Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

211. πανταχόθεν προτρέπεται, τῷ εὐχερεῖ, τῷ ἀκινδύνῳ, τῷ εὐκλεεῖ.

215. τῶν πάντων] μέγας οὖν ἔσται, ἀριστεῖα παρʼ ἰδίων λαμ- βάνων· καὶ τὸ δῶρον ἐκ μεγίστης προφάσεως διδόμενον. ἔσται δὲ αὐτῷ ἀγέλη μελάνων ὀΐων, ὃ σπάνιόν ἐστι καὶ σύμβολον τῆς νυκτι- πραξίας.

217. αἰεὶ δʼ ἐν δαίτῃσι] ἐκ τούτου δῆλον ὡς οὐ πάντες ἀεὶ ἐκα- λοῦντο. ἢ τὸ ἀεί τὸ αὐτόματον δηλοῖ τῆς ἑστιάσεως.

221. οὐκ εἰκῆ τὸ ἐγγὺς ἐόντα, ἀλλʼ ὅτι μέγαν κίνδυνον ἀναδέ- χεται. τοῦτο δὲ οὐχ οὕτως ἐξαίρων ἑαυτόν φησιν, ἀλλʼ ὡς καὶ ἑτέρου τινὸς συνεργοῦ δεόμενος.

223. μᾶλλον θαλπωρή] ἐπιτήδειόν ἐστι πανταχοῦ τὸ κοινωνὸν ἐν τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ μὴ ποιήσας Δόλων ἀποτυγχάνει.

227. οἱ δʼ ἔθελον] προτρέπει ἐπὶ τὰ καλὰ τῶν ἔργων δεικνὺς ὅτι πᾶς ἀνὴρ ἀγαθὸς πρὸς ὁντιναοῦν κίνδυνον ἐλθεῖν θέλων πολλοὺς ἕξει συγκινδυνεύοντας.

233. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ] πάντα Νέστωρ διῴκησε κατα- πληχθέντος τοῦ βασιλέως. ἄτοπον δὲ ἦν τὸ ἄφωνον αὐτὸν μεῖναι· νῦν οὖν τῷ θάρσει τῶν ἀριστέων ὥσπερ ἀνασφήλας φησὶ περὶ τοῦ ἀδελφοῦ.

235. τὸν μὲν δὴ ἕταρον] τεχνικῶς ἔχει ὁ λόγος. καὶ γὰρ ὁρῶν τοὺς ἀνθρώπους πολλάκις καὶ παρὰ γνώμην τοὺς ἐν ἀξιώμασι προτι- μῶντας, ἰδίᾳ μὲν ὤκνησεν ὑπὲρ τοῦ ἀδελφοῦ ποιήσασθαι τὸν λόγον, ἵνα μὴ τοῦ κινδύνου αὐτὸν ὑπεκκλέπτειν δοκῇ, κοινῇ δὲ ὑπὲρ ἁπάντων λέγει τὸν ἄριστον αἱρεῖσθαι.

237. τοὺς πρὸς τὰ ἔργα ἡμῖν χρησίμους ἐσομένους ἀξιοῖ Ὅμηρος σκοπεῖν, οὐ τοὺς εὐγενεῖς ἢ πλουσίους, ὥσπερ καὶ ἰατροὺς οὐ τοὺς πλουσίους παραλαμβάνομεν ἐν ταῖς νόσοις, ἀλλὰ τοὺς ἰάσασθαι δυναμένους.

[*](2. ἐπιτειχίσουσι] *ἐπιτειχίσωσι 5, 6. * Δεκέλειαν] δικέλειαν )
434

243. Ὀδυσῆος] τῇ ἑαυτοῦ θαρρῶν ἀνδρείᾳ σύμβουλον μόνον αἱρεῖται.

244. οὗ πέρι] ἀληθὴς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος πᾶσαν αἰδῶ παρωσάμενος. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται, οὐ διʼ ἀνδρείαν φήσας αὐτὸν αἱρεῖσθαι, ἀλλὰ διὰ φρόνησιν.

