Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

307. πολλόν] οὐκ ἐπὶ ἀριθμοῦ, ἀλλʼ ἐπὶ μεγέθους ἡ λέξις, ὡς τὸ “πολλὸς γάρ τις ἔκειτο” (Il. 7, 150). ἄχνη δὲ ἦς ἔχεσθαι οὐ. δυνάμεθα διὰ τὸ λεπτόν.

308. πολυπλάγκτοιο] τοῦ πανταχοῦ τὰ κύματα περιάγοντος.

313. τί παθόντε] ἠρέμα ἀπολογεῖται περὶ τῆς ἐν τῇ προτέρᾳ μάχ) φυγῆς. τότε γὰρ εἶξεν Ὀδυσσεὺς, ὅτε τὸ Ἕλληνικὸν κεραυνοῖς ἐφόβει ὁ Ζεὺς, ἀλογίστως δὲ ὁ Διομήδης ἀνθίστατο. ἐνταῦθα δὲ οὐδενὸς τοιούτου γενομένου ὀλισθηρῶς μὲν ὁ Διομήδης ἀφέστηκεν, ὁ δἡ Ὀδυσσεὺς εὐλόγως μένει, καί φησι τί παθόντε λελάσμεθα, ἤτοι τί τὸ φοβοῦν ἡμᾶς ἐστίν;

314. δὴ γὰρ ἔλεγχος] εὗ τὸ μὴ τοῦ θανάτου πεφροντικέναι, ἀλλὰ μᾶλλον τῆς αἰσχύνης ἧς ἐπεφέρετο τὸ πρᾶγμα.

316. ἤτοι ἐγῶ μενέω] ὡς ἔμφρων ὁ Διομήδης αἰσθάνεται μὲν τὰ θεῶν, οὐ προφασίζεται δὲ ὡς γενναῖος.

318. ἡμέων ἔσσεται ἤδος] ἀπὸ τῆς ἀγχιστρόφου μάχης τοῦτο νοεῖ· Ὀδυσσεὺς δὲ βασανίζει τὸν καιρόν. οἰκονομικῶς δὲ ὁ ποιητὴς ἐπιρρίπτει αὐτοὺς τοῖς δεινοῖς, ὅπως τρωθέντες ὑποχωρήσωσι καὶ ὄἰ [*](13. * Εὖρον] ἔβρον)

470
ἀναρχίαν ἡ καῦσις τῶν νεῶν γεγονέναι δοκῇ. διδάσκει δὲ ὅτι χρὴ πράττειν τὰ παρʼ ἑαυτοῦ, καὶ εἰ μέλλοι τὰ τῆς τύχης ἐναντιοῦσθαι.

327. τὸ ἑξῆς, φεύγοντες Ἕκτορα δῖον ἀσπασίως ἀνέπνεον. ὅρα δὲ τὸ ὄφελος τῶν Ὀδυσσέως λόγων· παρορμήσας γὰρ τὸν Διομήδην αἴτιος ἐγένετο τοῖς ἄλλοις Ἕλλησι σωτηρίας.

331, 332. οὔτε ἀπειθεῖν πατράσιν ἀξιοῖ οὕτε μαντικῆς καταφρο- νεῖν, θανάτῳ τοὺς ταῦτα δράσαντας κολάσας.

336. πρὸς τὸ ἀξιόπιστον· οὐ γὰρ ἂν ἠρίστευον ἀντιτασσομένου Διός. φιλέλλην δὲ ὡν ὁ Ζεὺς, τὸ πρόθυμον αὐτῶν αἰδεσθεὶς, πρὸς ὀλίγον ἐνδίδωσιν. ἢ τοῦτο θέλει εἰπεῖν, ὡς ἰσοβαρὴς αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γέγονεν ἡ μάχη. ἀριστεύει μὲν γὰρ Ἀγαμέμνων, ἔπειτα Ἕκτωρ· εἶτα τιτρώσκονται οὗτοι, ἐτρώθη δὲ καὶ Ἕκτωρ.

346. ἐγγὺς ἐόντα] οὐκ ἀφίστανται ἀλλήλων· ἴσασι γὰρ ὡς τὸ κοινόν αἴτιον αὐτοῖς τῶν κατορθωμάτων.

347. κυλίνδεται] ἀντὶ τοῦ ἐπιπέμπεται· οἶδε γὰρ ὡς τὸ δαιμόνιον αὐτῷ συνεργεῖ.

348. ἀλλʼ ἄγε δὴ στέωμεν] ἀντιφιλοτιμοῦνται ταῖς προθυμίαις. ὅρα δὲ ὅτι βλέποντες παρόντα κίνδυνον οὐ περὶ φυγῆς διανοοῦνται.

354. * Πορφυρίου. ἀπέλεθρον] τουτέστιν ἀμέτρητον, ὃ οὐκ ἔστι μέτρῳ οὐδὲ πελέθρῳ μετρῆσαι. οὕτως ἐστὶ καὶ τὸ ἀμαιμάκετον, ὦ οὐκ ἔστι μῆκος παραβαλεῖν· “ἱστὸν ἀμαιμάκετον” (Od. 14, 311), ὃν ἐν ἄλλοις ἔφη περιμήκετον, περισσῶς μέγαν. καἰ ἡ ἀμαι- μάκετος οὖν χίμαιρα τὴν μεγάλην δηλοῖ, πρὸς ῆν οὐκ ἔστι μέγεθος τῶν ὁμοίων παραβαλεῖν· πρὸς γὰρ τὰ ὁμογενῆ τὰ πρός τι· “ἡ δʼ ἄρ’ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων” (Il. 6, 180).

