Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

268. ὀξεῖαι] ὡς γὰρ ὑπὸ κέντρων, οὕτως ἀπὸ τῶν τοιούτων φλεγμονῶν ἀλγοῦμεν. κυριώτατα οὖν κεῖται τὸ ὀξεῖαι, καὶ ἔστι δυσ- μετάληπτον, μόνοις δῆλον τοῖς πεπειραμένοις. πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξὺ, τὸ δριμὺ, τὸ πικρὸν, ἐπιτείνων τὸν πόνον.

269. ὡς δʼ ὅταν ἀδίνουσαν] πρὸς τοὺς νυγμοὺς τῆς ἀλγηδόνος εἴκασται· πῶς γὰρ ἄνανδρος ὁ εἰργασμένος τοιαῦτα;

* Πορφυρίου. ἐπεὶ παραβολῆς ἐμνήσθημεν, σκέψαι τὴν τοῦ [*](3. *τὰ ὅπλα] τὸ ὅπλον 14. * κλέπτει] καλύπτει 8. *τὺ] om. 21. *στεριφότητα] στεριφότητα 9. γονῆς] * ἐπιγονῆς 31. *εἴκασται] ἵσταται 13. ἠνάγκαστο] *ἤνάγκασται 32. * Μορφυρίου] om. )

