Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

448. ἑξείης] οἶμαι τὴν ει πεπλεονακέναι ὡς ἐν τῷ ἀδελφειός. ἐΰδμητον δὲ ἐκ τοῦ δέμω δμῶ δμήσω δέδμηται, δμητός, ἐΰδμητος, ὡς ἐΰννητος.

449. χερνίψαντο δʼ ἔπειτα] δεῖ γὰρ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰκάζειν αὑτὸν θεῷ. διὰ τί δὲ μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺς ἀνθρώ- πους ἀπονίπτοντας τὰς χεῖρας; ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο ὥστε δεῖσθαι ἀπονίψεως, καὶ ὅτι παυόμενοι τοῦ δειπνεῖν ἔσπενδον· μετὰ δὲ τὰς σπονδὰς οὐ δεῖ ἀπονίπτεσθαι. ῥητέον δὲ καὶ τοῦτο. ὅταν γὰρ λέγῃ “χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα νίψαθαι” (Od. 1, 136), φήσομεν, ἀλλʼ οὐχὶ πρὸ τοῦ δείπνου μόνον· ἁπλῶς γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος διέξεισιν, ὥστε παρέκειτο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίπτεσθαι. καὶ γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου βούλοιντο χρῆσθαι αὐτοῖς παρέκειτο. οὕτω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ Τηλεμάχου εὐωχουμένους οὐκέτι δεδήλωκεν ὅπως τῆς ἠϊόνος ἀπηλλάγησαν. καὶ τὴν Ἀθηνῶν Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ, οὐκέτι φησὶ πῶς τοῦτο ἀπιοῦσα ἀπέλαβε. καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι Μηριόνης δίδωσιν Ὀδυσσεῖ· ὅπως δὲ τοῦτο ἀπέδωκεν, οὐκέτι ἐπεση- μήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθʼ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παῤ αὐτῷ· οὐ γὰρ μόνον τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντισεν.

[*](3. * μόνως φησὶ] μόνον ὥς φησι διέξεισιν] *ἐπέξεισιν 15. ἐΰννητος] ἐΰνητος 27. τῆς ἠϊόνος] *ἐκ τῆς ἠϊόνος ἀνα- 16. * δεῖ γὰρ] γὰρ om. στάντες 20. *ἀπονίπτεσθαι] νίπτεσθαι 29. * ἀπιοῦσα ἀπέλαβε] ἀντέλαβε 23. *οὐκέτι] οὐκ ἐπὶ)
67

οὐλοχύτας] τινὲς τὰ κανᾶ δι᾿ ὧν ἐπέχεον τὰς οὐλὰς, αἳ πρὸς ἀντιδιαστολὴν μὲν εἴρηνται τῶν ψαιστῶν· ἀπαρχὴ δὲ τῆς προτέρας ζωῆς ἀπεδίδοντο τοῖς θεοῖς αἱ κριθαί· πρὸ τῶν πυρῶν γὰρ εὕρηνται, καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν βαλάνων οὕτως ὠνομάσθησαν.

450. μεγάλʼ εὔχετο] μεγάλως ἀνασχὼν τὰς χεῖρας· ἐπὶ σωτηρίᾳ γὰρ εὐχόμενος παρρησίαν ἄγει. ὅτε δὲ κατηρᾶτο, ἡσυχῇ ηὔχετο· ἐπʼ ὀλέθρῳ γὰρ ἀνθρώπων ἡ αἴτησις.

453. ἤδη μέν ποτʼ ἐμεῦ πάρος ἔκλυες] ἐλεύθερον καὶ προσακτικὸν τὸ χάριτας εἰδέναι. φησὶν οὖν, εἰ προήκουσάς μου, καὶ νῦν δίκαιος εἶ ἀκοῦσαι.

454. ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον (Il. 16, 237) οὐκ ὀρθῶς μετηνέχθη ἐντεῦθεν. οὐ γὰρ εἰκότως Ἀχιλλεὺς ἐπιχαίρει τῇ ἥττῃ τῶν Ἑλλήνων. ὁ δὲ Χρύσης βάρβαρος καὶ μισέλλην.

457. τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων] δεξιὸν καὶ παιδευτικὸν τὸ παραχρῆμα μετατίθεσθαι εἰς ἔλεον τὸν θεόν.

