Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

505. τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων] εἰς ἔλεον ἐπάγει τὴν ἀωρίαν τοῦ παιδὸς οἰκτισαμένη, καὶ δεικνύουσα ὅτι βίου πολυ- χρονίου προκρίνας τιμὴν καὶ ταύτης συνεστέρηται. ἐν βραχεῖ δὲ πάντα πέφρασται. καλῶς δὲ οὐκ εἶπε τίμησον Ἀχιλλέα· ἀγωγὸν

74
γὰρ πειθοῦς μᾶλλον τὸ τῆς φύσεως ὄνομα. καὶ ἐν τοῖς ἑξῆς “υἱὸν ἐμὸν τίσωσιν” (510).

εἰ ἐγὼ ἀλλοτρίους ὠφέλησα, πῶς οὐ δίκαιον ἐμὲ παρακαλεῖν ὑπὲρ τοῦ ἐμοῦ παιδὸς, καὶ ταῦτα ὑβρισθέντος καὶ δυστυχοῦντος; πλήρω- σον οὖν μοι τὴν αἴτησιν.

508. σύ περ] ἠθικὸν τὸ σύ· ὃν ἐκεῖνος ὕβρισε, σὺ μὴ ὑπερόψει.

509. τόφρα δʼ—] ἐλάχιστον ὁρίζει καιρὸν πρὸς πειθώ. κακῶς δὲ τὸ ἀναφορικόν. ἀλλαχοῦ δέ “ὄφρα μὲν ἠέλιος, τόφρα μάλʼ ἀμφο- τέρων βέλεʼ ἥπτετο” (Il. 16, 777).

510. ὀφέλλωσιν] αὐξήσωσιν αὐτὸν τῇ τιμῇ. εἰκότως δὲ τὸ τῆς τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ. τοῖς γὰρ ἀγαθοῖς ἀνδράσι τιμὴ φίλον, ἀτιμία δʼ ἐχθρόν.

511. τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς] ὅτι μετʼ ἐπισκέ- ψεως ποιεῖσθαι τὰς ἀποκρίσεις δεῖ, ὅπου καὶ ὁ Ζεὺς σκέπτεται· ἅμα δὲ καὶ ὅτι περὶ πάσης ἐνθυμεῖται τῆς Ἰλιακῆς περικετείας. τὸ δὲ τί περιττόν.

512. ὡς ἥψατο γούνων] ὅσπερ, ἀναφορικῶς. διδάσκει δὲ ἡμᾶς ὁ ποιητὴς μὴ ἀποκάμνειν ἐν ταῖς ἱκεσίαις.

513. ὣς ἔχετʼ ἐμπεφυυῖα] οὕτως, ἀνταποδοτικῶς. ἐμφαντικὴ δὲ ἡ μεταφορὰ, ὥσπερ ἡνωμένης. διάστημα δὲ δίδωσιν, ἐπικλῶσα αὐτὸν εἰς ἔλεον τῷ σχήματι καὶ τῷ λόγῳ.

εἴρετο] ἔλεγεν· “εἴροντο δὲ κήδεʼ ἑκάστη” (Od. 11, 542).

51. ἐπεὶ οὔ τοι ἔπι δέος] ἐπεί σύνδεσμος, ἔπι πρόθεσις ἀναστρα- φεῖσα. οὐδένα φοβῇ ἀρνήσασθαι καὶ συγκαταθέσθαι. τοῦτο δὲ δυσωπητικόν· καὶ ὅτι ὁ τηλικαύτην ὀφειλήσας χάριν οὐδὲ τὴν τυχοῦ- σαν χαριεῖται.

516. ἀτιμοτάτη θεός εἰμι] ἣν ἔδει καὶ λίαν τιμιωτάτην εἶναι παρὰ σοί. πιθανῶς δὲ οὐκ εἶπεν ὅσον ἀχάριστος περὶ πάντας εἶ, ἑαυτὴν δὲ ἀτιμοτάτην ἔσεσθαι.

517. ὀχθήσας] εἰς ὕψος ἐπάρας τὸν θυμὸν, παρὰ τοὺς ὄχθους· ἢ μεγάλως ἀχθεσθεὶς, παρὰ τὸ ἄχθος. ἐντέχνως δὲ ηὔξησε τὴν χάριν, διʼ αὐτὴν φάσκων τὴν εἰς τοὺς φιλτάτους παρορᾶν τιμήν.

519. Ἥρῃ, ὅτʼ ἄν μʼ ἐρέθῃσιν] Ἀρίσταρχος τὸ Ἥρη κατʼ εὐθεῖάν [*](4. * ἐμοῦ] om. 22. *εἴρετο] om. B, qui reliqua 8. *ἀμφοτέρων βέλεʼ ἥπτετο] om. scholio praecedenti adiungit. 15. καὶ] om. *δὲ] δέ ἑ)

75
φησιν, ἵνʼ ἡ ὅταν με ἐρέθῃσιν ἡ Ἥρα, τότε μʼ ἐχθοδοπῆσαι ἐφήσεις.