466
ποιητοῦ ἐνταῦθα χρῆσιν. ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονος τρωθέντος χρησάμενος τῇ παραβολῇ ταύτῃ “ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα,ʼ καὶ ἀνταποδόσει “ἄς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρείδαο,ʼ ἐπὶ τοῦ Κύκλωπος δυνάμει τὰ τῆς παραβολῆς μετα- φέρων χρῆται, ἐν οἷς λέγει “Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιν” (Od. 9, 415)· ἔστι δὲ τῆς παραβολῆς τὸ ὠδίνων, τῆς δὲ ἀνταποδόσεως τὸ ὀδύνῃσιν. πάλιν δὲ εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος κατὰ τῶν Ἕλλήνων ὁρμῆς “ ὀλοοίτροχος ὡς ἀπὸ πέτρης, ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος σεῖ” (Il. 13, 137), κατὰ τὴν αὐτὴν φανταο ίαν πεποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διομήδην “νῶῖν δἡ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ” (Il. 11, 347). ὁ δὲ ὄβριμος οἰκεῖος ἀψύχῳ ὁρμῇ. οὐ γὰρ θρασὺν ἔφη οὐδὲ κορυθαίολον, οἷς ἰδίοις αὐτὸν προσαγορεύειν εἴωθεν. πάλιν ἐπὶ τοῦ Νέστορος, σκεπτομένου ποῖ τράπηται, “ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων ἠὲ μετʼ Ἀτρείδην Ἀγαμέμνονα” (Il. 14, 21), ὅλην τὴν παραβολὴν διεξελθών “ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ, ὀσσό- μενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα, αὕτως οὐδʼ ἄρα τε προκυλίν- δεται οὐδʼ ἑτέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον” (ib. 16)· εἶτα ἐπʼ Ἀγήνορος προτραπέντος μὲν ὑπʼ Ἄπόλ- λωνος ὑποστῆναι Ἀχιλλέα. ὅμως δὲ τὴν θέαν αὐτοῦ καταπλαγέντος, ἠρκέσθη τῷ ὀνόματι “πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι” (Il. 21, 551). πάλιν τε εἰπὼν ἐπὶ τῆς ῥᾶς “ὡς δʼ ὅταν ἀίξῃ νόος ἀνέρος, ὅστʼ ἐπὶ πολλὴν γαῖαν ἐληλυθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ ἔνθα ἴη ἢ ἔνθα, μενοινήσειέ τε πολλὰ, ὡς κραιπνῶς μεμαυῖα διέπτατο πότνια ῥῆ” (Il. 15, 80), καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας παραβολὴν, ἀπὸ δὲ τοῦ πέτεσθαι ἀποδοὺς τὴν ἀνταπόδοσιν, συντέμνων τὰ αὐτὰ ἐν ἄλλοις φησὶν “ώσεὶ πτερὸν ἠὲ νόημα” (Od. 7, 36· θαυμαστὸν δὲ αὐτῷ κἀκεῖνο. ἐκ μεταφορᾶς γάρ τι τολμηρότερον φθεγξάμενος οἰκείαν ἐπάγει παραβολὴν, κρατύνων δὲ αὐτὴν ὡς εὔλογον ἔσχε τὴν τόλμαν. εἰπὼν “ κραδίη δέ οἱ ἔνδον ὑλάκτει” (Od. 20, 13), ἐπάγει “ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει, μέμονέν τε μάχεσθαι.” καὶ ἐπὶ τῶν στρατοπέδων ἀντικαθημέ- νων “τῶν δὲ στίχες εἵατο πυκναὶ, ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι” (Il. 7, 61) εἰπών, ἐπήγαγεν “οἵη δὲ ζεφύροιο ἐχεύατο [*](1. ἐνττιφθα Vill.] ἔντα· 18. κεκριμένον] om. 5. k. δὲ] κ. τὲ 23. νοήσρ] νοῇ)
467
πόντον ἔπι φρὶξ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς.” ἐπί τε τῶν Τρώων ἔτι ποικιλώτερον κέχρηται· ἀρξάμενος γὰρ ἀπὸ μεταφορᾶς ὁμοίωσίν τε αὐτῇ τὴν ἀκόλουθον ἐπάγει καὶ ἐπʼ ἀμφοῖν τὴν παραβολήν. “Τρῶες μὲν κλαγγῇ” (Il. 3, 2)· τοῦτο μὲν δὴ ἡ μεταφορά· τὸ δʼ “ὄρνιθες ὡς” ἡ ὁμοίωσις· εἶδʼ ἡ παραβολή “ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρὸ, αἵτʼ ἐπεὶ οὖν-ῥοάων,ʼ ἧ σχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως ἄμα καὶ μεταφορᾶς προεχουσῶν τὴν ἀνταπόδοσιν. πάλιν τε αὐτοῦ παρατηρητέον ἐκεῖνο. τάς τε γὰρ οἰκείως τιθεμένας φωνὰς ἐπὶ τῶν πραγμάτων πολλάκις εἰς τὰς παραβολὰς μετατίθησι, καὶ τὰς ἐπὶ τῶν παραβολῶν εἰς τὰ πράγματα, οἷον ἔθνη στρατιωτῶν λέγεται, σμήνη δὲ μελισσῶν· παραβαλὼν δὲ τὰ πλήθη τῶν στρατιωτῶν ὀνόματι ἐπὶ τῶν μελισσῶν κέχρηται “ἠΰτʼ ἔθνεα εἶσι μελισσάων ἀδινάων” (Il. 2, 87), ὃ πλήθους ἀνθρώπων ἐστὶν ὄνομα. οὕτως ὀλοοιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτορος ἀπεικάζων (Il. 13, 137) ἀναθρώσκειν τέ φησι τὸν λίθον καὶ πέτεσθαι· καὶ τελευτῶν, ὡς ἀπʼ αὐτοῦ τοῦ στρατιώτου ἀφιγμένον, ἀλλʼ οὐχὶ τοῦ λίθου, ἐπάγει “ὁ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἰσόκεν ἔλθῃ.” οὕτω καὶ ἐπὶ τοῦ κύματος, ὃ τάξεσιν ἀπεικάζει στρατοπέδου, προειπὼν “Κς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτʼ ἐπασσύτερον ζεφύρου ὑποκινήσαντος” (Il. 4, 422) μετάγει ἀπὸ τῶν στρατιωτῶν ἐπὶ τὰ ἑξῆς· “πόντῳ μὲν τὰ πρῶτα κορύσσεται,ʼ ἀνάπαλιν δὲ τὰς τῶν παραβολῶν μετα- τίθησι φωνὰς ἐπὶ τὰ πράγματα, ὡς ἐπὶ τοῦ Ἀχιλλέως “ὡς δʼ ὅτʼ ἀριζήλη φωνὴ, ὅτε τʼ ἴαχε σάλπιγξ” (Il. 18, 19) εἰπών ἐπάγει μετατιθεὶς ἀπὸ τῆς σάλπιγγος ἐπὶ τὸν ἄνθρωπον “εἱ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο.” κεκινδύνευται αὐτῷ ἐκεῖνα, οἷον “σιδήρειος δʼ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο” (Il. 17, 424)ʼ ὡς γὰρ ἐξ ἀντιτυπίας χαλκοῦ καὶ σιδήρου τὴν φαντασίαν εἰς τὸν ἐκ πόντου ἤχον κεκίνηκεν.

