Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

472. πανημέριοι] πᾶν τὸ λοιπὸν τῆς ἡμέρας εἰς τὴν ὠδὴν ἀνα- λίσκοντες· ο ὐγὰρ διʼ ὅλης τῆς ἡμέρας. ἡ δὲ μολπή ποτὲ καὶ ἐπὶ παιδιᾶς τίθεται· “ἤρχετο μολπῆς” (Od. 6, 101). κυνῶν τε μέλ- πηθρα τὰ ἐπορχήματά φησιν (Il. 13, 233).

473. καλὸν ἀείδοντες παιήονα] οὔτε τὸν Ἀπόλλωνα οὔτε τὸν ἰατρὸν τῶν θεῶν, ἀλλὰ τὸν ὕμνον· παιήων γὰρ καὶ παιὰν ὕμνοι εἰσὶν ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενοι, πολλάκις καὶ προσδοκωμένου τοῦ δεινοῦ. πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαὶ, σωφρονιστικόν, ὡς τὸ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας (Od. 3, 267)· ἐγκωμιαστικόν, οἷον Ἀχιλλεὺς εὕρηται ᾄδων (Il. 9, 189)· παιανικόν, ὡς νῦν· θρηνητικόν, ὅπερ ἐπὶ γυναικῶν μᾶλλον τάσσει, καὶ ὑπορχηματικόν.

474. ὁ δὲ φρένα τέρπετʼ ἀκούων] ὡς μουσηγέτης, ἢ ὅτι κάλλιστος τῶν εἰς θεοὺς δώρων ὁ λόγος. ἀθετεῖται δὲ ὁ στίχος.

[*](5. *πολλαχοῦ] om. 24. ἐπορχήματα (ἐπιορχήματα B)] 11. * ὄροντο — ἐνοινοχοεῦντες] *ὀρχήματα ὁρῶντο—οἰνοχοεῦντες 33. *ἀ. δὲ ὁ στίχος] om. )
71

*διδάσκει ἡμᾶς ὁ ποιητὴς ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ θεοὶ ἕκαστος τοῖς οἰκείοις ὕμνοις.

475. ἦμος δʼ ἠέλιος] ὅρος τοῦ κατὰ φύσιν ὕπνου καὶ παρὰ θεοῖς καὶ παῤ ἀνθρώποις ἡλίου δύσις. καὶ ἄλλως “οὐ γὰρ ἔοικε δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι” (Od. 3, 335).

476. παρὰ πρυμνήσια νηός] ἵνα ἐὰν εὔφορος αὔρα γένηται, αἴσθωνται κινηθείσης τῆς νεώς.

477. ἠριγένεια] ἡ ἐκ τοῦ ἦρι γεννωμένη· “ἦρι μάλʼ Ἑλλήσπον- τον” (Il. 9, 360)· ὡς λυκηγενής, τριτογενής· ὅλα γὰρ ταῦτα εἰς πάθος ἀναλύεται, οὐκ εἰς ἐνέργειαν. γίνεται δὲ ἐκ τοῦ ἀήρ ἀέρος ἀέρι καὶ ἦρι. τὸ δὲ ῥοδοδάκτυλος συνεκδοχή ἐστιν· ἀπὸ γὰρ τοῦ μέρους τὸ ὅλον καλεῖ. λέγει δὲ τὴν πολύφωτον· τὴν δὲ πολύσκοτον κροκόπεπλον.

479. ἴκμενον] ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης ἄνεμος γίνεται. διὸ ψιλωτέον· οὐ γὰρ ἀπὸ τοῦ ἱκνεῖσθαι. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· καὶ τὸ στυγνὸν σκεδάζει τοῦ λοιμοῦ. *τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων] τὸ περὶ τὸν ἥλιον ἐσπουδακὼς ἰδίωμα δηλοῦν φησὶν ὁ ποιητὴς “τοῖσι δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων.” ἄχρι γὰρ οὐδέπω φλογώδης οὐδʼ ἔμπυρος ὁ πρὸς μεσημβρίαν δρόμος αὐτοῦ νένευκεν, ἡ δροσώδης ἰκμὰς ὑγρὸν τὸ περιέχον ἀφεῖσα ἀμυδρὰ καὶ νωθῆ παραπέμπεται τὰ πρὸς ἕω πνεύματα. διὰ τοῦτο ὄρθριον ὁ ἥλιος αὐτοὺς ἐναυστόλησεν ἱκανὸν ἀποστείλας ἄνεμον τὸν ἐκ τῆς ἰκμάδος πνέοντα.

480. ἔστιν ἰδεῖν λυόμενον ἄρμενον καὶ ὑπὸ τοῦ ἀνέμου ἐπαιρόμενον.

