Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

488. θεράπων] ὁ τοῦ Μενελάου· Ὀδυσσεὺς γὰρ οὐκ ἔχει ἵππους ἄτε δὴ νησιώτης.

490. στιγμὴ εἰς τὸ Πριαμίδην· εἶτα μετʼ ἐμφάσεως ἡ ἐπα- νάληψις· καὶ πάλιν εἰς τὸ υἱόν τελεία.

492. καὶ ἐπὶ Διομήδους ἡ παραβολή· ἀλλὰ τότε μείζων τούτου ἐκεῖνος διὰ τὴν ἐπικουρίαν Ἀθηνᾶς. οὐ μὴν οὐδὲ αὕτη εἰκῆ πρόσκει- ται· τὸ γὰρ κάτεισι τὴν ἀκώλυτον ὑποφαίνει ὁρμὴν, καὶ τὸ ὀπαζό- μενος οἷον ἐπειγόμενος.

494. δρῦς ἀξαλέας] ἢ τὰς μὴ παρὰ τὸν ποταμὸν, ἀλλʼ ἄνω που οὔσας, ἵνα τὸ πλῆθος τοῦ ῥείθρου δηλοῖ ἢ ἂς οἱ δρυτόμοι τιθέασι πρὸς τὸ ξηρανθῆναι· διὰ δὲ τὸ δυσμετακόμιστον ἐῶσι τὸν ποταμὸν ἀγαγεῖν. διὰ δὲ τοῦ πολλαπλασιάζειν τὸ πολλάς ἐπαίρει τὸν λόγον.

504. κελεύθου] τῆς ὡς πρὸς τοὺς πολεμίους ὁρμῆς καὶ ἧς εἶχον κατʼ αὐτῶν προθυμίας.

507. κατὰ δεξιὸν ὦμὸν] εἰς τὸν ὥμον τέτρωται, ἵνα μηδὲ τοῖς τρω- θεῖσιν ἐπαρκῇ μέλεσιν.

509. μετακλινθέντος] ἐπὶ θάτερον μέρος τῆς ῥοπῆς γενομένης.

510. Ἰδομενεὺς προσεφώνεε Νέστορα] οὐχ ὅτι τὸ δέον μᾶλλον ὁρᾷ τοῦ Νέστορος, ἀλλʼ ὅτι ἀπίθανον ἦν τοῦτον τὸν λόγον περιθεῖναι [*](33. *ῥοής] ῥιπῆς)

476
αὐτῷ ὡς περὶ ἰδίας σπεύδοντι ἀπαλλαγῆς. πιθανὴ δὲ αὐτῷ καὶ ἡ ἀναχώρησις κατὰ πρόφασιν τῆς τοῦ ἰατροῦ ἐπιμελείας, ἵνα καὶ τού- του ἔρημον γένηται τὸ στράτευμα. ἀπαλλάσσει δὲ αὐτὸν δευτέρων κινδύνων ὁ ποιητὴς, καὶ ταῦτα στερόμενον τῶν σωζόντων.

512. πὰρ δὲ Μαχάων] τοῦτον ἠδύνατο ὁ ποιητὴς καὶ πεζὸν ἐπὶ τὰς ναῦς ἀγαγεῖν· τὸν γὰρ ὐμον ἦν τετρωμένος· οἰκονομικῶς δὲ ἐφʼ ἅρματος αὐτὸν ἐποίησεν ἀπιόντα διὰ τὸ τῶν ἵππων τάχος, ἵνα παραδράμῃ τοῦ Ἀχιλλέως τὴν ὄψιν, καὶ μὴ δυνηθεὶς καταμαθεῖν ἀκριβῶς τίς ἐστι τὸν Πάτροκλον τοῦτο εἰσόμενον ἐκπέμψῃ. ἔστι δὲ τὸ μὲν ἄγρει παρορμητικὸν ἐπίρρημα, τὸ δὲ ἄγε παρακελευ- στικόν.