270. μογοστόκοι] αἱ ἐπὶ τῶν μόγις τικτουσῶν τεταγμέναι.

* ἡ αἱ μογοῦσαι ἤτοι κακοπαθοῦσαι ἐπὶ τοῖς τῶν γυναικῶν τόκοις.

[*](1. μελείνει] μελανεῖ 17. ἀφιγμένον Vill.] ἀφιγμένου. 8. αὐτοῦ Vill.] αὐτῷ 22. τὰ πρῶτα κορύσσεται] κορύσ- 12. παραβαλὼν δὲ τὰ πλήθη] σεται τὰ πρῶτα οῦτως δὲ μεταλαβων τῷ Vill. 24. εὶπων addidit Vill. 13. κέχρρται] χρῆται Vill. 26. κεκινδύνευται] δέ addidit Vill. 15. ἀπεικάζων] εἰκάζων Vill.)
468

271. ἀμφίβολον τὸ ἔχουσαι· ἢ γὰρ ἐπιμελείας ἀξιοῦσαι, ὡς τὸ “καί μοι κῆπον ἔχει” (Od. 4, 736), ἢ ἐπέχουσαι τὰς πικρὰς ὠδῖνας καὶ εἴργουσαι. ἄμεινον δὲ τὸ πρῶτον.

272. διὰ τοῦ δῦνον τὸ σφοδρὸν τῆς πληγῆς καὶ τὴν εἰς βάθος χωρήσασαν ἀλγηδόνα ἐσήμανεν.

273. ἐς δίφρον δʼ ἀνόρουσε] πρῶτον τὸν βασιλέα, ἔπειτα τοὺς ἀριστεῖς ἐξάγει, ὅπως ἀναρχίας ἕνεκεν, οὐκ ἀσθενείας δοκοίη τῶν νεῶν ἡ καῦσις γενέσθαι. πῶς δὲ οὐδένα στρατηγὸν ἀνθʼ ἑαυτοῦ κατέλιπεν; ἵνα μὴ προτιμήσας ἕνα τοῖς λοιποῖς ἀπέχθηται.

274. ἤχθετο] ἀπολογεῖται, ὅτι οὐκ ἂν ἀπηλλάγη, εἰ μὴ τῆς ψυχῆς αὐτοῦ ἥπτετο τὸ δεινόν.

276. ὦ φίλοι] εὗ τοῖς ἀριστεῦσιν ἐντέλλεται ἀπιών· εἰ γὰρ μὴ τὴν αἰτίαν τῆς ὑποχαρήσεως ἐσήμανε, κἂν δεινότερα ὑπενόησαν περὶ αὐτοῦ.

279. εἴασε Τρώεσσι] οὐκ ἐπεξεργάζεται τὰ τοῦ τραύματος, ἀλλʼ εὐπρεπῶς ἐνεδείξατο ὅτι ὑπὸ θεοῦ κωλυθεὶς ἀγωνίσασθαι διʼ ὅλης ἡμέρας νῦν ἀναχωρεῖ.

282. ἄφρεον] ἔστιν ἰδεῖν τὸν ἀφρὸν τῶν ἵππων μέχρι τῶν στηθῶν καταφερόμενον καὶ τὸν κονιορτὸν ἀναφερόμενον κάτωθεν.