247. νοστήσαιμεν] πρὸς τὸ φιλάλληλον οὐκ εἶπε νοστήσαιμι, καὶ ὑποφαίνει ὡς εἰ ἄλλον εἵλετο, αἴτιος ἂν θανάτου ἀμφοτέροις ἐγεγόνει. καὶ δείκνυσιν ὅτι κρείττων ἀνδρείας φρόνησις.

249. ἐντεῦθεν τὸ μηδὲν ἄγαν δηλοῦται. ἀριστέως δὲ τὸ θέλειν μὲν εὐφημίαν, οὐκ ἀνέχεσθαι δὲ αὐτῆς· περισσὸς γὰρ ὁ μεταξὺ τῶν φίλων ἔπαινος.

251. μάλα γὰρ νὺξ ἄνεται] ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει, κατεπείγων αὐτόν· ἄτοπον γὰρ πρὸς ἠῶ κατασκόπους πέμπεσθαι. δεόντως οὖν αὐτὸν εἵλετο.

252. * Πορφυρίου. ἡ συναγωγὴ τῶν ζητουμένων γέγονε μὲν ἤδη καὶ παρʼ ἄλλοις· ἡμεῖς δὲ τὰ προβλήματα λαμβάνοντες παρὰ τῶν ἐζητηκότων τὰς λύσεις ἐπικρίνομεν ἃς ἐκεῖνοι ὑπέταξαν τοῖς προ- βλήμασιν, καὶ τινὰς μὲν τούτων ἐγκρίνομεν, τινὰς δὲ παραιτούμεθα, τὰς δʼ αὐτοὶ ἐξευρίσκομεν, τὰς δὲ πειρώμεθα διορθοῦν καὶ ἐξεργά- ζεσθαι, ὥσπερ τοῖς ἐντυγχάνουσιν ἔσται δῆλον. αὐτίκα τῶν παλαιῶν ζητημάτων ὡμολόγηται εἶναι τὸ τοιοῦτο, ἐν οἷς φησὶν “ἄστρα δὲ δὴ προβέβηκε, παρῴχηκεν δὲ πλέον νὺξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.᾿ πῶς γὰρ, εἰ αἱ δύο μοῖραι ἐξήκουσιν αὐταί τε καὶ ἔτι τούτων πλέον, ἡ τριτάτη μοῖρα λέλειπται, ἀλλʼ οὐχὶ τῆς τρίτης μόριον; ὅθεν καί τινες προστιθέντες τὸ σ ἠξίουν “τριτάτης δʼ ἔτι μοῖρα λέλειπται” γράφειν, ἵνα τῆς τρίτης μερίς τις ᾖ κατα- λελειμμένη, ἀλλʼ οὐχ ὅλη ἡ τρίτη. Μητρόδωρος μὲν οὖν τὸ πλεῖον δύο σημαίνειν φησὶ παρʼ Ὁμήρῳ· καὶ γὰρ τὸ σύνηθες, ὡς ὅταν λέγῃ “νώτου ἀποπροταμὼν, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο” (Od. 8, 475) καὶ “ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν” (Ιl. 1, 165). σημαίνει καὶ τὸ πλῆρες, ὡς ἐν τῷ “σὸν δὲ πλεῖον [*](1. ἀνδρείᾳ] ἀνδρίᾳ ab correctore, Monuit Rosius in Aristot. pseud- et infra ἀνδρίαν et ἀνδρίας epigr. p. 165. 15. *Πορφυρίου] Quae sequuntur 21. τὸ τοιοῦτο] Hoc ζήτημα, quod sunt prooemium libri cuiusdam πολυθρύλητον voeatur in scholio ζητημάτων Ὁμηρικῶν Porphyrii, e codicis A, memorat Aristoteles quo huc delatum est hoc scholion. Poet. c. 25 p. 1461, 26. )