520. αὕτως] μάτην, ψευδῶς, ἐμοῦ μὴ ταῖς ἀληθείαις ἐπικουροῦν- τος αὐτοῖς. ἄκρως δὲ γυναικεῖον ἦθος ἐξέθετο· ὑποπτεύουσι γὰρ ἅπαντα, καὶ τοῖς ἀνδράσιν ὀνειδίζουσιν ὡς οὐ πράττουσι τὰ αὐταῖς κεχαρισμένα.

523. ταῦτα μελήσεται] μελήσει δέ μοι πῶς ταῦτα τελέσω. τῆς δωρεᾶς δὲ ἐμφήνας τὸ μέγεθος, ὅτι τε τῇ γυναικὶ προσκρούσει διʼ αὐτὴν, ὅμως ἐπὶ τέλει ἐπινεύει, διδάσκοντος τοῦ ποιητοῦ ὡς μέγιστόν ἐστιν ἀποδιδόναι χάριν ὀφείλοντα.

524. κεφαλῇ] τὸ λογιστικὸν περὶ κεφαλὴν, τὸ θυμικὸν περὶ καρ- δίαν (“κραδίη δέ οἱ ἔνδον ὑλάκτει Od. 20, 13), τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ. “ἧπαρ ἔκειρον” (Od. 11, 578).

*Πορφυρίου. διὰ τί ὑποσχόμενος ὁ Ζεὺς τῇ Θέτιδι ἐπικρατεστέ- ρους ποιῆσαι τοὺς Τρῶας οὐκ εὐθὺς τοῦτο τελεῖ, πολὺν δὲ φόνον πρότερον ἐπιτρέψας τῶν Τρώων γενέσθαι, ὡς εἰπεῖν τὸν ποιητὴν “ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλ- κείῃσι δαμέντες” (Il. 6, 73), τότε τῇ ὑποσχέσει προστίθεται; ῥητέον δὲ ὅτι τῶν ὅρκων παρὰ τῶν Τρώων συγχυθέντων τιμωρίαν δοῦναι πρότερον τοὺς παραβάντας ἠξίωσεν καὶ πολλῶν διὰ τοῦτο ἀνῃρημένων ὡς εἰς ἀπόγνωσιν τῶν πραγμάτων ἀφικέσθαι καὶ βουλὰς τοῦ δεῖν ἀποδοῦναι τὴν Ἑλένην. τότε λυσάντων τῶν Ἑλλήνων τὴν παράβασιν ἐκ τοῦ μὴ δέξασθαι τὰ πεμφθέντα ἐκ τῆς Ἰλίου ἐπαγγέλματα διὰ τοῦ Ἰδαίου ἔχοντα οὕτως. “ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ εἰπέμεν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, μῦθον Ἀλεξάνδροιο, οὗ εἵνεκα νεῖκος ὄρωρε· κτήματα μὲν ὅσ᾿ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ᾿, ὡς πρὶν ὤφελλ᾿ ἀπολέσθαι, ἂψ ἐθέλει δόμεναι καὶ ἔτʼ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι, κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο οὔ φησι δώσειν· ἦ μὴν Τρῶές γε κέλονται” (Il. 7, 386–393). τοιαύτης γὰρ πρεσβείας ἀφιγμένης προστίθησιν ὁ Διομήδης “μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω, μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός [*](1. ἐρέθῃσιν] *ἐρεθίσ dio πρ΄ expressum, de quo dixi in 5. * πράττουσι] πράττοντας annotatione ad p. 1, 1. 8. δι᾿] * δοὺς 22. ἀποδοῦναι Cobetus] ἀπογνῶσι 14. Πορφυρίου] Nomen compen-)