290. ὑπέρτερον] ἢ τοῦ τῶν Ἑλλήνων ὑπέρτερον, ἢ οὗ πρότερον ἐκτήσασθε.

291. μένος καὶ θυμὸν ἐκ παραλλήλου· μένος δὲ καὶ τὴν ψυχὴν εἴωθε καλεῖν.

292. ὡς δʼ ὅτε πού τις] διὰ τῆς παραβολῆς ἀσθενεστέρους τοὺς Τρῶας καὶ θρασυτέρους παρίστησιν.

297. ὑπεραέϊ] ἀντὶ τοῦ ἄνωθεν φερομένῃ, ἥτις ἐστὶν ἀπαραφύ- λακτος καὶ σφοδροτέρα. πρὸς δὲ τὴν ἀπροσδόκητον τοῦτο εἴρηται ἐπιφάνειαν Ἕκτορος καὶ τὴν ὁρμήν. ἐμφαντικῶς δὲ καὶ τὸ ἅλμα καὶ ἡ ἔμπτωσις τοῦ ἥρωος ταραχὴν παρέστησεν.

299. ἔνθα τίνα πρῶτον] ἐπὶ τῇ λύπῃ τῶν Ἀχαιῶν οὐκ αἰτεῖ τὴν Μοῦσαν, ἀλλὰ μόνον ἑαυτὸν ἐρωτᾷ.

300. ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν] δείκνυσιν ὅτι νόθα τὰ κατορθώ- ματα. ὡς ἐν παρόδῳ δὲ καταλέγει τοὺς ἀναιρουμένους, ἐπικρύπτων τῇ βραχυλογίᾳ τὸ ὄνειδος.

301. Ἀσαῖον] προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσά ἐστι καὶ [*](24. *τοὺς] om.)

469
πάντα ἀπὸ τῶν εἰς α ληγόντων θηλυκῶν καὶ μακρῷ παραληγομένων προπερισπῶνται.

304. ἡγεμόνας] ἢ τῶν· τάξεων, φησὶν, ἡγεμόνας, ἢ τοὺς προμα- χίζοντας. ἵνα δὲ μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, καὶ τοῦτον ἡγεμόνας λέγει ἀναιρεῖν, ἀλλʼ οὐ σύνδυο, ὡς Ἀγαμέμνων.

305. ὡς ὁπότε νέφεα] ἡ ὁμοίωσις πρὸς τὸ συνεχὲς τῶν ἀναιρου- μένων. ὡς γὰρ νέφη, φησί, διώκει ζέφυρος ἄνεμος ὑπὸ νότου συνηγ- μένα, οὕτως διώκων ἀνήρει τὸ πλῆθος ὁ Ἕκτωρ. καλῶς δὲ τοὺς πυκνωθέντας μὲν ὑπὸ Ἀγαμέμνονος, διασκεδασθέντας δὲ ὑπὸ Ἕκτορος νέφεσιν εἴκασεν, ἃ συνάγει μὲν νότος, διώκει δὲ ζέφυρος. ηὔξησε δὲ καὶ τὸν ζέφυρον, μέγα κῦμα ὑπʼ αὐτοῦ ἀνεγείρεσθαι λέγων. οἶδε δὲ καὶ τὰς ἀνέμων φύσεις ὁ ποιητής.

306. ἀργεστᾶο] εἰ μὲν τὸν Εὖρον δηλοῖ, ἔστι κύριον προπαροξυνό- μενον· εἰ δὲ ᾖ τοῦ νότου ἐπίθετον, προπερισπᾶται. δηλοὶ δὲ ἢ τὸν λευκὸν ἢ τὸν ταχύν. εἰς τὸ νότοιο δὲ ὀλίγη διαστολὴ, ἵνʼ ᾖ, ὡς δὲ ζέφυρος κινήσει νέφη ἃ συνήγαγε νότος, οὕτως Ἕκτωρ τοὺς ὑπὸ Ἀγαμέμνονος συνηγμένους.