Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

156. τάπης] ἀναγκαῖον σκληρᾶς οὔσης τῆς στρωμνῆς τὸ προσ- κεφάλαιον εἶναι ἁπαλὸν, ἵνα μικρὸν ἀναπαύοιτο. τάπης δέ ἐστιν ὁ ἐκ τοῦ ἑτέρου μέρους ἔχων μαλλὸν, ἀμφιτάπης δὲ ὁ ἐξ ἀμφοτέρων.

158. * λὰξ] εὐτόνως τῷ δακτύλῳ τοῦ. ποδὸς τοῦ κοίλου μέρους ἁψάμενος τοῦ Διομήδους ποδὸς, ὡς δῆλον ἐκ τῶν ἐπιφερομένων “ὤτρυνέ τε νείκεσέ τʼ ἄντην.”

[*](11. *οὐ] om. 25. *Πορφυρίου] om. 32. μαλλόν] μαλόν)
428

εἰκὸς αὐτὸν διὰ τοὺς μεθʼ ἡμέραν κόπους οὐκ αἰσθάνεσθαι φωνούν- των. δυσωπητικὸν δὲ τὸ ὑπὸ τοῦ γέροντος ἀνίστασθαι· διὸ καὶ λὰξ αὐτὸν ἀνίστησι, τὴν ἀπρονοησίαν ὀνειδίζων.

160. οὐκ ἀίεις] Ἀγαμέμνονα μὲν καταπληχθέντα παραμυθεῖ- ται, Διομήδεα δὲ ἀμελοῦντα ἀναπτεροῖ, καὶ ἄμφω βελτίους ποιεῖ. τὸ δὲ ἀΐεις ἀντὶ τοῦ ἀκούεις, πρὸς πλείονα ἐπίτασιν ὡς πλησίον αὐτῶν ὄντων.

*θρωσμὸς δέ ἐστι τόπος ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃς ὀνοματικῶς καλεῖται Θρωσμὸς, ὡς καὶ ἕτερος Καλλικολώνη, ᾧ στρα- τοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴ ποτε τῆς πόλεως ἔξω τάσσοιντο.

164. σχέτλιος ὁ ἄξια ἀγανακτήσεως πράσσων. εἰώθαμεν δὲ ἀμελείας ἐγκαλούμενοι φιλοπονωτέρους τοῦ δέοντος φάσκειν τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος φάσκοντες πονεῖν, ἀλλʼ ἐκείνους τοῦ δυνα- τοῦ περισσότερον.

167. ἀμήχανος] ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆράς τι μηχανήσα- σθαι δύναται.

οὔ νυ καὶ ἄλλοι —γεραιέ] ἀμήχανος γὰρ, πρὸς ὃν οὐδὲ τὸ γῆράς τι ἐμηχανήσατο, ἐξ οὗ νοεῖται τὸ ἀνίκητος. οὕτω καὶ ἐπὶ τῆς Ἥρας “ἦ μάλα δὴ κακότεχνος, ἀμήχανε, σὸς δόλος, Ἥρη” (Ιl. 15, 14), τουτέστιν ἀήττητε, πρὸς ἣν οὐδὲν ἔστι μηχανήσασθαι. ὁ δʼ ἀπὸ κοι- νοῦ τρόπος ἐστὶ καὶ παρʼ αὐτῷ καὶ ἐν τοῖς τοιούτοις· “οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους” (Ιl. 1, 154)· ἀπὸ κοινοῦ γὰρ οὐδὲ τοὺς ἵππους ἤλασαν. “ὣς οἱ μὲν παρὰ νηυσὶ κορω- νίσι θωρήσσοντο, Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο” (Ιl. 20, 1)· ἐκ κοινοῦ γὰρ θωρήσσοντο. “παννύχιοι μὲν ἔπειτα καρηκο- μόωντες Ἀχαιοὶ δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι” (Ιl. 8, 476), δαίνυντο δηλονότι. “πολλὰ δὲ τόνδε κασιγνήτη καὶ πότνια μήτηρ ἐλίσσονθʼ, ὁ δὲ μᾶλλον ἀναίνετο, πολλὰ δʼ ἑταῖροι” (Ιl. 9, 580)· ἐκ κοινοῦ γὰρ τὸ ἐλίσσοντο. “ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου” (Ιl. 11, 793) ἀγαθοῦ· οὐ πᾶσα γὰρ παραίφασίς ἐστιν ἀγαθὴ, ἀλλὰ τοῦ ἀγαθοῦ, ὥστʼ ἐκ κοινοῦ τὸ ἀγαθή· τὸ δʼ ἐπὶ τοῦ ἑταίρου ἀκουστέον ἀρσενικῶς. πάλιν “ οἱ δʼ ἀμφʼ Ἰδομενῆα θωρήσ- σοντο· Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις, συὶ εἴκελος ἀλκήν” (Ιl. 4, 252)· τὸ γὰρ θωρήσσετο προσυπακούομεν ἀπὸ τοῦ θωρήσσοντο. “χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ” (Ιl. 16, 588)·

