Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

445. τὸ σύντομον καὶ ἰσχυρὸν διὰ τοῦ ἁρπάξας ἐδήλωσεν.

446. ὕπερθεν] τῷ εἰς ἀέρα νεύοντι μέρει. τοῦτο δὲ διὰ τὸ εἶναι εὐσύλληπτον, καὶ ἵνα ῥᾳδίως τῇ ὀξύτητι τὰς πύλας διασχίσῃ ὡς πέλεκυς.

447. τὸν δʼ οὔ κε δύʼ ἀνέρε] διττὴ ἡ ἐπίτασις, καὶ τῶν δύο μὴ κινούντων τὸν λίθον, καὶ τοῦ ἑνὸς πάλλοντος ἐλαφρῶς.

451. ἄρσενος] ὅτι τραχύτερος. ἢ ὅτι ῥυπωδέστερος, ἢ ὅτι μέγας ὁ τοῦ ἄρσενος πόκος, ἢ ὅτι ἐμφερὴς τῷ χρώματι καὶ τῇ τραχύτητι τοῦ λίθου ἐστί. θέλει δὲ παραστῆσαι τὸ τοῦ λίθου μέγεθος.

456. ἐπημοιβοί] εἰς μέσον συνάπτοντες· οἱ δὲ, εἷς ἐφʼ ἕνα· μία δὲ ἐπʼ αὐτῶν κλεὶς ἥρμοστο.

458. εὖ διαβάς] συνεργεῖ γὰρ ἡ διάβασις πρὸς βιαιοτέραν τοῦ βαλλομένου φοράν.

459. θαιρούς] τὸν ἄνω καὶ κάτω στρόφιγγα θαιροὺς καλεῖ. λέγον- ται δὲ θαιροὶ διὰ τὸ διʼ αὐτῶν θεῖν τὰς πύλας.

461. σανίδες δέ] πανταχόθεν ἐκίνησε τὴν ἐνέργειαν, ἐκ τοῦ βαλόντος, ἐκ τῶν διαρριπτουμένων σανίδων, ἐκ τοῦ εἰσπηδῶντος καὶ φοβερὸν βλέποντος, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος, ἐκ τῶν κατεχο- μένων δοράτων, ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος καθʼ ὃ μέρος ἔρρηξε Σαρπηδὼν, ἐκ τῶν τρεχόντων εἰς τὰς πύλας καθʼ ὃ μέρος ἔρρηξεν αὐτὰς ὁ Ἕκτωρ.

462. ὁ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ] οὐδέν τι τῶν ἔνδον δεινῶν ὑπολογισάμενος. πάντα οὖν τοῦ θράσους σημαντικὰ καὶ τὰ ἑξῆς ὀνόματα.

463. νυκτὶ θοῇ] νυκτὶ τὰ φοβερὰ ὁμοιοῦσιν, ὡς ἐκ τῶν ἐναντίων τοὺς εὐέκτους λέγουσιν ἡμέρους· παρὰ γὰρ τὸ ἡμέρα ἥμερος.

ὑπώπια] ἀπὸ μέρους ὅλος.

[*](19. * αὐτῶν] αὐτῷ 28. *Σαρπηδὼν—αὐτὰς ὁ] om.)
511

465. οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας] ὥσπερ ἐπὶ γραφῆς δείκνυσιν ὁποῖος ἦν ὁ Ἕκτωρ εἰσδραμὼν εἰς τὸ τεῖχος.

466. νόσφι θεῶν] ἅμα μὲν ἐπαίρει τὰ τοῦ Ἕκτορος, ἅμα δὲ καὶ τεχνικῶς ὑπὲρ Ἕλλήνων ἀπολογεῖται, ἀντισχεῖν πρὸς τὴν ἐκδρομὴν Ἕκτορος μὴ δυνηθέντων.

470. ἐσέχυντο] ἐμφαντικῶς τῷ ὀνόματι· διὰ στενῆς γὰρ γενο- μένης τῆς εἰσόδου καὶ ὠστιζομένων τῶν εἰσιόντων ἢ τῶν ἤδη εἰσελη- λυθότων.