355. στῆ δὲ γνὺξ ἐριπών] ἔστη ἐπὶ γόνυ πεσών, καὶ σκότωσις αὐτῷ γέγονεν.

356. * Πορφυρίου. προεβλήθη ποίου γένους τὸ ὅσσε, καὶ τίς ἡ ἑνικὴ εὐθεῖα. οἱ μὲν οὖν ἔφασαν, ὥσπερ ἀπὸ τοῦ θῆρε τοῦ δυικοῦ κατʼ ἀποβολὴν τοῦ ε τὸ ἑνικὸν γίνεται θήρ, οὕτως καὶ τοῦ ὄσσε τὸ ἑνικόν ἐστιν ὅσς, διὰ δύο σ. ἐλέγχονται δέ· οὐ γὰρ ἐπὶ πάντων ταὐτὸ γίνεται. ἰδοὺ γὰρ ἀπὸ τοῦ δμῶε οὐ γίνεται τὸ ἑνικὸν δμῶ, οὐδὲ ἀπὸ τοῦ φῶτε φῶτ· οὕτως οὐδὲ ἀπὸ τοῦ ὅσσε ὄσς. ἡ δὲ αἰτία· ἐπὶ τὸ ρ καὶ τὸ ν τῶν ἀμεταπτώτων κατά γε τὸ [*](19. et 28. ∗ιφυρίου] om. 30. τοῦ ViIl.] τὼ 33. φῶτ Bekkerus] φῶ)

471
πλεῖστον, προσεβλήθη καὶ τῷ θήρ καὶ τῷ χήν τὸ ε καὶ δυικὰ γέγονεν· οὐδέποτε δʼ ἂν εὕροις τοῦτο συμβαῖνον ἐφʼ ὡν ἔσχατον ἦν τὸ σ. τῷ γὰρ Κρής εἰ προσθείη τὸ έ, δυῖκὸν οὐκ ἂν γένοιτο, Χρῆσε, οὐδὲ τῷ χρώς καὶ παῖς. οὕτως οὐδὲ τῷ ὅσς. ἔτι καὶ ἀδύνατόν ἐστι συλλαβὴν μίαν εἰς δύο σσ λήγειν. οὐδὲ μὴν δυνατὸν ὅς εἶναι δʼ ἑτέρου σ. τῶν γὰρ εἰς ος ληγόντων ὀνομάτων τὰ δυῖκὰ εἰς ω λήγει. ῥητέον οὖν ὅτι τὸ ὅσσε οὐκ ἔστιν ἀρσενικὸν δυῖκόν· φησὶ γὰρ ὁ ποιητὴς “τὸ δέ οἱ ὅσσε πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον” (Il. 13, 616), οὐχ αἱματόεντες. οὐδετέραν οὖν ληπτέον εὐθεῖαν, καὶ ἔσται τὸ ὅσσος ὡς ἕρκος βέλος τεῖχος. τὸ δὲ πληθυντικὸν κατʼ Ἀθηναίους μὲν ἕρκη βέλη τείχη, κατὰ δὲ τοὺς Ἴωνας ἕλκεα βέλεα τείχεα· καὶ δῆλον ὅτι ὄσσεα. τῶν δὲ εἰς ὰ πληθυντικῶν τὰ δυῖκὰ καὶ οὐδέτερα εἰς ε τελευτᾷ, οἷον ὄμματα ὁμματε, γράμματα γράμματε· καὶ Ἀριστοφάνης ἐν Πλούτῳ 1454) “γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρ- ματε;” σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυῖκὰ καὶ ὅσσεε. εἶτα κατὰ ἀφαίρεσιν ὄσσε ἐγένετο.

357. ἐρωήν] τὴν ὁρμήν. δηλοὶ δὲ ἡ λέξις καὶ τὴν ὑποχώ- ρησιν.

358. ἐφάνη, παρὰ τὸ εἰδῶ· ἢ κατήχθη, παρὰ τὸ εἴω τὸ δηλοῦν τὸ πορεύομαι.

362. ἐξ αὗ νῦν] εἰκότως ἐπικαυχᾶται τῷ Ἕκτορι, ἐπεὶ κἀκεῖνος ἐπεκαυχήσατο κατʼ αὐτοῦ εἰπὼν “ἔρρε κακὴ γλήνη” (Il. 8, 164).

366. εἴ πού τις καὶ ἐμοί] οἶδε μὲν ὡς ἐπίκουρον ἔχει τὴν λθηνᾶν, οὐ μὴν ἐπεκαυχήσατο ἀλαζονικώτερον, ἀλλὰ μετρίως.

369. αὐτὰρ Ἀλέξανδρος] καὶ τὸν Διομήδην λάθρα τιτρωσκόμενον εἰσάγει, ὡς καὶ τὸν Ἀγαμέμνονα. ὅρα δὲ ὅτι τῷ Ἄλεξάνδρου ὀνό- ματι ὡς ἐπὶ πολὺ τὴν Ἑλένην προστίθησιν, ὥσπερ ἀναμιμνήσκων τῆς ἀσελγείας αὐτοῦ τοὺς ἀκούοντας.