν εἶναι.