435
δέπας αἰεὶ ἕστηκε” (Il. 4, 262) καὶ ἐν τῷ “πλεῖαί τοι χαλκοῦ. κλισίαι” (Il. 2, 226). νῦν οὖν τὸ πλέον ἀντὶ τοῦ πλῆρες εἰρῆσθαι· πλήρης γὰρ ἡ νὺξ τῶν δύο μοιρῶν γεγονυῖα παρῴχηκε, τριτάτης δέ τι περιλέλειπται. διεῖλε δʼ εἰς τρία ὡς ἂν τριφυλάκου τῆς νυκτὸς οὔσης. Χρύσιππος δὲ, ὥσπερ εἴ τις, φησὶ, περὶ τριῶν ἡμερῶν δια- λεγόμενος ἐν τῇ τρίτῃ λέγει μίαν ἀπολείπεσθαι ἔτι ἡμέραν, κἂν μὴ περὶ ὄρθρον ποιῆται τοὺς λόγους, οὕτως καὶ τὸν Ὀδυσσέα, εἰ καὶ πλέον ἦν παρῳχηκὸς τῶν δύο μοιρῶν, τὴν τρίτην φάναι καταλείπε- σθαι, ἐπειδὴ τριμεροῦς οὔσης τῆς νυκτὸς ἕκαστον μέρος ἕν τι λαμ- βάνεται, ὥστε κἂν ἐλλιπὲς ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλʼ ἀριθμεῖ. σθαί γε τρίτην, τῷ τάξιν τῶν ἡμερῶν ἔχειν τὴν τρίτην· οὕτω γὰρ καὶ ἄνθρωπον παρὰ πόδα γενόμενον ἔτι τνγχάνειν τῆς ὅλης προσηγορίας. ἄλλοι δέ φασιν ἔθος ἔχειν τοὺς ποιητὰς τῷ ἀπηρτισμένῳ χρῆσθαι ἀριθμῷ, ὁτὲ μὲν τὰ ἐπιτρέχοντα τοῖς ἀριθμοῖς περιγράφοντας ὑπὲρ τοῦ ὁλοσχερεῖ καὶ ἀπηρτισμένῳ χρῆσθαι, ὅταν χιλιόναυν στρατὸν φήσειε τῶν Ἕλληνων— ἦσαν δὲ αἱ νῆες χίλιαι ἑκατὸν ὀγδοήκοντα ἕξ—, καὶ ἔτι “πύργους εἴκοσι μιᾷ στολῇ, πεζοῖς μὲν ἕνδεκα, ναυσὶ δὲ δυώδεκα” ἀντὶ τοῦ κγ΄· ὁτὲ δὲ τὸν προκείμενον περιγράφουσι, τῷ ἐπιτρέχοντι ἀρκούμενοι, οἷον (Pind. fr. 157) “κατὰ μὲν φίλα τέκνα ἔπεφνε θάλλοντα ἥβᾳ δυώδεκα, αὐτὸν δὲ τρίτον” ἀντὶ τοῦ τρίτον καὶ δέκατον· καὶ “τετράτῳ δʼ αὐτὸς πεδάθη,” φησὶν ὁ Πίνδαρος (fr. 100), ἀντὶ τοῦ τετάρτῳ καὶ δεκάτῳ· “ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο (Hesiod. O. 696) ἀντὶ- τοῦ τεσσαρεσκαιδεκάτῳ καὶ πεντεκαιδεκάτῳ. Εὔπολίς τε Χρτυσῷ γένει
  • δωδέκατος ὁ τυφλὸς, τρίτος ὁ τὴν κάλην ἔχων,
  • ὁ στιγματίας τέταρτός ἐστιν ἐπὶ δέκα,
  • πέμπτος δʼ ὁ πύργος, ἕκτος ὁ διεστραμμένος·
  • χοὖτοι μὲν εἰς ἑκκαίδεκʼ, εἰς Ἀρχέστρατον,
  • [*](3. τριτάτης] τριτάτη Meinekium vol. 5 p. lxxxiv, collato 17. πεζοῖς] πεζὸς Phrynicho Bekk. Anecd. p. 47, 22. τέτορʼ ex Hesiodo pro τετάρ- 20. τῳ ἥ θ᾿ 27. πύργος] πηρός Cobetus. 24. Χρυσῷ γένει Bekk.] χρυσογέ- 28. χοὖτοι Μeinekius] καὶ οὖτοι νειαν ἑκκαίδεκ’, εἰς—έπτακαίδεκʼ] ἑκκαί- 25. δωδέκατος Μeinekius vol. 2 δεκα, ἐς—ἑπτακαίδεκα. Personarum P. 537] δέκατος notas B et A ante et post ἴσχε κάλην Otto Schneiderus apud δή addidit Meinekius. )
    436
  • ἐς τὸν δὲ φαλακρὸν ἑπτακαιδεκ. B. ἴσχε δή.
  • A. ὄγδοος ὁ τὸν τρίβωνʼ ἔχων.
  • ὅτὲ δὲ ἔξω προστιθέασιν, ἵνα τὸν πλήρη ἀριθμὸν εἴπωσιν, οἷον Ὀμήρου εἰπόντος “ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν” (Il. 24, 496) Σιμωνίδης φησὶ “καὶ σὺ μὲν εἴκοσι παίδων μᾶτερ ἔλλαθι.” καὶ δεκάτῳ μηνὶ τοῦ τοκετοῦ ταῖς γυναιξὶ γιγνομένου φησὶν Ὅμηρος “χαῖρε γυνὴ φιλότητι, περιπλομένου δʼ ἐνιαυτοῦ τέξῃ ἀγλαὰ τέκνα” (Od. 11, 248). καὶ “ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέ- μοντο” (Il. 2, 649) καὶ “πολλοὶ ἀπειρέσιοι καὶ ἐνενήκοντα πόληες” (Od. 19, 174)· ἢ γὰρ κατὰ τὸ ἕτερον προστίθησιν ἢ κατὰ τὸ ἕτερον ἀφαιρεῖ. ὁμοίως καὶ “πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο” (Il. 1, 601), οὐχ ἅμα τῇ ἕῳ ἀρξαμένων πίνειν· καὶ “πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι” (Il. 18, 453), καίπερ βραχέος γινομένου χρόνου ὑπὲρ τὴν μάχην. καὶ τῶν Ὀλυμπίων δὲ ἐναλλὰξ ἀγομένων διὰ ν΄ μηνῶν καὶ μθ΄, οἱ ποιηταὶ πεντηκοντάμηνόν φασι τὴν πανήγυριν εἶναι. οὕτως οὖν οὐδὲν κωλύει καὶ τῆς τρίτης μοίρας ἐλλι- ποῦς οὔσης οὐχ ὁλόκληρον τρίτην αὐτὴν ὀνομάσαι μοῖραν. Ἀριστο- τέλης δὲ οὕτως ἀξιοῖ λύειν, ἐν οἷς φησίν· ἡ εἰς β΄ διαίρεσις εἰς ἴσην δύναται γενέσθαι ἐν τούτοις, ἐπειδὴ τὸ πλέον τοῦ ἡμίσεος ἀόρι- στόν ἐστιν. ὅταν τοσοῦτον αὐξηθῇ ὡς τοῦ ὅλου τρίτον ἀπολείπεσθαι, ἀκριβοῦς ἂν εἴη τὸ ἀφορίσαι τοῦτο καὶ δηλῶσαι ὅσον ἐστὶ τὸ κατα- λειφθὲν, ἵνα ὅσον ηὐξήθη τοῦ ὅλου τὸ ἥμισυ δῆλον γένηται. οἷον τῶν ς΄ ἥμισυ τὰ γ΄. εἴπερ διαιρεθείη τὰ ς΄ εἰς β΄ ἴσα, ἔσται γ΄ ἐὰν τὸ ἕτερον μέρος αὐξηθῇ, ἄδηλον πότερον μορίῳ ἀριθμοῦ ἢ ὅλῃ μονάδι. ἐὰν οὖν ὅλῃ μονάδι πλέον γένηται τὸ μέρος τὸ ὑπολειπόμενον, τρίτον ἔσται τοῦ ὅλου, ὥστε καὶ ὁ εἰπὼν τῶν β΄ μερῶν θάτερον πλέον γινό- μενον καταλέλοιπε τριτάτην μοῖραν δεδήλωκεν ὅτι ἐν αὐξήσει τὸ πλέον μονάδι γέγονε, τεσσάρων γεγονότων τῶν τριῶν καὶ β΄ ὑπολει- πομένων, ὅπερ ἦν τῶν ς΄ τὸ τρίτον. ἐπεὶ οὖν καὶ τῆς νυκτὸς αἱ ιβ΄ μοῖραι εἰς β΄ ἴσας μερίδας μερίζεσθαι δύνανται εἰς ς΄, ηὐξήθη δὲ καὶ πλέον γεγονὸς θάτερον μέρος, ἄδηλον δὲ τὸ πόσαις ὥραις — καὶ γὰρ μιᾷ καὶ δύο καὶ τρισὶ καὶ πλείοσιν ἡ αὔξησις δύναται γίνεσθαι —, ἀφορίζει ὁ ποιητὴς τό ἀόριστον τοῦ πλείονος πόσον ἦν, καὶ ὅτι β΄ ὥραις ηὐξήθη, ἐπήγαγεν ὅτι τριτάτη μοῖρα λέλειπται, ὡς η΄ μὲν [*](1. ἐς τὸν δὲ φαλακρὸν Meinekius] 5. ἔλλαθι] Forma Aeolica, de ἐς δὲ τὸν φαλακρὸν qua v. Thes. vol. 3 p. 242.)
    437
    γενέσθαι τὰς παρυχηκυίας ὥρας, καταλείπεσθαι δὲ δ΄, αἵπερ εἰσὶ τοῦ ὅλου τρίτον. οὕτω καὶ εἰ ιη΄ εἴη μερῶν, ὅτι δίχα διαιρεῖται εἰς θ΄, εἴποις δʼ ὅτι πλέον τῆς εἰς β΄ μοίρας παρχηκεν, ἡ δὲ τρίτη μοῖρα περιλείπεται, δῆλον ποιήσεις ἐκ τοῦ τὸ τρίτον φάναι περιλεί- πεσθαι, ὅπερ ἐστὶν ς΄, ὅτι ιβ΄ φὴς εἰλῆφθαι. ἔστω δὲ καὶ ἐπὶ τοῦ νυχθημέρου τῶν ώρῶν τὸ αὐτὸ ζητούμενον, καὶ λεγέτω τις ὅτι πλέον τι τῶν εἰς β΄ μοίρας νεμομένων ὡρῶν παρώχηκεν, ἔτι μὴ ἀφορίσας τὸ πόσον, ἐπαγέτω δὲ ὅτι ἡ τρίτη μοῖρα τοῦ παντὸς λέλειπται· δῆ- λον γίνεται ὅτι τῆς εἰς β΄ διαιρέσεως εἰς ιβ΄ καὶ ιβ΄ γενομένης, τοῦ τρίτου καταλειφθέντος τοῦ παντὸς, ὅπερ ἐστὶν η΄, θάτερον μέρος τὸ πλέον ἐν τέτρασιν ἔσχεν, ὥστε ις΄ ὥρας τὰς πάσας παρεληλυθέναι, ὑπολείπεσθαι δὲ η΄ ἐν οἷς οὖν εἰς β΄ ἴσα καὶ εἰς γ΄ ἐστὶ διαίρεσις, ἐάν τις εἰς β΄ πλεονάσαντα τὸ γ΄ τῆς εἰς γ΄ καταλίποι, ἀφορίζει ὅσῳ πλέον ἡ αὔξησις γέγονε. σοφῶς οὖν ὁ ποιητὴς τὸ ἀόριστον