429
ἐκ κοινοῦ τὸ ἐχώρησεν. “εὗρ᾿ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππονἑσταότ᾿· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς” (Il. 4, 327)· ἐκ κοινοῦ τὸ ἕστασαν ἀπὸ τοῦ ἑσταότα. “τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἀριστῆες Παναχαιῶν” (Il. 11, 167), δηλονότι ἐνόρουσαν. “ὡς ἂν Πηλείδην τιμήσομεν, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες (Ιl. 16, 271)· ἀπὸ τοῦ ἄριστος καὶ ἄριστοι οἱ θεράποντες ἀκουσθήσονται. “οὐδʼ ἄρʼ ἔμελλε δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων” (Od. 4, 716)· ἐκ κοινοῦ δίφρων. “καμάτῳ τε καὶ ἱδρῷ νωλεμὲς ἀεὶ γούνατά τε κνῆμαί τε παλάσσετο” (Il. 17, 385)· ὡς ἐκ κοινοῦ τὸ παλάσσοντο ληπτέον, καὶ ἐπὶ μὲν τῶν γονάτων οἰκείως εἴρητο, ἐπὶ δὲ τῶν κνημῶν ὑπακουστέον. “ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνί- ζεσθε, σῖτον δʼ ἐκ μεγάρων” (Il. 8, 505)· οὔτε γὰρ οἰνίζεσθε οὔτε ἄξεσθε, ἀλλὰ φέρετε ἢ λαμβάνετε. καὶ πάλιν “οἱ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ᾗχι ἑκάστῳ ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔ- κειτο” (Il. 3, 326)· οὐ γὰρ καὶ οἱ ἵπποι ἔκειντο, ἀλλὰ τὸ εἱστήκει- σαν ἀκούομεν ἢ ἦσαν, ὡς ἐπὶ τοῦ “ποῦ δέ οἱ ἔντεα κεῖτο ἀρήϊα, ποῦ δέ οἱ ἵπποι” (407); ὑπακουσόμεθα γὰρ τὸ εἰσίν ἢ εἱστήκεισαν· “οὐ μὰν ἀκληεῖς Λυκίην κατακοιρανέουσιν ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα οἶνόν τʼ ἔξαιτον” (Ιl. 12, 318), δηλονότι πίνουσι. τὰ τοιαῦτα παρατηρῶν τις πολλὰ λύσει τῶν ζητουμένων κατὰ τὸ παρα- πλήσιον. τούτοις γὰρ ὅμοιον τὸ “ἀλλὰ πολὺ πρὶν φραζώμεθʼ ὥς κεν καταπαύσομεν, ἠδὲ καὶ αὐτοὶ παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν” (Od. 2, 167). ἐκ κοινοῦ γὰρ δεῖ λαβεῖν τὸ παυέσθων, καὶ σχηματίσαι οἰκείως τοῖς ἑξῆς, ἵνʼ ᾖ καὶ γὰρ καὶ αὐτοῖς ἄφαρ παυσαμένοις καὶ ταχέως, πρὶν ἐλθεῖν τὸν Ὀδυσσέα, λώϊόν ἐστι· προείρηται γὰρ “ἀλλά που ἤδη ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει πάντεσσι.” τὸ δὲ “ἄφαρ χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν” (Ιl. 13, 814) ἐν ὑπερβατῷ εἴρηται, ἐπεὶ εἰσὶ γὰρ καὶ ἡμῖν χεῖρες ὥστʼ ἄφαρ ἀμύνειν. τὸ δὲ “αἰ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδης ὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους” (Ιl. 9, 537), δῆλον οὐ τὸ ταχέως. ἀπὸ δὲ τοῦ ἄφαρ ἔοικεν ἐν συνηθείᾳ εἶναι τῶν Ἀλεξανδρέων τὸ λέγειν ἄφαρ πεποίηκε τὸ ἐσπευσμένως καὶ τεθορυβημένως. Ὅμηρος δὲ ἀπὸ τοῦ ἄφαρ πεποίηκε τὸ ἀφάρτεροι, [*](1. * ἑσταότ’] ἑσταῶτʼ 3. ἑσταότα] ἑσταῶτα 22. φραζώμεθ᾿] φραζόμεθʼ 32. δῆλον] δἡ 33. ἄφαρ] ἄφαρι (sic))
430
οἱ ταχύτεροι· “τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι” (Ιl. 23, 311) ἤτοι ταχύτεροι. πολλάκις δὲ ὁ ποιητὴς ἐν ἄλλοις μὲν τὸ πλῆρες λέγει, ἐν ἄλλοις δὲ τὸ ἐλλιπὲς, καὶ δεῖ ἀναπληροῦν μαθόντας παρʼ αὐτοῦ τί ἦν τὸ λεῖπον, οἷον εἶπέ που “ὡς δʼ αὕτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ, ὡς τὸ γύναι ἄγαμαί τε τέθηπά τε δείδια δʼ αἰνῶς” (Od. 6, 166). λέγει δʼ οὖν ὡσαύτως, ὅπερ καὶ ἐν τῇ συνηθείᾳ λέγεται, ὡσαύτως με ἀδικεῖς ὡς καὶ πολλάκις. καὶ ὅταν οὖν λέγῃ “αὕτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν” (Ιl. 2, 342), λείπειν φήσομεν τὸ ὥς, ἵνʼ ᾖ ὡσαύτως γὰρ λόγοις μόνοις ἐριδαίνομεν, μηχανὴν δὲ εὑρεῖν, οὗ ἕνεκα ἐληλύθειμεν, οὐ δυνάμεθα. ὅμοιον καὶ τὸ “ἀλλ’ αὕτως ἀλάλη- μαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ” (Il. 23, 74), τουτέστιν ὡσαύτως ὡς κατῆλθον, καὶ ἐξ οὗ κατῆλθον, ὁμοίως ἀλάλημαι. οὕτως ἀκουσόμεθα καὶ τὸ “οὔπω μέν φασιν φαγέμεν καὶ πιέμεν αὕτως” (Od. 16, 143)· ὡσαύτως καὶ ὁμοίως. “κτενέει δέ με γυμνὸν ἐόντα αὕτως ὥστε γυναῖκα” (Il. 22, 124), ὡσαύτως ὡς γυναῖκα. “αὕτως οὔτε θεᾶς υἱὸς φίλος οὕτε θεοῖο” (50)· ὡσαύτως οὔτε θεᾶς υἱὸς ἔρεξεν οὔτε θεοῖο.