481. πρῆσεν] ἐφύσησεν. ὑπέγραψε δὲ τὴν οὐριοδρομοῦσαν ναῦν. συγχαίρων. δὲ αὐτοῖς νῦν καλλιγραφεῖ τὸν ἀπόπλουν, οὐχ ὅτε ἀπῄεσαν.

Ἀριστοτέλης φησὶν ὡς κινούμενα ὀνόματα γράφει ὁ ποιητής.

482. στείρῃ] τῇ τρόπιδι τῆς νεὼς, ἐπεὶ στερεωτέρα τῶν σανίδων [*](18. φησὶν ὁ ποιητὴς— Ἀπόλλων] 22. ὄρθριον] ὄρθριος Mehlerus. Verba haec omissa in ine acholii ὁ ἥλιος Heracl.] ό om. post πνέοντα supplevit librarius ἱκανὸν] ἴκμενον Pierson. Verisim. cum signo quod signo super δηλοῦν p. 117. posito respondet. Sumtum autem 27. *ἀποέσαν] ἀπήεισαν hoc scholion est ex Heracliti 29. *τρόπιδι] πρόποδι Alleg. c. 16 p. 33 ed. Mehl.)

72
ὑπάρχει· ἐπὶ γὰρ τῷ ξύλῳ τούτῳ ὥσπερ θεμελίῳ τινὶ ἐποικοδομεῖται τὰ ἄλλα ξύλα τῆς νεώς.

483. κατὰ κῦμα] ἀντὶ τοῦ κατὰ κύματος. τὸ δὲ πρὸς κῦμα ἐναντίωσιν σημαίνει.

486. ὑψοῦ ἐπὶ ψαμάθοις] καὶ ἡ ποταμία οὕτως καλεῖται· “κείμενον ἐν ψαμάθοις Αἰσήποιο.”

διδάσκει πολὺ ἀπὸ θαλάττης νεωλκεῖν ὑφορωμένους τὴν πλήμ- μυραν.

ἕρματα] δασύνεται· τὰ γὰρ βραχέα πρὸ τοῦ ρ ἐπαγομένου τοῦ μ δασύνεται πλὴν τοῦ ἄρμενον.

*Πορφυρίου. ἕρματα ἐξηγοῦνται τὰ ὑπερείσματα. γέγονε δὲ ἀπὸ τοῦ ἐνεῖρθαι καὶ ἐρηρεῖσθαι τῇ γῇ. οὕτως οὖν καὶ τὰ ἐλλόβια ἕρματα εἴρηται, παρὰ τὸ ἐνεῖρθαι· “ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρή- τοισι λοβοῖσιν” (Il. 15, 182). καὶ ἑρμίς ὁ κλινόπους, τὸ οἷον ἕρμα καὶ ἐρηρεισμένον κατὰ τῆς γῆς. καὶ “ἡμεῖς δʼ ἕρμα πόληος ἀπέ- κταμεν” (Od. 23, 121), τὸ ἔρεισμα καὶ θεμέλιον, ἐκ τοῦ ἐρηρεῖσθαι ἐν τῇ ἔρᾳ. καὶ ὅρμος δὲ ὁ περιδέραιος κόσμος· “χρύσεον ἴρμον ἔχων.” εἶτʼ ἐτυμολογεῖ· “μετὰ δʼ ἠλέκτροισιν ἔερτο” (Od. 15, 459).

487. αὐτοὶ δʼ ἐσκίδναντο] περισσὸν τὸ ἀποπρεσβεύεσθαι πρὸς Ἀγαμέμνονα· φανερὸν γὰρ ἦν ἀπὸ τῆς παύσεως τοῦ λοιμοῦ.

490. οὔτε ποτʼ εἰς ἀγορὴν—] δύο οἶδεν ἀνδρῶν ἀρετὰς, πρᾶξιν καὶ λόγον· προκρίνει δὲ τὸν λόγον. καὶ ἀλλαχοῦ “ἔργα οὔπω εἰδόθ᾿ ὁμοιίου πολέμοιο οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν” (Il. 9, 440).

εἰκὸς κατὰ τὸ σιωπώμενον καὶ ἐκκλησίαν καὶ πόλεμον πρὸς τοὺς περιοίκους γενέσθαι· ἐφʼ ἑκάστης γὰρ συνῄεσαν “νηῒ παρὰ πρυμνῇ Ἀγαμέμνονος” (Il. 8, 382). αὐτὸς δὲ ἦν ὁ ἐπὶ τοὺς πολε- μίους ἐξάγων, ὅπερ οὐκ ἐποίει νῦν. εὖ δὲ τῶν γενναίων ψυχῶν φθορὰν εἶπε τὴν ἀργίαν· τοῖς πρακτικοῖς γὰρ ἡ ἀργία φθορά ἐστι· “κεῖτο γὰρ ἐν νήεσσί” φησι (Il. 2, 688), καὶ “κεῖτʼ ἀπομηνίσας” (ib. 772).

493. ἐκ τούτου λέγει τοῦ χρόνου, τοῦ τῆς μήνιδος. εἶπε γὰρ ἡ Θέτις “χθιζὸς ἔβη μετὰ δαῖτα” (424).

[*](5. Hoc scholion et proximum limachi verba: v. Schneider. vol. inverso ordine in B. 2 p. 772. 6. *Αἰσήποιο] om. Fortasse Cal- 27. * γενέσθαι] γίνεσθαι )
73

497. ἠερίη] ἐπιρρηματικῶς. διδάσκει δὲ καὶ τῶν ἐντεύξεων τὸν καιρόν· ὁ γὰρ ἑωθινὸς ἥσυχος καὶ νηφάλιος.

οὐρανὸν] οὕτω καὶ τὸ στερέωμα καλεῖ (“οὐρανοῦ ἐκκατέπαλτο” Il. 19, 351) καὶ τὸν ὑπερνέφιον τόπον. αἱ δὲ κορυφαὶ τῶν ὀρέων ὑπερνέφιοί εἰσιν.

498. εὐρύοπα] ψιλῶς μεγαλόφωνον, ὡς τὸ ἐριβρεμέτης. ἢ μεγα- λόφθαλμον, διὰ τὸ προνοητικόν. ἰδίᾳ δὲ κάθηται διὰ τὴν ἐξοχήν· “ὁ δʼ ἀφήμενος οὐκ ἀλεγίζει᾿ (Il. 15, 106). ἅμα δὲ καὶ πρὸς τὸ παρόν.

501. δεξιτερῇ δʼ ἄῤ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα] εἰκόνα δεομένου ὡς ἐν γραφῇ προέβαλεν. ἱκανὸν δὲ τὸ σχῆμα ἐπικλάσαι αὐτόν. τὸ δὲ ὑπολαβοῦσα τὸν ἀνθερεῶνα ἀντιφράζων φησὶν “ἥ οἱ γούνατʼ ἔκυσσε καὶ λάβε χειρὶ γενείου” (Il. 8, 371). ἀγαθὰ δὲ λεχθῆναι οἰωνιζο- μένη τοῦ γενείου αὐτοῦ προσελάβετο.

503. *ἀθανάτοισι] τὸ ἀθάνατον ἐπὶ ἐμψύχων, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων οἱ φιλόσοφοι τάττουσιν. ὁ δὲ Πλάτων, ἀθάνατον εἶναι λέγων τὴν ψυχὴν, ἀθανάτοις ὁμώνυμον εἶναι ἐπιφέρει, διότι τὸ μὲν κυρίως ἀθάνατον καὶ κατʼ οὐσίαν καὶ κατʼ ἐνέργειάν ἐστιν ἀμετάβλητον, τὴν δὲ ψυχὴν κατʼ οὐσίαν μὲν οἶδεν ἀθάνατον, οὐκέτι δὲ καὶ κατʼ ἐνέργειαν. οὕτω δʼ ἂν εἴποις καὶ τὰ οὐράνια ἀθανάτοις ὁμώνυμα· μεταβάλλει γὰρ καὶ αὐτὰ, εἰ καὶ μὴ κατʼ οὐσίαν, ἀλλὰ κατὰ τόπον. ὅτι δὲ πάθος τῆς ζωῆς ἡ ἀθανασία καὶ σύμπτωμά τι (ἐπὶ ὑποθέσει γάρ τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεσθαι), προεγράφη ἐν τῷ περὶ πάθους· ὁ δὲ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν θανάτου ἁμαρτάνει· οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλʼ ἐν ἕξει καὶ διαθέσει.

ὄνησα] πεφεισμένως ὠφέλειαν εἶπε τὴν τῆς ἀρχῆς σωτηρίαν· ὑπέμνησε μέντοι τῆς χάριτος, ἀλλʼ οὐκ ὠνείδισεν.

504. ἔνιοι μέν φασιν ὅτι καὶ λόγῳ ὤνησε τὸν Δία καὶ ἔργῳ, λόγῳ μὲν βοηθὸν ἐλθεῖν πείσασα τὸν Βριάρεων, ἔργῳ δὲ διὰ τὸ μηκέτι δεθῆναι. ἄμεινον δὲ φάσκειν ὅτι προσέθηκε τὸ λόγῳ καὶ μὴ γενό- μενον, ἵνα μὴ δοκῇ φανερῶς ὀνειδίζειν τὸ ἔργον.