τρίτον τῆς αὐξήσεως τοῦ ἡμίσεος δεδήλωκεν ἵσον ἦν, ὅτι ὥραις δύο καὶ ὀγδόῃ παρεληλύθει ὥρα, διὰ τοῦ φάναι “ τριτάτη δʼ ἔτι γὰρ μοῖρα λέλειπται.” εἰδὼς γάρ τις ἵτι ιβ΄ μὲν αἱ ὧραι πᾶσαι τῆς νυκτὸς, ὧν ἡ εἰς δύο μὲν μοίρας διαίρεσις ς΄ καὶ ς΄ ποιεῖ, ἡ δὲ εἰς γ΄ δ΄ καὶ δ΄, καὶ ἀκούσας τῆς εἰς β΄ μοίρας διαιρέσεως πλέον τι παρυχηκέναι, εἶτα γνοὺς ὅτι τῆς εἰς γ΄ τὸ τρίτον ἐπιμένει, ὅπερ ἐστὶν ραι δ΄, εὐθὺς γινώσκει ὅτι ἀπὸ τοῦ μεσονυκτίου β΄ ὧραι ἦσαν παραλλάξασαι μεταβάντος. Αὐτόχθων δέ φησιν ὅτι τετελεσμένων τῶν β΄ μοιρῶν, λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν ὡς παρῆλθε τὸ πλέον ἡ νὴξ οὖσα μοιρῶν β΄· πλέον γὰρ μέρος εἰσὶ τῆς νυκτὸς α΄ β΄, εἴ γε τὰ β΄ τοῦ ἑνὸς πλείονα. τὸ οὖν παρώχηκεν, ὅτι παροιχομένων τῶν β΄ μοιρῶν τῷ πλείονι ἡ νὺξ παρῴχηκεν. οὕτω γὰρ οὐδʼ ἁμάρτημα ἔσται ἐν τῷ πλέῳ, ὅπερ θηλυκῶς ἀκούοντές τινες ἡμαρτῆσθαι λέγουσιν ἀντὶ τοῦ ἡ πλείων· ἔστι γὰρ τῷ πλέῳ ἡ νὺξ παρυχηκυῖα μέρει, του- τέστι τῷ πλείονι καὶ μείζονι μέρει παρήλλαχε, τῶν β΄ μερῶν παρῳ- χημένων. Ἀπίων δὲ αὐτῶν τῶν β΄ τὸ πλέον μέρος ἀνηλῶσθαι λέγει, ὥστε καὶ τῆς δευτέρας εἶναι λείψανον, καὶ ὧν οὖν τὸ πλέον παρά- χηκεν, τὸ τρίτον καταλείπεται· περὶ γὰρ νύκτας μέσας ἀναστὰς [*](2. μερῶν Bekk.] μέτρων 19. παρῳχηκέναι Bekk.] παρώ- 3. τῆς εἰς β΄ Bekk.] τῶν εἰς β΄ χηκεν 5. φῂς] φησὶν Bekk. 30. Ἀπίων] ἀππίων 7. παρῴχηκεν, ἔτι Bekk.] πορώ- 31. δευτέρας (δευ B)] δεκάτηε Vill. χηκέ τι)
    438
    Ἀγαμέμνων ἐγείρει τὸν Νέστορα καὶ μετʼ αὐτοῦ τινὰς τῶν ἀριστέων, καὶ ἐπὶ τὴν τάφρον προελθόντες πέμπουσι τοὺς κατασκόπους. τὸν δὲ καιρὸν τῆς νυκτὸς ὑποβάλλει καὶ τὸ πλῆθος τῶν πράξεων. ὁπλι- σάμενοι γὰρ οἱ κατάσκοποι, ὀφθέντος αὐτοῖς τοῦ ἐρωδιοῦ, εὐξά. μένοι τε τῇ Ἀθηνῷ χωροῦσι πρόσω· καὶ ἐντυχόντες τῷ Δόλωνι οὐκ ὀλίγον χρόνον περὶ τὰς ἐρωτήσεις διέτριψαν· καὶ κτείναντες αὐτὸν μετὰ ταῦτα ἐπὶ τοὺς Θρᾷκας ἔρχονται· καὶ βραδύνουσιν αὐτοῖς περὶ τὸν τούτων φόνον ἡ Ἀθηνᾶ ἐπὶ τὰς ναῦς ἀπαλλάττεσθαι παραι- νεῖ· καὶ ἐπανελθόντες λούονταί τε καὶ ἀριστοποιοῦνται, καὶ τότε ἡμέρα γίνεται. Ὀδυσσεὺς δὲ λέγει “ἐγγύθι δʼ ἠώς,” τὴν διέξοδον ἐπείγων· οὐδὲ γὰρ εὔλογον πλησιαζούσης τῆς ἕω κατάσκοπον πέμ- πεσθαι, ἀλλὰ καὶ πάνυ ἐπισφαλές. τὸ δὲ πλέω δύναται μὲν καὶ ὡς πληθυντικὸν οὐδέτερον παρειλῆφθαι, τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν παρῆλθεν· ἢ πλείονα παρὰ μοίρας τὰς δύο, ὥς που καὶ ὁ Θουκυδίδης λέγει “ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω χρώτ μένοι συνῆλθον” (1, 3). δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι, πτῶσιν αἰτιατικὴν προβάλλον, ἡ νὺξ παρῆλθε τὴν πλείονα μοῖραν τῶν δύο μοιρῶν. πιθανῶς δὲ οὐδένα ἄλλον τὴν τῶν ἄστρων πορείαν ἐποίησε φυλάττοντα ἢ τὸν Ὀδυσσέα, προοικονομῶν εἰς τὴν Ὀδύσσειαν· ἐκεῖ γὰρ αὐτῷ ὁ πλοῦς ἀνύεται “Πλῃάδας εἰσορόωντι καὶ ὀψὲ δύοντα Βοώτην (5, 272).