169. ναὶ δὴ] ὁ γέρων ἐπαινεθεὶς ἰᾶται τὸ “τί πάννυχον ὕπνον ἀωτεῖς;” φρονίμως δὲ οὐ συνεχώρησε τοῦτο ὅτι φιλοπονώτερός ἐστι τῶν ἄλλων (φορτικὸν γὰρ ἦν), διὰ τὸ τὸν καιρὸν ἐπικίνδυνον εἶναι καὶ τῆς παρὰ δύναμιν φιλοπονίας δεόμενον.

176. τὸ ἑξῆς ἄνστησον, εἴ μʼ ἐλεαίρεις. οὐκ ἐπιτακτικῶς δέ φησιν, ἀλλʼ εἰ ταῖς ἀληθείαις ἐλεεῖς με, διὰ τὸ “σὺ μὲν πόνου οὔποτε λήγεις.” τὸ δὲ “σὺ γάρ ἐσσι νεώτερος” πρὸς τὸ “καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν.”

179. βῆ δʼ ἰέναι] ταχέως πάνυ καὶ μεγαλείως τοῦτο ποιεῖ· οὐδὲν γὰρ ἔδει διατρίβειν περὶ πρᾶξιν μηδὲν ἠθικὸν μηδὲ ἀξιόπιστον ἔχουσαν.

182. οὔτε κατακλίνονται δεόντως, ἵνα μὴ καταβαρηθῶσιν ὕπνῳ, οὔτε ἑστήκασιν, ἵνα μὴ τῆς χρείας προκάμωσιν. οἰκεῖον δὲ φύλαξι τὸ μὴ κοιμᾶσθαι μηδὲ πρὸς βραχὺ ἀποθέσθαι τὴν ἀσπίδα.

183. θείως τὴν τῶν φυλάκων ἀγρυπνίαν τῇ τῶν κυνῶν παρέβαλε, καὶ ταῦτα ποιμενικῶν· ὀξυήκοοι γὰρ καὶ ἄγρυπνοι, ἔπειτα καὶ λέοντος προσδοκῶντες ἔφοδον.

