Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

413. ὑποδδείσαντες] ἐπὶ δὲ τῶν Ἕλλήνων ἅμα τῷ δέει καὶ αἰδῶ παρα- λαμβάνει· οὐ γὰρ ὡς τυράννοις ἐξ ἐπιταγῆς ὑπακούουσιν οἱ Ἕλληνες.

416. δέ σφισι φαίνετο ἔργον] ἀνεφαίνετο αὐτοῖς μέγα ἔργον, οἷον ἡ μάχη μείζων καὶ δεινοτέρα καθίστατο.

417. οὔτε γάρ] ἀντίθεσις τὸ σχῆμα· ἀκριβῶς γὰρ ἴσα πρὸς ἴσα ἀντιτίθησιν.

421. ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον] περὶ ὅρων ἁμιλλῶνται· οὐδὲν γὰρ τούτου ἰσορροπώτερον.

422. μέτρ’] μέτρα τοὺς γεωμετρικοὺς καλάμους. ἐπιξύνῳ δὲ κοινοὺς ὅρους ἐχούσῃ.

426. λαισήϊα] τὰ καὶ τῇ λαιᾷ δυνάμενα πάλλεσθαι ἀσπίδια.

430. συνελὼν τὸν περὶ πάντων λόγον ηὔξησε τὴν ἔμφασιν, καὶ ἐναργῶς τὸ τεῖχος ᾑμαγμένον δείκνυσιν.

433. ὥστε τάλαντα γυνὴ χερνῆτις] πάλιν τὸ ἰσοπαλὲς τῶν μαχομένων παρέβαλε ζυγῷ· οὐδὲν γὰρ οὕτως ἀκριβὲς πρὸς ἰσότητα. καὶ ἡ ταλαντεύουσα οὐκ ἔστι δέσποινα οἰκίας· ταύτην γὰρ οὐ λυπεῖ πολλάκις τὸ παρὰ βραχὺ ἴσον. ἀλλʼ οὐδὲ θεραπαινίς· οὐ γὰρ αὗται ζητοῦσι τὸ ἀκριβὲς εἰς τοσοῦτον, ἅτε δὴ ὑπὸ τοῦ δεσπότου τρεφό- μεναι. ἡ δὲ τῇ ἀληθείᾳ χερνῆτις λίαν ἀκριβολογεῖται. ἔστι δὲ ἡ χερσὶ τὰ πρὸς τὸ ζῆν ποριζομένη.

434. ἀμφίς] ἑκατέρωθεν· μή ποτε παριδοῦσα ἀποστερηθῇ ὀλίγου μισθοῦ τιμῆς. οὐ δύναται δὲ εἰς τὸ ἀμφίς εἶναι στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν δέχεται.

[*](5. Sequitur in B scholion de supra legitur ad v. 292. Europa, quod in aliis codicibus 28. *αὗται] αὐταὶ)
510

437. ὑπέρτερον τῶν Ἑλλήνων. ἢ ὃ πρώην οὐκ εἶχεν.

439. * διαπρύσιον] διὰ παντὸς τοῦ πέρατος ἀκουσθῆναι δυνάμενον. ἢ διαπεράσιμον εἰς ἀκοάς. ἢ διαφανὲς καὶ σημαντικὸν, ἀπὸ τεῦ πυρός.

441. καὶ νηυσίν] πρὶν παρέλθῃ τὸ τεῖχος, βαρβαρικῷ ἔθει ἀλα- ζονεύεται περὶ τῶν νεῶν, ὥστε φοβῆσαι τοὺς Ἕλληνας.

442. οὔασι πάντες ἄκουον] οὐ παρʼ ἑτέρων. ἢ ἀναπεπταμένοις τοῖς ὠσὶ καὶ προθύμοις.