    *λέγοντος τοῦ Ὀδυσσέως “ ἄστρα δὲ δὴ προβέβηκε” ζητήσειεν ἄν τις τί δηλοῖ τὸ προβέβηκεν, καὶ ποῖά εἰσι τὰ ἄστρα ἐξ ὡν στο- χάζεται τὴν ωραν. τὸ γὰρ ἐκ τῆς ἄρκτου λέγειν οὐχ ὑγιές· οὐ γὰρ ἐκ τῶν ἀειφανῶν, ἀλλʼ ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τὰς ἄρας τεκμαίρεσθαι ἔστιν. οἱ δὲ οὐδʼ ἐπʼ ἄλλου φασὶν οἷόν τε ἢ ἐπὶ τῆς ἄρκτου εἰρῆσθαι διὰ τοῦ προκεῖσθαι τὸ προβεβηκέναι· σημειωσά- μενον γὰρ τοὺς τόπους καθʼ ὅραν ὡς ἐπιλαμβάνουσι στρεφόμενοι τῆς ἄρκτου οἱ ἀστέρες, προβεβηκέναι φάναι ἐπὶ πλέον κατὰ τὴν στροφὴν χυρήσαντας. οἱ δὲ ἀπὸ τῶν Πληιάδων καὶ Ὑάδων καὶ δρίωνος, ἥτοε δὲ ἀνατολὴν ἑὥαν ποιουμένων καὶ προβεβηκότων ἀπὸ τῆς ἀνατολῆς, Πληιάδων δύσιν ποιουμένων καὶ ἤδη προβαινόντων εἰς τὴν δύσιν· τὸ αὐτὸ γὰρ καὶ ἐν τῷ “ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει (Od. 12, 312) ἢ ὡς πρὸς ἀνατολὴν ἢ πρὸς δύσιν, τὸ μέν- [*](20. εἰσορόωντι] ἐσορῶντι 30. Ύάδμν Vili.] υἱάδων 23. τὰ ἄστρα] τὰ om.)