76
ἐστιν, ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται” (Il. 7, 400— 402). ἔπειτα τῶν Ἑλλήνων συμψήφων γενομένων “ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν, μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο” (Il. 7, 403. 404). καὶ τότʼ Ἀγαμέμνονος εἰπόντος Ἰδαῖ᾿, ἤτοι μῦθον αὐτὸς ἀκούεις, ὥς τοι ὑποκρίνονται, ἐμοὶ δʼ ἐπιαν- δάνει οὕτως.” καὶ διὰ πάντων τῶν τε ἀρίστων καὶ τοῦ βασιλέως τοῦ τε ὄχλου διελθόντος ὅτι μηδʼ ἐμμένουσι τοῖς ὅρκοις καὶ ἀποδιδόασι τὴν Ἑλένην καὶ τὰ κτήματα καὶ ὅσα ὡμολογήθη χρὴ πείθεσθαι, ἀλλὰ μόνον πολεμεῖν, συνέβη λύσιν γενέσθαι τῶν ὁρκίων καὶ τὴν ἐπιορκίας δυνάμει ἄφεσιν. οὗτοι γὰρ οὐκ εἰς ἀπαίτησιν τῆς Ἑλένης κατὰ τοὺς ὅρκους ἐτράπησαν, εἰς δὲ παραίτησιν μὲν ταύτης, πολέμου δὲ παρασκευήν. ὅθεν καὶ τεῖχος ταῖς ναυσὶ περιβάλλοντες φαίνονται, τοὺς μὲν ὅρκους ἐάσαντες, πρὸς ἄλλα δὲ τραπόμενοι. διὸ καὶ ἐπι- λέγει ὁ Ἀγαμέμνων “ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης,” ἀνελὼν τὸ δεῖν τούτοις ἐμμένειν καὶ ἐπιτρέψας αὐτοὺς τῷ Διί. ἀνῃ ρημένου τοίνυν Πανδάρου τοῦ τοὺς ὅρκους παραβάντος καὶ θυσιῶν καὶ λιτανειῶν γεγονυιῶν καὶ ἐπιστροφῆς πρὸς τοὺς ὅρκους διὰ τοῦ ὁμο- λογεῖν καὶ λέγειν “δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ δώομεν Ἀτρείδῃσιν ἄγειν, νῦν δʼ ὅρκια πιστὰ ψευσάμενοι μα- χόμεσθα, τῷ οὔ νύ τι κέρδιον ἡμῖν ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξωμεν ὧδε.” καὶ εἰκότως καὶ ἧττα γίνεται ὑπὸ τοῦ μὴ ἐκτελε- σθῆναι τὰ εἰρημένα καὶ παύεται ἡ ἐκ τῆς παραβάσεως μῆνις τῶν Ἑλλήνων ἀρνησαμένων τὴν κατὰ τοὺς ὅρκους γινομένην ἀπόδοσιν καὶ εἰς πόλεμον παρεσκευασμένων.

526. ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς δὲ αἰτίας εἶπε διʼ ἃς οὐ τελοῦμεν τὰς ὑποσχέσεις, ἢ μετανοήσαντες, ὅπερ δηλοῖ τὸ παλιν- άγρετον ἤτοι τὸ εὐμετάτρεπτον· ἢ παραλογιζόμενοι τοὺς δεηθέντας, ὅπερ ἐν τῷ ἀπατηλόν νοεῖται· ἢ οὐ δυνηθέντες ἐκτελεῖν τὰς ὑποσχέ- σεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον.

528. κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε] ἐπένευσε ταῖς ὀφρύσι· μέρος γὰρ καὶ αὗται τῆς κεφαλῆς. κυάνεαι δὲ αἱ μέλαιναι καὶ αἱ κατα- πληκτικαί.

530. μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον] κατὰ συλλογισμὸν ὁ ἔπαινος· οἷος γάρ ἐστιν ἐδήλωσε, καὶ ὅτι νεύματι τὸν Ὄλυμπον κινεῖ. περὶ δὲ τῆς Ἥρας μετριώτερον· “σείσατο δʼ ἐνὶ θρόνῳ, ἐλέλιξε δὲ [*](9. λύσιν Cobetus] λῆσιν 35. *σείσατο] εἴσατο)

77
μακρὸν Ὄλυμπον” (Il. 8, 199). τὸ μέντοι μέγαν οὐκ ἀργὸν, ἀλλʼ ὅτι καὶ τοσοῦτος ὢν τῷ νεύματι ἐσείσθη. τῷ δὲ τάχει τῶν συλλαβῶν τὸν τρόμον τοῦ ὄρους διαγράφει καὶ τὸ ταχὺ τῆς κινήσεως δηλοῖ.

531. διέτμαγεν] διεχωρίσθησαν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τεμνο- μένων σωμάτων.

532. εἰς ἅλα] πρὸς τὸν παῖδα γὰρ ἀπιοῦσα ὑπόνοιαν ἂν ἔδωκε τῇ Ἥρᾳ. τὸ δὲ ἆλτο ψιλῶς· τὸ γὰρ α καταλῆγον εἰς λ ἑνὸς τῶν τῆς τρίτης συζυγίας ἐπαγομένου ψιλοῦται.

534. ἐξ ἑδέων] δασύνεται παρὰ τὸ ἕζω. οἱ δὲ μετὰ τοῦ ρ, ἐξ ἑδρέων. τὸ δὲ σφοῦ συγκοπῇ τοῦ σφετέρου. ἔνθεν καὶ Λυκοῦργος ἐθέσπισεν ἐπανίστασθαι τοῖς γεραιτέροις. τοιοῦτος καὶ Τηλέμαχος.