458. προβάλοντο] προεβάλοντο εἰς τὸν βωμόν· ἔστι δὲ τὸ σχῆμα ὁμοιοτέλευτον.

459. αὐέρυσαν] τὸ αὖ τὸ πάλιν δηλοῖ. Κυμαίων δὲ ἔθος τὸ αὐερύειν, αἰτούντων τὸν θεὸν ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω αὐτοὺς ἕλκειν. τηρεῖ δὲ τὰ Ἑλληνικὰ ἔθη.

460. μηρούς τʼ ἐξέταμον] ἐπεὶ στάσεως αἴτια μᾶλλον τῶν ἄλλων ὀστῶν. τὸ δὲ λίπος ὡς λαμπρὸν, ἢ διὰ τὸ καίεσθαι διʼ αὐτοῦ τὰ μηρία.

461. δίπτυχα ὡς ὑπόβρυχα· ὧν τῷ μὲν ἑνὶ ἐπετίθετο ὁ μηρὸς, θατέρῳ δὲ τὰ ἄκρα.

ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν] ἀλλαχοῦ ἡρμήνευσε τί ἐστι τὸ ὠμοθέ- τησαν· “ὁ δʼ ὠμοθετεῖτο συβώτης, πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν” (Od. 14, 428).

462. * καῖε δʼ ἐπὶ σχίζῃς] ἠγνόησάν τινες τὸν θυοσκόον, ἀποδι- δόντες τὸν αὐτὸν μάντιν. δοκεῖ δέ μοι ἱερέα αὐτὸν ἀποδιδόναι, ἀπὸ τοῦ [*](1. οὐλοχύτας] Hoc lemma est interiore, ὅτι κατὰ τὴν Πατρόκλου in B. ἔξοδον οὐκ ὀρθῶς λέγεται ἐντεῦθεν 2. *μὲν εἴρηνται] om. μεχθεὶς, quod μεταχθεὶς vel μετενεχ- 11. Huius scholii pars prior θεὶς esse potest. ὅτι—μετηνέχθη Aristonici est in 26. ὠμοθέτησαν] * ὠμοθετῆσαι Veneto A sic scripta in margine 27. * ὠμοθετεῖτο] ὠμοθέτει )

68
καίειν τὰ θύη. λέγει γὰρ “καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων.” ὁ οὖν καίων τὰ τεθυμένα τοῖς θεοῖς θυοσκόος. “θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτρο- κλον” (Il. 9, 219)· καὶ “τὸν πῦρ κῆαι ἄνωγε” (Od. 15, 97)· καὶ “πῦρ μέγα κηάμενος” (Od. 23, 51). καὶ ὁ Χρύσης δὲ λέγει “ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα” (40). ἀπὸ συμβεβηκότος οὖν θυοσκόος ὁ ἱερεύων τοῖς θεοῖς ἐκ τῶν ἰδίων, καὶ εἴ τις ἄλλος βούλοιτο. πῶς οὖν ὁ Λειώδης φησὶν “αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσ- κόος οὐδὲν ἐοργὼς κείσομαι” (Od. 22, 318); πρὸς ὃν ἀποκρίνεται “εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, πολλάκι μου μέλλεις ἀρήμεναι ἐν μεγάροισι τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι.” τοὺς γὰρ ἱερέας ποιεῖ καὶ καταρωμένους, ὥσπερ τὸν Χρύσην, οὐ τοὺς μάντεις. ὅταν οὖν εἴπῃ “ἢ οἱ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες” (Il. 24, 221), οὐ δεῖ συνάπτειν τῷ θυοσκόοι ἢ ἱερῆες, ἀλλʼ ἢ θυο- σκόοι ἢ ἱερῆες, ἵνʼ ᾖ ἐπίθετον τῶν ἱερέων τὸ θυοσκόοι, τὰ τεθυμένα καίοντες· ὁ γὰρ διαζευκτικὸς ἄλλους καὶ ἄλλους δηλοῖ, ὡς τὸ “ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον” (62). περὶ τριῶν γὰρ ἔφη, περὶ μάντεως, ὃς ἐκ σημείων ἢ τεράτων ἢ οἰωνῶν ἢ ἔκ τινων συμβόλων ἢ ἀποβάντων λέγει καὶ μαντεύεται, ὡς ὁ Κάλχας ἐκ τοῦ λοιμοῦ τὴν Ἀπόλλωνος μῆνιν, ἐκ τοῦ δράκοντος καὶ τῶν στρουθῶν τὰ περὶ τὴν πόρθησιν τοῦ Ἰλίου· ὁ δὲ Θεοκλύμενος ἐξ οἰωνῶν, ἀετὸν θεασάμενος τίλλοντα πέλειαν (Od. 15, 529)· καὶ ἡ Ἑλένη ἐπὶ τῶν ἁρπασάντων τὸν ἥμερον χῆνα ἐκ τῆς αὐλῆς “κλῦτέ μοι, αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσιν” (Od. 15, 172). ὁ μὲν οὖν μάντις τοιοῦτος. ὁ δὲ ἱερεὺς ἀρᾶται καὶ εὔχεται τῷ θεῷ, οὗπερ καὶ τὴν ἱερωσύνην ἔχει, ὡς ὁ Χρύσης κατα- ρᾶται μὴ τυχὼν τῆς θυγατρὸς, καὶ πάλιν τυχὼν ὑπερεύχεται. ὁ δʼ ὀνειροπόλος ἔμπειρός ἐστιν ἀποκρίνεσθαι ὀνείρατα, ὥσπερ Πηνελόπη (Od. 19, 535) τὸν Ὀδυσσέα καὶ τοὺς χῆνας ὁραθέντας ἐπερωτᾷ ἐνύπνια διελέσθαι καὶ σαφηνίσαι. καί τινα Εὐρυδάμαντα ὀνειρο- πόλον γέροντά φησι μὴ κρίνασθαι τοῖς ἑαυτοῦ παισὶν ὀνείρους, ὁπότε ἤρχοντο ἐπὶ τὸν πόλεμον (Il. 5, 150), οὐ μὰ Δία θεασάμενος αὐτός. οὐδὲ μὴν ἐκείνους ἰδεῖν ἔφη, ἐξ ὧν καὶ ἔμελλεν ὁ πατὴρ κρίνειν αὐτοῖς τὸ μέλλον. ὅτι δὲ διέζευκται ὁ θυοσκόος ἱερεὺς τοῦ μάντεως δῆλον “τῶν οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες.”