[*](18. *πάννυχον] παννύχιον)
431

186. σφιν] αὐτοῖς τοῖς κυσί· θορύβου γὰρ παρεμπεσόντος, κἂν οἱ ἄνδρες ἀφυπνώσωσιν, οὐκέτι κοιμῶνται οἱ κύνες. διὸ ὑπερβολικῶς εἶπε τὸ ὄλωλεν, ὡς μηδὲ ὕστερον εἰ βουληθεῖεν ὑπνωσόντων.

187. κοινῶς ὡς ἂν εἴποις, κακὴν νύκτα διήγαγον· καὶ ἔστι παθη- τικὸν ὑπὸ τοῦ ποιητοῦ προσκείμενον. ἅμα δὲ καὶ ἐξηγεῖται τὸ δυσω- ρήσονται· δηλοῖ γὰρ τὴν δυσχερῆ παραφυλακήν.

192. οὕτω νῦν] τεχνικῶς διὰ τοῦ παραγγεῖλαι αὐτοῖς ὁμοίως φυλάττειν ἐπῄνεσέ τε ἅμα καὶ προσέταξεν ἀνεπιφθόνως. εὖ δὲ καὶ τὸ φίλα τέκνα· τῷ γὰρ συγγενικῷ ὀνόματι τὴν ἀπὸ τοῦ ὕπνου νενίκηκεν ἡδονήν.

193. μὴ χάρμα] τὸ μάλιστα λυποῦν παρέλαβε, χαρὰν πολεμίων. ὡς ἐν ὑποθήκῃ δὲ λέγων, ἐν αὐτοῖς εἶναι τὴν πᾶσαν Ἑλλήνων σωτη- ρίαν φησίν.

194. ὑπὲρ γεροντικὴν προθυμίαν καὶ πρῶτος πρόεισι, δυσωπῶν αὐτούς. διὰ τί δὲ μὴ μᾶλλον ἔσω τοῦ τείχους ἀσφαλέστερον βου- λεύονται; ἀλλʼ ἐν τῷ στρατεύματι νυκτὸς περιιόντες θόρυβον ἂν ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήνων. ἄλλως τε ἄτοπον ἦν εἰς κατασκοπὴν ὀτρύνοντας μὴ τολμᾶν προιέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων ἐκπέμπεσθαι.

198. * Πορφυρίου. ἄλογον τὸ μὴ ἐντὸς τῆς τάφρου τὸ συνέδριον εἶναι. λύεται δὲ ἐκ τοῦ καιροῦ· οὐ γὰρ τὸ θορυβεῖν τοὺς ἐν στρα- τοπέδῳ προσῆκον. θαρραλεώτερόν τε τὸν κατάσκοπον ἐχρῆν ποιεῖν παρακαθήμενον καὶ οὐδὲν μέλλοντα πείσεσθαι δεινὸν, τῶν φυλάκων περὶ τὴν τάφρον τυγχανόντων.

*Πορφυρίου. ἠπόρησεν Ἀριστοτέλης διὰ τί ἔξω τοῦ τείχους ἐποίησε τοὺς ἀριστέας βουλευομένους ἐν νυκτηγορίᾳ, ἐξὸν ἐντὸς τοῦ τείχους ἐν ἀσφαλεῖ. καί φησι· πρῶτον μὲν οὖν οὐκ εἰκὸς ἦν ἀπο- κινδυνεύειν τοὺς Τρῶας οὐδʼ ἐπιτίθεσθαι νύκτωρ· οὐ γὰρ τῶν εὐτυ- χούντων ἦν ἀποκινδυνεύειν· ἔπειτα ἐν ἐρημίᾳ καὶ καθʼ ἡσυχίαν βου- λεύεσθαι περὶ τῶν τηλικούτων ἔθος. ἄτοπον δʼ ἂν ἦν εἰ ἠξίουν μὲν πορευθῆναί τινας εἰς τοὺς Τρῶας, αὐτοὶ δὲ οὐδὲ μικρὸν προελθεῖν [*](3. * ὑπνωσόντων] ὑπνωσσόντων adscriptum est versui 98. 18. *ὀτρύνοντας] ὀτρύνοντες 28. οὐδʼ scripsi pro οὔτ᾿ 20, 25. Πορφυρίου] om. 30. ἠξίουν Bekk.] ἠξίου 25. ἠπόρησεν] Scholion manifesto 31. προελθεῖν Bekk.] προσελθεῖν ad hunc versum referendum in B)

