Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

371. παρακεκρυμμένος καὶ κεκαλυμμένος, ώσεὶ νεκρὸς, φησὶ, παρὰ νεκρῷ ἑστηκώς. ἀνδροκμήτῳ δὲ, ὑφʼ ᾧ ἀνὴρ καμων ἔκειτο· ἢ ἀνδρὶ πονηθέντι.

372. δημογέροντος] καὶ τοὺς βασιλεῖς οὕτως ἐκάλουν ὡς παρὰ [*](1. προσεβλήθη Vill.] ἐπροσεβλήθη —ἑτέρου σσ 2. εὕροις Bekkerus] εὕρης 7. τὸ ὄσσε Bekksrus] τε ὄσσε 4. οὕτως] οὕτως οὖν Vill. 19. *εῖω] ἔω 5. ἅς—ἐτέρου Bekkerus] ὁσσ)

472
τοῦ δήμου γέρας ἔχοντας· ὁμοίως δὲ καὶ τοὺς γέροντας δημηγόρους, ἀλλὰ καὶ δημότας.

375. εὗ τὸ παρατατικῶς εἰπεῖν ἀνεῖλκεν, ἵνα δὴ ἐναργῶς ἐπι- δείξῃ τὸν τοῦ πολεμίου ἐπιτυχεῖν στοχαζόμενον. πῆχυς δὲ τόξον ἐκ δύο συμβεβλημένον κεράτων.

379. ἐκ λόχου ἀμπήδησε] εὗ τὸν ἀφανῶς τοξεύοντα ἐκ λόχου λέγει ἀναπηδῆσαι. ἀσχημόνως δὲ πάνυ ὡς μέγα τι κατωρθωκὰὼς βοᾷ· κατακρύψας γὰρ ἑαυτὸν ἔνα ἔτρωσεν, ἀλλʼ οὐδὲ τοῦτον ἀνεῖλεν.

383. ὡς δειλὸς καὶ περὶ τῶν ἄλλων ὑπείληφεν ὡς φοβουμένων. ἔστι δὲ καὶ ἀνοήτων τὸ τοὺς οἰκείους ἐπὶ τῶν πολεμίων ἐλέγχειν.

385. τοξότα λωβητήρ] ἀλλὰ καὶ οἱ θεοὶ, φασὶ, τοξόται, καὶ τῶν ἡρώων οἱ κράτιστοι, Ἀπόλλων, Ἄρτεμις, Ἡρακλῆς, Εὔρυτος, ἀλλὰ καὶ ἐν τοῖς πρὸς Ἴλιον στρατευομένοις Μηριόνης, ψιλοκτήτης, Τεῦκρος. οὐχ ὅτι δὲ τοξότης, ὀνειδίζει, ἀλλʼ ὅτι φαῦλος· τοῦτο γὰρ ἐμφαίνει τὸ λωβητήρ. εἶτα πάλιν τῇ τριχί, φησὶ, κάλλιστε ἐπὶ ἀπάτῃ παρθένων· οὐδὲ γὰρ οὐδὲ τὸ κομᾶν κακόν ἐστι καθʼ ἑαυτό. τὸ δὲ κέρᾳ σὺν τῷ ι ἡ παράδοσις, δοτικὴν ἐκδεχομένη· τινὲς δὲ πληθυν- τικῶς ἥκουσαν.

386. εἰ μὲν δὴ ἀντίβιον] γενναῖόν ἐστι τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα.

388. ἄκρως οὐ πληγὴν, ἀλλʼ ἐπιγραφήν φησιν· ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη “διαμπερὲς ἰὸς ἐν γαίῃ πάγη” (377).

390. κωφόν] μεταφορικῶς τὸ μὴ αἴσθησιν τοῖς τιτρωσκομένοις ἐμποιοῦν.

395. οὐκ ἔστι σύνθετον τὸ περὶ πλέες, ἀλλὰ κατὰ παράθεσιν ἡ περί. ὅθεν οἰκειοτονεῖται.

