Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

427. εὐηγενέος] τοῦ τῷ σώματι εὐφυοῦς.

430. πολύαινε] πιστὸς ὁ ἐκ πολεμίων ἔπαινος. ἢ εἰρωνεύεται. ἢ παρὰ τὸ αἰνόν ἐστιν ἡ σύνθεσις.

433. ἢ κεν ἐμῷ ὑπὸ δουρί] βάρβαρος ἡ ἀλαζονεία, ἐν τοιούτῳ προφερομένη καιρῷ μεθʼ ὑπερβαλλούσης ὑπερηφανίας.

437. χρόα] τὴν ἐπιφάνειαν τοῦ σώματος, οὐ τὴν ἄχρι τῶν ἔσω μερὰῶν σάρκωσιν.

439. ἔγνω ὁ Ὀδυσσεὺς ὅτι οὐκ εἰς καίριον ταύτῃ ἐτελεύτησεν ἡ βολή. φησὶ γὰρ “ὣς εἰπὼν οὔτησεν, οὐδέ τʼ ἔασε Παλλάς·” καὶ [*](12. *ἐναργές] ἐνεργὲς 14. ∗ γὰρ] om.)

474
ἐπάγει “ἦ μάλα δή σε·” καὶ πάλιν “φθῆ σε τέλος.” ἔστι δὲ θαυμάσαι τὸ ἀτάραχον Ὀδυσσέως, πῶς εὐθὺς τιτρώσκει μὴ δειλιά- σας τὴν πληγήν.

446. αἰσχρὰ ἡ φυγὴ ἀπειλῇ μόνῃ γενομένη τραυματίου ἀνδρός. οὐκ ἄτοπον δὲ ἀλαζονεύεσθαι Ὀδυσσέα προάρξαντος ἐκείνου. καὶ ὅτι παρʼ ὀλίγον ἀνῃρημένος κεκράτηκε τοῦ πολεμίου.

451. φθῆ σε] εἰ καὶ ἔφυγες, φησὶ, κιχήμενον ἔφθη σε τὸ τέλος τοῦ θανάτου.

455. ἐπεί κε θάνω] ἐὰν ἐκ τοῦ τραύματος τούτου, φησὶ, τοιοῦτόν τι ἐπακολουθήσῃ. προενεχυριάζει δὲ τὴν γνώμην τῶν Ἀχαιῶν, ὡς ὑπὲρ αὐτῶν ἀποθνήσκων.

457. ἐκ χροὸς] τοῦ ἰδίου χροός. μεῖζον δὲ ἐφάνη τὸ κατόρθωμα Ὀδυσσέως ἐκ τῆς ἐπιφορᾶς, ὅτι ἀκμὴν ἐμπεπηγότος τοῦ δόρατος τὸν πολέμιον ἀνήρησεν.

458. ἀνέσσυτο] σημείωσαι ὅτι ἐπὶ μὲν τῆς λεπτοτέρας πληγῆς ἀνηκόντιζέ φησιν, ἐπὶ δὲ τῆς μείζονος ἀνέσσυτο· τὸ γὰρ πολὺ οὐκ ἀκοντίζεται.

459. αἷμ’ Ὀδυσῆος] καλῶς ἄρα Λυκοῦργος ἐνομοθέτησε Λακεδαι- μονίοις ἐσθῆτα φοινικῆν ἐν τοῖς πολέμοις φορεῖν, ἵνʼ εἰ τρωθείη τις, λανθάνοι τοὺς πολεμίους διὰ τὸ ὁμόχρουν.

461. αὐτὰρ ὅγʼ ἐξοπίσω] συγγνωστέον· ἐν ἐσχάτοις γάρ ἐστιν. εἰκότως οὖν ὑποχωρεῖ καὶ βοᾷ τοὺς συμμάχους.

462. ὅσον κεφαλὴ χάδε φωτός] ἀντὶ τοῦ εἰπεῖν αὐτοῦ φωτός εἶπε. τὸ δὲ σχῆμα πολλαχοῦ, ὡς καὶ ἐν Ὀδυσσείᾳ (6, 129), “ὡς ῥύοιτο περὶ χροῒ μήδεα φωτός·” δείκνυσι δὲ διττὴν εἶναι τὴν φωνῆν, τὴν μὲν θωρακικὴν, τὴν δὲ πλατεῖαν καὶ οἱονεὶ σφοδροτέραν ἐκ κε- φαλῆς.

463. ἄῖεν- Μενέλαος] ὀφείλει γὰρ νῦν προσεκτικὸς εἶναι μᾶλ- λον διὰ τὴν ἀπουσίαν Ἀγαμέμνονος· ἢ ὡς αἴτιος τῆς μάχης. ἢ ὡς φίλος Ὀδυσσέως. αἰσθόμενος δὲ ὡς οὐκ ἔστιν ἀξιόμαχος, προσλαβεῖν Ἀἴαντα διανοεῖται.

464. ἐγγὺς ἐόντα] χαρίεν τὸ τῆς περιπετείας, ὅτι ὁ ἀλκιμώτατος ἐγγὺς εὑρέθη Αἴας.

467. τῷ ἰκέλη] οὐχὶ τῷ Ὀδυσεῖ ἰκέλη, ἀλλʼ αὐτῷ τῷ ὡς εῖ ὲ [*](2. θαυμάσαι Bekk.] ταρβῆσαι ἀποθνησκόντων 11. *αὐτῶν ἀποθνήσκων] αὐτοῦ 14. ἀνῆρησεν] * ἐφὀνευσεν)

475
βιάατο. στοχάζεται γὰρ ὡς ὁ ταλασίφρων οὐκ ἂν, εἰ μὴ ἠνάγκαστο, ἐβόησεν.

469. ἀλεξέμεναι γὰρ ἄμεινον] ἄμεινόν φησιν ἐκείνῳ βοηθεῖν ἢ σχολάζειν ὥδε.

475. ἀμφʼ ἔλαφον] οὐ δειλὸς Ὀδυσσεὺς, ὅτι ἐλάφῳ εἴκασται· οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβολῆς, ἀλλὰ τῶν ὁμοίων παθη- μάτων. θανόντι δὲ αὐτὸν ἐλάφῳ εἰκάζει, ἵνα αὐξήσῃ τὸν κίνδυνον. ἔστι δὲ ἡ παραβολὴ μερικὴ πρός τε τὴν πληγὴν καὶ τὸ πλῆθος τῶν βαρβάρων καὶ τὴν ἀπουσίαν τοῦ βαλόντος· καὶ ὥσπερ θῶας ἀπε- λαύνει λέων ἐπιφανεὶς, οὕτως Αἴας τοὺς Τρῶας.

478. αὐτὰρ ἐπειδή] πρὸς τὸ πιθανὴν γενέσθαι τὴν ἔφοδον τῶν πολλῶν ζῷων. ἄγει δὲ καὶ ἐπʼ ἐκεῖνο ἡ ἔννοια, ὅτι οὐδʼ ἂν τῷ Ὀδυσ- σεῖ προσῆλθον οἱ βάρβαροι, εἰ μὴ διὰ τὸ τετρῶσθαι ὑπεῖξεν.

484. στιγμὴ εἰς τὸ ἀΐσσων. οὐ πρὸς Τρωσὶ δὲ ἐφορμᾷ (ἄπι- στον γὰρ τοῦτο), ἀλλʼ εἰς τὸ ἐκφοβῆσαι μόνον.