    439
    τοι τρίχα ἀντὶ τοῦ τρίτον. διχῶς δὲ τὸ τρίτον, τό τε κατὰ σχέσιν τὴν πρὸς τὸ πρῶτον. μή ποτε ἐκ τοῦ ζῳδιακοῦ κύκλου τὴν ὥραν καταμεμαθηκέναι φησί· τούτου γὰρ εἰς ιβ΄ διῃρημένου, ς΄ μὲν εὐθέως καταδύνοντος ἡλίου βλέπεται, νυκτὸς δὲ προβαινούσης τὰ λοιπὰ, οὐκ αὐτὰ μὲν ὁρώμενα, τὸν δὲ ἀριθμὸν τὸν ἓξ φυλάττοντα. ἐκ τῶν ζῳδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ ἐν ῷ ὁ ἥλιος ἔδυ, τὴν ὥραν στοχάζεται Ὀδυσσεύς. ἢ ἀπλῶς πάντα, φησὶ, τὰ ἄστρα προβέβηκε, τουτέστι προκεχώρηκεν εἰς δύσιν τὰ ἀφʼ ἑσπέρας ἐν τῇ ἀνατολῇ φανέντα, ὡς καὶ νῦν φαμὲν, πολὺ προῆλθε τῆς ἡμέρας, εἰς δύσιν λέγοντες προελθεῖν· ἐφʼ ὧν γὰρ ἀπὸ πέρατος εἰς πέρας ἐστί τις δρόμος, ὅταν ἤδη πρὸς τῷ ἑτέρῳ πέρατι ὁρώμενα φαίνηται, προβεβηκέναι λέγοιτʼ ἂν ἀφʼ οὗ πρῶτον ὁρμώμενα ὡφθη. ὅτι δὲ καὶ τὴν ἡμέραν καὶ τὴν νύκτα εἰς τρία διαιρεῖ δῆλον. ἐπὶ μὲν γὰρ τῆς ἡμέρας “ἔσσεται ἠὼς ἢ δείλης ἢ μέσον ἤμαρ” (Il. 21, 111), ἐπὶ δὲ τῆς νυκτὸς “ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην” (Od. 12, 312). παρῆλθον τῆς νυκτὸς αἱ β’ πλήρεις μοῖραι· οἱ δὲ, ὅτι τὸ πλέον τῶν β΄ μοιρῶν τῆς νυκτὸς παρῆλθεν. αἱ β΄ δὲ μοῖραι η΄ εἰσιν ὧραι· τούτων τὸ πλέον, ὅ ἐστιν αἱ ζ΄, παρῆλθεν· ἐσμὲν δὲ ἐν ὅγδόῃ ὥρᾳ, λείπονται δὲ τέσσαρες. τὸ δὲ ὅλον οὕτως· παρῆλθεν ἡ πλείων ἤδη μοῖρα τῶν β΄ τῆς νυκτὸς μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν β καὶ τρίτη τελεία.