397. ἔστη πρόσθʼ] τὸ φιλικὸν πάλιν Ὀδυσσέως ὁρᾶται, καὶ τὸ ἀξιόπιστον Διομήδους δείκνυται. εὐπρεπῶς δὲ οὐ φαίνεται Διομήδης παρακαλῶν εἰς τοῦτό τινα. διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο περὶ τὴν τοῦ ἑνὸς θεραπείαν καταγίνονται.

403. εἶπε] ποιητικῶς τὰ ἐνθυμηθέντα ὡς εἰρημένα διατυποῖ. ἅμα δὲ καὶ διδάσκει ὅτι οὐ μανικῶς δεῖ ὁρμᾶν εἰς τὰ δεινά.

[*](4. ∗ἐπιτυχεῖν] τυχεῖν s. v. πάθος et πάθη δύο leguntur. 21. *ἁλλ’] om. Quae quum apud Villoisonum legi 32. ∗μανικῶς] μαντικῶς. Versui possint p. 277, non est operae proximo (404) manus recentissi- pretium hoc loco repeti. ma adscripsit quae apud Suidam)
473

405. * Πορφυρίου. ἀσύμφορον ἀναπείθειν δεινότερον εἶναι τοῦ ἀποθανεῖν τὸ φυγεῖν. λύεται δὲ ἀπὸ τῆς λέξεως· τὸ γὰρ ἀλώω δύναται καὶ ἐπὶ τοῦ ζωγρηθῶ εἶναι.

τοῦτο, φησὶ, δεινότερον πάντων, εἰ ζωγρηθῶ καὶ αἰχμαλωτισθῶ· οὐδεὶς γὰρ Ἑλλήνων τοῦτο πέπονθεν.

407. ἀλλὰ τίη μοι] χρησίμως πρὸς τὴν οἰκονομίαν ἔχει τὰ τοῦ ἐπιλογισμοῦ τῷ Ὀδυσσεῖ· ἐπειδὴ γὰρ ναυμαχίαν εἰσάγειν βούλεται ὁ ποιητὴς, προτιτρώσκει τοὺς ἀρίστους· ἄτοπον γὰρ ἦν παρόντων καίεσθαι τὰς ναῦς.

412. τόφρα δʼ ἐπί] δεινὴ ἡ ἀγωνία· οὐ γὰρ εἰ θέλοι ὑποχωρεῖν, ἔξεστιν αὐτῷ.

414. ὡς δʼ ὅτε κάπριον] ἐναργὲς τὸ παράδειγμα πρὸς τὸ καθʼ ἔνα μὲν ὑπερέχειν τῶν κυκλωσάντων, ὀχλεῖσθαι δὲ τῷ πλήθει.

416. θήγων λευκὸν ὀδόντα] καὶ τοῦτο ἐμφερές· καὶ οὗτος γὰρ λογισμῷ προπαρεσκεύασται.

μετὰ γναμπτοῖσι γένυσσιν] συμπαρατρίβει γὰρ τὸ γένειον, ἀκο- νῶν τὸν ὀδόντα. οὐ γὰρ ἐπὶ τὸ δάκνειν ὁ κάπρος ὁρμᾷ, ἵνα ἀναστείλῃ τὰς γένυς, τῇ δὲ ἐμβολῇ μόνον ἀμύνεται.

421. στιγμὴ εἰς τὸ ὕπερθεν· οἱ δὲ ὕπερθε μετάλμενος, ἵνʼ ᾖ ἐκ τοῦ ἄνωθεν μέρους ἀρθείς.

424. πρότμησιν] οἱ μὲν τὸν ἀπὸ κύστεως ἄχρι τοῦ ὀμφαλοῦ τό- πον, οἱ δὲ τὴν ὀσφὺν, ῆν οὐδαμοῦ ὁ ποιητὴς τιτρώσκει ὡς αἰτίαν τῶν ζωογονούντων σπερμάτων.

425. ἀγοστῷ] τῇ δρακὶ, παρὰ τὸ ἄγειν. οἱ δὲ τῇ ἀγκάλῃ· οὐ δύναται δὲ ἀγκῶνι λέγεσθαι· οὐδεὶς γὰρ μετʼ αὐτοῦ δράσσεται γῆς.