515. ἐμείωσε, φασὶ, τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν εἴδησιν· καίτοι φησὶν “ὅς ῥά τε πάσης εὗ εἰδῇ σοφίας” (Il. 15, 411). οἱ μὲν οὖν φασὶν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος μὲν ἤρξατο, συνετέλεσε δὲ καὶ Ἱπποκράτης, ΙΠραξαγόρας, ρύσιππος. ἔνιοι δέ φασιν ὡς οὐδὲ ἐπὶ πάντας τοὺς ἰατροὺς ὁ ἔπαινος οὗτός ἐστι κοινὸς, ἀλλὰ τὸν Μαχάονα μόνον χειρουργεῖν θέλουσι· τὸν γὰρ Ποδαλείριον διαιτᾶσθαί φασι τὰς νόσους. καὶ τεκμήριον, ὅτι Ἀγα- μέμνων τρωθέντος Μενελάου οὐ Ποδαλείριον καλεῖ, ἀλλὰ τὸν Μα- χάονα. εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦμα· διὰ γὰρ τὸ ἀπρεπὲς παρῆκε τὴν δίαιταν· αἰσχρὸν γὰρ ἦν τὸν ἥρωα πυρέττοντα παραλαβεῖν ἢ κενούμενον τὴν γαστέρα ἢ προποτιζόμενον. ἢ μόνων τῶν ἐν πολέμῳ ἐνεργούντων μέμνηται· εἰσὶ δὲ φάρμακα καὶ χει- ρουργίαι. εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ ἔπαινος, καὶ τοῦτο ἰατρικῆς ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτης εἶναι πολλῶν ἀντάξια.

519. ἐμάστιξεν ἐπὶ τῷ ἐλαύνειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε· ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς, ὡς τὸ “βῆ δὲ θέειν” (617) ἀντὶ τοῦ θέων.

529. προβαλόντες] μέσον ἀλλήλων κινήσαντες.

531. ἵμασεν καλλίτριχας ἵππους] εὗ τὸ μὴ ἀναμεῖναι τοὺς τοῦ Ἕκτορος λόγους· τάχα γὰρ οὐδὲ ἥκειν ἤθελεν ἐκεῖσε διʼ Ἀἴαντα.

534. φαντασίαν ποιεῖ ἡ ἔπειξις, ὅστε διὰ τῶν πτωμάτων ἔρ- χεσθαι. εἴωθε δὲ ἀπὸ τῶν συμβεβηκότων δηλοῦν τὰ πράγματα· νῦν δὲ ἀπὸ τοῦ ἀναφερομένου αἵματος, ὥστε πιμπλάναι τὸν ἄξονα καὶ τὰς ἄντυγας, τὸ πλῆθος ἐνέφηνε τῶν νεκρῶν. καὶ ἀλλαχοῦ θέλων

477
δηλῶσαι τραῦμα βαθὺ, φησὶ “πλν δʼ ὑποθερμάνθη ξίφος” (Il. 16, 233).

536. ἃς ἄρʼ] ἃς ἔβαλλον ἄντυγας αἱ ἀπὸ τἄν ἐπισσώτρων ῥαθά- μιγγες ἤτοι ῥαντισμοί.

539. μίνυνθα δὲ χάζετο δουρός] σσον βολῆς δόρατος· τινὲς δέ φασιν ὡς οὐδʼ ὅλως ἐχάζετο.

542. Αἴαντος δʼ ἀλέεινε μάχην] ἐντεῦθεν φαίνεται τὸ γνῶθι σαυτόν· δῆλον γὰρ ὡς πάντας τοὺς ἀρίστους σκοπῶν ὑπεχώρει, καί- τοι Διὸς περὶ μόνου εἰπόντος Ἀγαμέμνονος.

547. ἐντροπαλιζόμενος] εἰς ἑκάτερα μεταστρεφόμενος, καὶ τὸ φεύγειν καὶ τὸ ὁρμᾶν· διὸ καὶ φυλάσσει τὰ ὀπίσω μὲν διὰ τοῦ σάκους, μή πως πληγῇ τό μετάφρενον, τὰ δὲ ἔμπροσθεν διὰ τοῦ θώρακος. ἔστι δὲ ἡ φυγὴ Αἴαντος ἄλλων ἀριστεία. ἄτρωτον δὲ αὐτὸν ὁ ποιητὴς καὶ ἐν αὐτῇ τῇ ναυμαχίᾳ τηρεῖ.

548. ὡς δʼ αἴθωνα λέοντα] πρὸς τὴν τόλμαν ὁ λόγος. αἴθωνα δὲ, ὅτι μόνος ὁρᾷ καὶ γεννώμενος καὶ κοιμώμενος.

*Πορφυρίου. διὰ τί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ἐν ἄλλοις ὄνῳ; ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξή- σεως, ἐναργείας, σαφηνείας· εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον ἐτήρη- σεν ὁ ποιητὴς, ἄγοντα καὶ φονεύοντα λέοντος δίκην καὶ τῶν πολεμίων ἀναχωροῦντα ὡς ὄνον. ταῖς γὰρ φύσεσι τῶν ζῴων καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν.

550. πῖαρ] τὴν κρατίστην καὶ λιπαρωτέραν τῶν βοῶν· ἐπὶ ταύτην γὰρ ὁ αἴθων ἀεὶ ὁρμαᾷ.