[*](13. ἀλλʼ ἢ] ἀλλὰ ἢ)
69

463. πεμπώβολα] διὰ τὸ μὴ συμπεσεῖν τῷ πεντώβολον. καὶ τοὺς μὲν ἄλλους τρισὶν ὀβελοῖς πείρειν, Κυμαίους δὲ πέντε φασίν.

464. μῆῤ] ἀπὸ τοῦ μηρία συνεκόπη καὶ ἐγένετο μῆρα, καὶ κατὰ ἀποκοπὴν μῆῤ. δηλοῖ δὲ τὰ ἐναγίσματα τῶν θεῶν. Ἰακῶς δὲ τὸ πάσαντο προενεκτέον. σπλάγχνα δὲ ἀντὶ τοῦ τῶν σπλάγχνων, ὅ ἐστι τῶν ἐντοσθιδίων, ἥπατος, νεφρῶν καὶ τῶν ἑξῆς. τούτων δὲ πάντων ἀπεγεύοντο, ἀπὸ σπλάγχνων καὶ ψυχικῆς σπουδῆς δίδοντες τὰς θυσίας.

*ἐπάσαντο] ἔστι μέσος ἀόριστος πρότερος· τὸ θέμα πατῶ, ὃ σημαίνει τὸ ἐσθίω, ὁ μέλλων πατήσω καὶ κατὰ συγκοπὴν πάσω. ἐντεῦθεν γέγονε καὶ φάτνη, ὁ τόπος ἐν ᾧ ἐσθίουσι τὰ ἄλογα. τὸ δὲ πατῶ, ὃ σημαίνει τὸ ἐσθίω, γίνεται παρὰ τὸ μασσῶ τὸ μαλάσσω. ὅθεν καὶ πασᾶσθαι παρὰ τὸ μασᾶσθαι, τροπῇ τοῦ μ εἰς π, καὶ ἀναδρομῇ τοῦ τόνου πάσασθαι.

465. μίστυλλόν τʼ ἄρα τἄλλα] παρὰ τὸ μεῖον, μείως ἔτιλλον, καὶ κατὰ συγκοπὴν μίστυλλον. οὐκ ἔχει δὲ τὸ ε ὡς οὐδὲ τὸ ο μικρὸν, παρὰ τὸ μεῖον ὄν. τὸ δὲ τἄλλα κατὰ συναλοιφήν ἐστιν, ὡς τἄργα. ὁ δὲ Ἡρωδιανὸς τὸν τέ παραπληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει.

466. ὤπτησάν τε περιφραδέως] ἐμπειρίας γὰρ δεῖ τοῖς ὀπτῶσι· καὶ ὀπτᾶν δὲ εἴρηται διὰ τὸ πυκνότερον ἐποπτεύειν τὸν ὀπτῶντα.

467. πόνου] τοῦ τῆς ἱερουργίας πόνου, ἤτοι τῆς ἐνεργείας· οὐδέ- ποτε γὰρ πόνον τὴν ἀλγηδόνα φησὶν ὁ ποιητής. ἐνίοτε δὲ καὶ τὴν ταλαιπωρίαν δηλοῖ· “ἦ μὴν καὶ πόνος ἐστί” (Il. 2, 291). νῦν δὲ τὴν περὶ τὴν ἱεροποιίαν σπουδήν.

τετύκοντο] τεύχω ἔτυχον ἐτυχόμην ἐτύχοντο· ποιητικὸς ἢ Ἰωνικὸς διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις μετὰ τροπῆς, καὶ γίνεται τετύκοντο, ὥσπερ παρὰ τὸ χάζω κεχάδοντο· “κεχάροντο δὲ πάντες Ἀχαιοί” (Od. 4, 344).

468. ἐΐσης] τῆς ἴσως πᾶσιν ἐπιγινομένης διὰ τὸν ἔρωτα. ἢ τῆς μεριζομένης, ἐπεὶ κἀν τοῖς εὐτελέσι τὴν ἰσότητα ἐτήρουν· δαιτρὸν γάρ φησι (Il. 4, 262) πίνουσιν.

[*](1. *πεντώβολον] πεντώβολα 17. συναλοιφὴν] συναλοφὴν, ut 5. * προενεκτέον] προσενεκτέον solet. 13. πασᾶσθαι παρὰ τὸ μασᾶσθαι] 21. *δὲ] om. πάσσασθαι παρὰ τὸ μασᾶσθαι 27. *δευτέροις ἀορίστοις] δύο ἀρί- 16. τὸ ο μικρὸν] ὁ om. στοις)
70

469. τὸ μὲν ἔρος ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ ᾱ πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δασυντέον· ἔστι γὰρ παρὰ τὸ ἵημι, καὶ ὁ δεύτερος ἀόριστος ἧν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, τὸ παθητικὸν ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. ταῦτα δὲ καὶ πλεονά- ζουσι τῷ ι πολλαχοῦ.

ἀστικὸν δὲ τὸ μὴ φάναι ὅτι μέχρι κόρου ἤσθιον· τοῦτο γὰρ δου- λοπρεπὲς, ὡς ἐπὶ Εὐμαίου “πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος βῆ ῥ᾿ ἴμεναι μεθʼ ὕας” (Od. 17, 603). λέγουσι δὲ τὸ μὲν ἔρος ἐπὶ πάντων λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ μόνων τῶν ἀφροδισίων.

470. κοῦροι μὲν κρητῆρας] ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους· οἰνοχόει δὲ υἱὸς Μενελάου. “ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο οἶνον ἐνοινοχοεῦντες” (Od. 3, 471). διὸ καὶ παῖδας μέχρι νῦν τοὺς δούλους φαμέν· καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν.

ἐπεστέψαντο ποτοῖο] ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν, ὡς δοκεῖν ἐστέφθαι τῷ ὑγρῷ· “κρητῆρας” γὰρ “ἐπιστεφέας οἴνοιο” διέδωκαν (Il. 8, 232).

471. νώμησαν] διέδωκαν. ἐπαρξάμενοι δὲ, ἐπιχέαντες. ὁ δὲ νοῦς οὕτως, τῇ οἰνοχοῇ ἐπιχέαντες τοῖς ποτηρίοις διέδωκαν πᾶσιν· ἢ ἀπαρξάμενοι σπονδὴν τοῖς θεοῖς, πᾶσιν ἐνώμησαν. νέμω δὲ νωμῶ ὡς τρέχω τρωχῶ. τὸ δὲ δεπάεσσι πλεονασμῷ τοῦ ε ὡς πλέοσι πλεό- νεσσι.