    255. Τυδείδῃ μὲν δῶκε] ἵνα μὴ ἀπιόντες πάλιν εἰς τὰς σκηνὰς χρονοτριβοῖεν. ὁπλίζει δὲ αὐτὸν ὁ Θρασυμήδης ὡς νεωστὶ τὸν Νέ- στορα σώσαντα.

    258. ὁ φάλος ὀμφαλός ἐστιν ἀσπίδι μικρῷ παραπλήσιος. κεῖται δὲ κατὰ τὸ μέτωπον, ὑπερέχων τῶν ὀφρύων, ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου. ἦν δὲ ἄφαλος καὶ ἄλοφος διὰ τὸ λανθάνειν· καταῖτυξ δὲ παρὰ τὸ κάτω τετύχθαι· οὐ γὰρ ἔχει λόφον.

    259. ῥύεται δὲ κάρη] δείκνυσιν ὅτι πρὸς μόνην σκέπην, οὐ πρὸς κόσμον πεποίηται, ὥστε τῇ μὲν ἐμπλοκῇ τῶν ἱμάντων δυσδιάλυτον εἶναι τὸ κράνος, τὴν δὲ ἔξωθεν ἐπιφάνειαν σκέπεσθαι μετὰ τῶν ὀδόντων πυκνῶς ἐρεισθέντων.

    266. τὴν μὲν κλοπὴν ἐν Ἐλεῶνί φησι γενέσθαι τῆς Ἀμύντορος καταίτυγος (Ἑλεὼν δὲ πόλις τῆς Βοιωτίας), τὴν δὲ διανομὴν ἐν Σκανδείᾳ πόλει Κυθήρων.

    268. Σκάνδειαν] κατὰ παράλειψίν ἐστι τῆς εἰς προθέσεως,

    440
    ἵνʼ ᾖ εἰς Σκάνδειαν. εἰς δὲ τὸ ἄρα διαστολὴ μικρά. τὸ δὲ ἑξῆς ἀκόλουθον.