432
ἐτόλμων. ἔπειτα στρατηγῶν ἂν εἴη τὸ φυλάσσεσθαι τοὺς νυκτερινοὺς θορύβους, τὸ δʼ ἐν τῷ στρατεύματι νυκτὸς συνιόντας βουλεύεσθαι, νεωτερισμοῦ ὑποψίαν παρασχὸν, φόβον ἐνεποίει. ἅμα δὲ καὶ ἡ πρόθεσις ἦν τοὺς φύλακας θεάσασθαι, ἐν οἷς ἦν ἡ σωτηρία τῶν καθευδόντων· γενόμενοι δʼ ἐν τούτοις τὰς βουλὰς, ὀλίγῳ πόρρω τούτων ἀποστάντες, ἐν ἡσυχίᾳ μὲν καὶ ἐν ἀπορρήτῳ ἐποιοῦντο, μὴ ἀναμεμιγμένοι τοῖς φύλαξιν, ἐν ἀσφαλεῖ δέ· πλησίον γὰρ τῶν φυλάκων. καὶ ἅμα ταχέως ἦν ἐπιτελέσαι τὰ δόξαντα. ὁ δὲ νεκύων χῶρος πλήρης μὲν τῶν κειμένων πτωμάτων, ὀλίγον δὲ καθαρὸν ἔχων νεκρῶν, ἔνθα καθέζοιντο, τοῦ περὶ τὴν τάφρον παντὸς χωρίου πλήρους ὄντος τῶν ἀνῃρημένων. ἀπολογούμενος δὲ διότι ἄταφοι ἦσαν, ἐπάγει ὅτι τῶν πολεμίων νυκτὸς γέγονεν ἡ ἀναχώρησις καὶ σχολὴν οὐκ ἐν- δέδωκεν ὁ καιρὸς εἰς ταφὴν, νυκτὸς μὲν καταλαβούσης, ἐκ δὲ τῆς ἥττης ὑπὸ τοῦ καμάτου εἰς ὕπνον τετραμμένων πάντων. φησὶ γὰρ “μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται” (98) καὶ “ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ” (200) καὶ τὰ ἑξῆς.

ὀρυκτήν] τὴν εὖ ὀρυχθεῖσαν, ὅ ἐστι βαθεῖαν· ἢ ἀντιδιαστέλλει πρὸς τὰς ἐκ τῶν ὄμβρων γινομένας ῥωγάδας.

199. διεφαίνετο] ὡς ἐν σκότῳ οὐ καθαρῶς ἐφαίνετο. ἐκίνησε δὲ ἡμῶν τὴν διάνοιαν τῷ ἐναργεῖ, τὸ μὲν περὶ τὴν τάφρον ἅπαν χωρίον φήσας πλῆρες εἶναι νεκρῶν, ὀλίγον δὲ τὸν καθαρὸν τόπον.

204. οὐκ ἂν δή τις] ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχεται· οὐκ ἔδει γὰρ προοιμίων, ἀλλʼ ὀξυβουλίας ἐν τῷ τοιούτῳ καιρῷ. ὑποθετικῶς δὲ ἄρχεται, οὐ προστακτικῶς. εὖ δὲ καὶ τὸ μὴ ἕνα ἐκλέξασθαι· ἐλύπει γὰρ αὐτὸν ὡς καταφρονῶν τῆς αὐτοῦ σωτηρίας, καὶ τοὺς λοιποὺς ᾔσχυνε. φιλοτιμίαν οὖν τοῖς ἀρίστοις εἰς ἀλλήλους ἐμβαλὼν τοὺς ἀτόλμους οὐκ ἤλεγξεν, ἀλλʼ ἡσυχίαν αὐτοῖς ἀνεπίφθονον δέδωκεν. εὖ δὲ καὶ τὸ αὐθαίρετον· οὐ γὰρ ἐμοὶ, φησὶ, πεπίθοιτο, ἀλλʼ ἑῷ αὐτοῦ θυμῷ, καὶ τολμήεντι, ὅ ἐστι περιεκτικὸν τῆς προκειμένης πράξεως.

206. ὑποστίζων εἰς τὸ ἐλθεῖν τελείου ὡς εἰς τὸ Ἀχαιούς, καὶ τελειῶν εἰς τὸ ἐλθεῖν ἀπόδος εἰς τὸ ἀνθρώπους.

ἕλοι] ζωγρήσει πρὸς τὸ πυθέσθαι τὰ τῶν πολεμίων. διὰ δὲ τοῦ ἐσχ ατόωντα τὸ ἀκίνδυνον ὑπέφηνε τῆς πράξεως.

[*](10. καθέζοιντο Vill.] καθέζοὖ)
433

207. *φῆμιν] εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν ἑαυτοῖς, οἷον Λακεδαιμονίων βουλευομένων ποῖον χωρίον ἐπιτειχίσουσι τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμπειν εἰς Ἀθήνας κατα- σκόπους, οἵτινες παραγενόμενοι ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων δια- λεγομένων ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν οἱ πολέμιοι· καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν.