Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

88. ἅμα τῇ ἐκφωνήσει τοῦ ὀνόματος τὸ πάθος ἤρξατο κινεῖν, τὰς συμφορὰς παρατιθείς.

91. ὧδʼ] ὧδε μόνος, ὡς ὁρᾷς, περιέρχομαι. ἀσύνδετος δὲ ὢν ὁ λόγος τὸ κομματικὸν τοῦ πάθους δηλοῖ.

[*](3. σῷ] τῷ 5. φέροντες] φρένες)
426

94. ἀλαλύκτημαι] παρὰ τὸ ἀλάλημαι ἡ λέξις. τῷ δὲ πλεονασμῷ τῶν στοιχείων ἐπιτετάρακται. φαντασία δέ τις προσπίπτει τῆς ἐκπηδῆσαι βιαζομένης καρδίας.

96. οὐδὲ σέ γʼ ὕπνος ἱκάνει] ἵνα μὴ δόξῃ ἐμποδίζειν πρὸς τὸν ὕπνον τῷ γέροντι.

98. ἀδηκότες] ἀηδισθέντες. ὕπνῳ δὲ τῇ ἀγρυπνίᾳ λέγει· “ὕπνῳ καὶ καμάτῳ ἀρημένος” (Od. 6, 2).

100. περισσὸν τὸ τί. ἐξήλλαξε δὲ τὴν φράσιν· ἔδει γὰρ εἰπεῖν, μὴ ἐκεῖνοι μὲν ἀμελήσωσιν, οἱ δὲ πολέμιοι ἀπροόπτως ἐπέλθωσιν.

104. οὔ θην Ἕκτορι πάντα] αἱ γὰρ ἄκραι τῶν εὐτυχιῶν μετα- βολὰς ποιοῦσι. πιθανῶς μὲν οὖν νῦν παραθαρσύνει τὸν Ἀγαμέμνονα· ὁρᾷ γὰρ αὐτὸν ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον· ἐν δὲ τοῖς ἑξῆς τὸν Διομήδην φοβεῖ, εὑρὼν βαθέως καθεύδοντα. δεῖ γὰρ, ὡς ἔοικε, τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ θαρροῦντας φοβεῖν, ὅπως μήτε τῷ δέει τις ἐκπλήττοιτο μήτε τῷ θάρσει ἀπαρασκεύαστος γίνοιτο.

108. ἐγείρομεν] καλῶς οὐχ ὁ Ἀγαμέμνων καθʼ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τὴν αἰτίαν τῆς Ἀχιλλέως ὀργῆς.

114. ἀλλὰ φίλον περ ἐόντα] χαρίεν τὸ τῆς ὑποθέσεως· ὅπερ γὰρ εὑρίσκετσι ἤδη πεποιηκὼς Μενέλαος, περὶ αὐτοῦ μέμφεται.

120. ἄλλοτε μέν σε] οὐχ ὡς συκοφαντοῦντι τῷ Νέστορι μέμ- φεται, οὐδὲ καθάπαξ ὑπεραπολογεῖται τοῦ ἀδελφοῦ, ἀλλʼ ὁμολογεῖ αὐτὸν ἐνίοτε ἀμελεῖν. δεξιῶς οὖν τὸν λόγον ἐκέρασεν.

122. οὔτʼ ὄκνῳ εἴκων] φιλαδέλφως ἀπολογεῖται. δύο δέ ἐστι διʼ ὧν ἡ ῥαθυμία γίνεται, ἀμέλεια καὶ ἄνοια.

124. μάλʼ ἐπέγρετο] ἐπέστη ταχέως. ἐδήλωσε δὲ ὡς πολλῷ προὔλαβεν αὐτὸν ἐκεῖνος ἀναστάς.

129. οὔ τίς οἱ] οὐδεὶς οὐδέπω τῶν κελευομένων ἀντερεῖ, ὅταν αὐτουργοῦντα τὸν βασιλέα ὁρᾷ.

138. ἀνέγειρε— Νέστωρ] οὐδὲν ἔτι ποιεῖ Ἀγαμέμνων, ἀλλʼ ἕπε- ται αὐτῷ, τοῦτο δηλοῦντος τοῦ ποιητοῦ, ὡς ἐν ταῖς χρείαις ὁ λόγῳ δυνατὸς ὀφείλει πάντα πράττειν, οὐ βασιλεύς.

[*](6. Versui 98 adscriptum est 20. *αὐτοῦ] αὐτὸ scholion Porphyrii, quod ad v. 26. Scholion versus 124 bis 198. referendum suo loco posui- scriptum est, sed omisso ἀναστάς mus. loco altero.)
427

140. δυσωπεῖται γὰρ Νέστορος καλοῦντος. οὐ δειλὸς δὲ, ὅτι ἐντὸς τῆς σκηνῆς καθεύδει· οὐ γὰρ πρὸς ἀσφάλειαν αἱ σκηναὶ, ἀλλὰ πρὸς σκέπην αὐτοῖς πεποίηνται.

141. ταῦτα ὡς σχετλιάζων, ὅτι θορυβοῦσι τοὺς στρατιώτας μόνοι οἱ βασιλεῖς νυκτὸς περιιόντες· δέδιε γὰρ μή τι νεώτερόν ἐστιν ἐν τῷ στρατῷ.

145. μὴ νεμέσα] παραιτεῖται τὴν μέμψιν, οὐ νεώτερόν τι σημαί- νων, ἀλλὰ διὰ τὰ ἐνεστῶτα· ὃ συνεὶς Ὀδυσσεὺς ἕπεται μηδʼ ὁτιοῦν ἀντιλέγων.

149. ἀμφʼ ὤμοισι σάκος θέτο] δειλὸς, φασὶν, οὗτος, ὅτι ἀσπίδα καὶ οὐ δόρυ ἀναλαμβάνει. ἴσως δὲ σιωπωμένῃ τῇ ἀποκρίσει χρῆται πρὸς τὸν Νέστορα εἰπόντα βουλεύσεσθαι πότερον φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆς ἀσπίδος ὅτι μενετέα. δόρυ μὲν γὰρ φέρουσι καὶ μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων.

151. σὺν τεύχεσιν] οὐχ ὡπλισμένος (δειλοῦ γάρ), ἀλλʼ οἷον πλησίον ἔχων τὰ τεύχη. καλῶς δὲ οἱ ἑταῖροι τὴν μεθʼ ἡμέραν τάξιν φυλάττουσιν, περιστοιχοῦντες τὸν βασιλέα. στρατηγικὸν δὲ καὶ τὸ αἰθριοκοιτεῖν.

153. τρόπον τινὰ περιχαρακοῦντα τὸν ἡγεμόνα. ἐμφαίνει δὲ καὶ διὰ τούτου ὁ ποιητὴς τὸ ἀνδρεῖον Διομήδους καὶ ἕτοιμον εἰς μάχην· στρατιωτικῶς δὲ τοῖς αὐτοῖς ὅπλοις χρῶνται καὶ πρὸς πόνον καὶ πρὸς ἀνάπαυλαν. τῷ δὲ σκιάζοντι τῆς νυκτὸς ἀντιπεριέστησε τὴν ἐκ τῶν αἰχμῶν ἀναλάμπουσαν αὐγήν. σαυρωτὴρ δὲ ἡ δορατοδόκη καλεῖ- ται· παρὰ δέ τισιν ὁ καυλὸς τοῦ δόρατος.

*Πορφυρίου. φαύλη δοκεῖ εἶναι ἡ τῶν δοράτων ἐπὶ σαυρωτῆρας στάσις· καὶ δὴ πανταχοῦ θόρυβον ἤδη πεποίηκε νύκτωρ ἓν μόνον πεσόν. λύει δʼ Ἀριστοτέλης λέγων ὅτι τοιαῦτα ἀεὶ ποιεῖ Ὅμηρος οἷα ἦν τότε. ἦν δὲ τοιαῦτα τὰ παλαιὰ οἷάπερ καὶ νῦν ἐν τοῖς βαρ- βάροις. πολλοὶ δὲ οὕτω χρῶνται τῶν βαρβάρων.