Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

160. ἀμφʼ αὖον] δύο μέρη λόγου, ἀμφὶ καὶ αὖον. ἵνʼ ᾖ ἀμφʼ αὐτοὺς αὖον, ἀΰτευν.

162. πεπλήγετο μηρώ] ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου· ἔστι δὲ μόνον τῆς λύπης δηλωτικὸν, ὡς ἐν ὀχλήματι γενόμενον.

164. φιλοψευδής] φιλῶν ἀπατᾶν· ψεύδεσθαι γὰρ τὸ ἀπατᾶν. ἴσως δὲ διὰ τὰς βροντὰς τοῦτό φησιν, ὡς δῆθεν ταύτας σημεῖα νίκης εἰληφώς. ὀξύνεται δέ· τὰ γὰρ εἰς ης ὑπὲρ μίαν συλλαβὴν ὀξυνόμενα ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον, σεσημειωμένου τοῦ ἀληθής. καὶ τὸ κριτής δὲ ἔσθʼ ὅτε κατὰ μεταβολὴν τονοῦται.

167. ἀξιόπιστος ὁ παρὰ τῶν πολεμίων ἔπαινος. εὐτελεῖ δὲ ζῴῳ καὶ θυμικῷ παρέβαλε, τὴν μὲν ἀλκὴν ὁμολογεῖν ἀναγκαζόμενος, ἀφαιρούμενος δέ τι τοῦ τῶν ἀνδρῶν ἀξιώματος διὰ τὴν τοῦ ζῴου σμικρότητα.

170. ἀμύνονται περὶ τέκνων] συλληπτικὸν τὸ σχῆμα· τοῦτο γὰρ σφηκῶν, μελισσῶν δὲ τὸ ὑπὲρ τοῦ μέλιτος.

171. ἐν ὑπερβολῇ τὸ δύο· οἱ μὲν γὰρ τῶν τέκνων προῖστάμενοι σφῆκες καὶ τῶν μελίτων αἱ μέλιτται πλείους εἰσίν· οὗτοι δὲ καὶ δύο ὄντες κρείττονα διαπράττονται.

174. Ἕκτορι γάρ] ἠθικῶς τῇ ἀναφωνήσει χρῆται, θεραπεύων τὸν ἀκροατὴν, ὅτι οὐκ ἐκ τῆς Ἕκτορος ἀρετῆς τοιαῦτα Ἕλληνες ἐπε- πόνθεισαν, ἀλλʼ ἐκ τῆς Διὸς ἐπικουρίας, οὗ τὸ κατόρθωμα.

175. ἀθετεῖ Ἀρίσταρχος, πρῶτον μὲν διὰ τὸ πύλας ἄλλας ὀνο- μάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι. εἶτα διὰ τὸ “ἀργαλέον δέ με ταῦτα·” φησὶ γὰρ ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν· εἶτα καὶ διὰ τὸ Λαπίθαι· οὐ γὰρ δεῖ, φησὶ, καὶ τοὺς πατέρας καὶ τοὺς υἱοὺς Λαπίθας καλεῖν. Πῖος δὲ ἀπολογούμενος πρὸς τὰς ἀθε- τήσεις Ἀριστάρχου ταῦτά φησιν, ὅτι Ἄσιος μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ αὐτὸν περὶ τὰς μικρὰς πύλας. τῷ δὲ ἄλλας μικρὰς εἶναι οὐδεὶς εὗ φρονῶν ἀντείποι· πῶς γὰρ τοσοῦτον πλῆθος ἐν τῷ φεύγειν διὰ μιᾶς εἰσῄει τὸ δὲ “ἀργα- λέον δέ με ταῦτα” πάνυ μετρίως φησὶν εἰρῆσθαι· ἀνδρῶν γὰρ ἀναι- ρουμένων κατάλογον διεξιὼν καὶ τρόπους τῶν ἀναιρέσεων καὶ λόγους τῶν ἀναιρούντων καὶ πιπτόντων καὶ συμπτώματα τῆς τύχης καὶ πολυ- μερῆ μάχην, εἰκότως ἐνδείκνυται δυσχερῆ τὴν τούτων διήγησιν. τὸ δὲ

502
Λαπίθαι γελοιότατον· πῶς γὰρ ἄλλως ἦν ὀνομάσαι τοὺς τῶν Λαπι- θῶν υἱοὺς ἢ τῷ πατρικῷ ὀνόματι;

177. τὸ θερμὸν τῆς μάχης πῦρ φησί· δύναται δὲ καὶ κυρίως λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτῶν ἐμπρῆσαι ἐπιχειροῦντας τοὺς βαρ- βάρους εἰσάγῃ. καὶ τὸ λάῖνον ἐπήγαγεν ὥσπερ ἐπιμωκώμενος τοὺς ἐπιχειροῦντας ἐμπρῆσαι λίθους. ὑποστικτέον δὲ εἰς τὸ πῦρ· τὸ γὰρ τεῖχός ἐστι λάῖνον· οἱ δὲ τὸ πῦρ. θεσπιδαὲς δὲ τὸ καυστικὸν ἢ τὸ ἐκ θεοῦ σταλέν.

λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων καὶ βαλλο- μένων πῦρ ἅπτεσθαί φησι πανταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος.

178. εἰς τὸ πέρ ὑποστικτέον, καὶ τὰ ἑξῆς συνδετέον.

179. θεοὶ δʼ ἀκαχείατο] ἐλπίδα ὑποβάλλει τοῖς ἀκροαταῖς ὅτι οὐκ ἦν ταῦτα ἀρεστὰ θεοῖς, ἀλλὰ διενοοῦντο μὲν βοηθεῖν, ᾐδοῦντο δὲ Δία.

181. σὺν δʼ ἔβαλον] ἐπεὶ προεῖπεν “ Ἕκτορι γάρ οἱ θυμός” (174), τό μὲν εἰς ὕστερον ταμιεύεται, ἐπὶ δὲ τοῦ παρόντος πλεονεκ- τοῦντας ποιεῖ τοὺς Ἕλληνας, ἕως ἄν ἡ ἀπὸ τοῦ Διὸς βοήθεια μετα- γάγῃ τὴν εὐημερίαν ἐπὶ τὸν Ἕκτορα.

197. οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν] καὶ τοῦτο πρὸς παραμυθίαν, ὅτι τὸ πλεῖστον καὶ ἀκμαιότατον τῶν βαρβάρων ἦν τὸ ἐν τῇ μάχῃ πλεονεκτῆσαν.

201. μέσος διῆλθεν, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωικὸν λαὸν ἀφορίζων, ἐν δεξιῷ δὲ δηλονότι τὸ Ἕλληνικὸν στρατόπεδον ἔχων.

*ἀριστερὰ γὰρ σημεῖα ἀπαίσια· τὰ δὲ δεξιὰ συμφέροντα.

202. φοινήεντα] ᾑμαγμένον· καὶ γὰρ ἤσθιεν αὐτόν.

203. οὔπω λήθετο χάρμης] ὁ δράκων. πιθανῶς δὲ τὸ οὕπω, οἷον καίτοι ἤδη λελωβημένος. καὶ τὸ ἔτι δὲ ἀσπαίροντα τὸν ἤδη κε- κακωμένον παρίστησι, καὶ τὸ φοινήεντα τὸν ὑπὸ τεῦ ἰδίου πεφοι- νιγμένον αἵματος.

*ζητεῖται δὲ πῶς ὁ Ζεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρῶας, σημεῖον αὐτοῖς κωλυτικὸν ἐπιπέμπει· φησὶ γὰρ “ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν” ῥητέον ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν, ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλλήνων· οὐ γὰρ κατὰ προαίρε- σιν αὐτοὺς ἰδίαν ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι.

[*](32. *κωλυτικὸν] καταλυτικὸν)
503

204. κόψε] τὸ ταχὺ τῆς πληγῆς διὰ τῆς λέξεως ἐσήμανεν.

205. * ἰδνωθείς] ἐπιστραφεὶς, ὁ τὸ ἰνίον δονηθεὶς καὶ ἐπικαμ- φθείς. γίνεται δὲ ἀπὸ τοῦ ἵζω, ὃ καὶ δασύνεται· καὶ γίνεται ἰδνῶ, τραπέντος τοῦ ζ εἰς δ Δωρικῶς καὶ πλεονασμῷ τοῦ ν, ὡς ἀλαπάζω ἀλαπαδνός. τὸ δὲ ἰδνῶ ψιλοῦται.

ἰδνωθείς] τὸ ὑγρὸν τοῦ δράκοντος ἐσήμανε· τοσοῦτον, φησὶν, ἐπι- καμφθεὶς ὡς καὶ τὰς ἶνας αὐτοῦ δονηθῆναι.

206. μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ] ἐν τῷ μεταιχρμίῳ πρὸς τὸ μὴ διαβῆναι· ὡς γὰρ ἀετὸς ἠστόχησε τούτου, οὕτω Τρῶες Ἑλλήνων.

207. πνοιῆς ἀνέμοιο] τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτὸν διὰ τὸ ὀδυνη- θῆναι.