Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

343. δεῖ γὰρ τὸν ὅλως ἔχοντα γνῶσιν μὴ τὰ παρόντα μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰ μέλλοντα καὶ τὰ ἀποβησόμενα. μέγιστον δὲ τοῦτο πρὸς κατηγορίαν ἡ ἀπρονοησία καὶ τῷ ψιλῷ ἀνθρώπῳ, ὥς πού φησι “νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες” (Od. 21, 85).

344. μαχέοιντο] μάχοιντο. πλεονασμὸς δέ ἐστι τοῦ ε.

345. Πάτροκλος δὲ] τὸ ἤπιον αὐτοῦ διὰ τῆς σιωπῆς τῆς νῦν [*](5. ἐμφαντικῶς] *ἐμφατικῶς 22. ἐστὶ Cobetus] δὲ 8. πρότερον] *πρότερος)

56
κἀν ὅλῃ τῇ στάσει καὶ τῷ μηνιθμῷ δεικνύει. καὶ νῦν δὲ οὐ φθέγγεται, ἵνα μὴ ᾖ παροξυντικός.

346. καλλιπάρῃον] εὖ τὸ ἐπίθετον εἴρηται. τὴν τοῦ ἐρῶντος διά- θεσιν ἐμφαῖνον τῷ δηλοῦν οἵας ἐρᾷ.

347. τὼ δʼ αὖτις ἴτην] οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν εἶχον τὸ λεχθέν. οὐ λαβόμενοι δὲ τῆς χειρὸς ἦγον, ὡς προσετάχθησαν.

348. ἀέκουσα] ἔστι γὰρ φίλανδρος, ὡς ὁ τρόπος αὐτῆς δηλοῖ, καὶ ταύτην δευτέραν αἰχμαλωσίαν ὁρίζεται. διὰ μιᾶς δὲ λέξεως ὁλόκλη- ρον ἡμῖν τοῦ προσώπου τὸ ἦθος νοεῖν καταλέλοιπεν.

349. ἕτοιμον τὸ ἡρωϊκὸν πρὸς δάκρυα. καὶ Ὀδυσσεὺς “ὡς δὲ γυνὴ κλαίῃσι” (Od. 8, 523). καὶ ἡ παροιμία “ἀεὶ δʼ ἀριδάκρυες ἀνέρες ἐσθλοί.” ἄλλως τε καὶ φιλότιμος ὢν ἀνιᾶται τῇ ὕβρει· παλαιᾶς τε γὰρ συνηθείας στέρεται καὶ τοῦ γυναίου ἀκουσίως ἀπαλλάττεται. ἄκρως δὲ ἐρῶντα χαρακτηρίζει· οὗτοι γὰρ ταῖς ἐρημίαις ἥδονται, ἵνα τῷ πάθει σχολάζωσιν. τὸ δὲ νόσφι, ὅπως μὴ γνώριμον τοῖς ἑτέροις ᾖ τὸ πρὸς τὴν μητέρα ἐντύχημα. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα.

350. θῖνʼ ἐφ᾿ ἁλὸς πολιῆς, ὁρόων ἐπὶ οἴνοπα πόντον] οἰκεῖον τῇ θινὶ τὸ πολιὸν, τῷ δὲ πόντῳ τὸ ἄπειρον καὶ τὸ οἶνοψ.

ἐπʼ ἀπείρονα πόντον] ἱκανὴ παραμυθία τοῖς ἐπὶ ξένης λυπουμένοις ἀφορᾶν εἰς τὴν θάλατταν, διʼ ἧς τῶν πατρίδων εἴργονται. καὶ Ὀδυσ- σεὺς “πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο” (Od. 5, 84). τάχα δὲ ὁ Ἀχιλλεὺς καὶ ὡς εἰς συγγενὲς τῇ μητρὶ χωρίον ἐπὶ τὴν θάλατταν ὁρᾷ.

351. χεῖρας ὀρεγνύς] ὥσπερ ἀσπαζόμενος ὀρέγει τὼ χεῖρε τῇ μητρί. καὶ ἐπὶ Πολυφήμου “εὔχετο χεῖῤ ὀρέγων” (Od. 9, 527).

352. μινυνθάδιόν περ ἐόντα] τοῦτο μάλιστα δύναται λυπῆσαι μητέρα, ὀλιγοχρόνιος υἱὸς, ὃ πρῶτον προβάλλεται. τὸ δὲ ἐόντα ἐσόμενον. ᾔδει δὲ διʼ ὧν εἶπεν αὐτῷ ἡ μήτηρ “διχθαδίας κῆρας” (Il. 9, 411). παιδευτικὸν δὲ τὸ μὴ εἰς ῥᾳστώνην, ἀλλʼ εἰς τὸ πρακ- τικὸν νεῦσαι τὸν ἥρωα. φιλοστοργίᾳ δὲ καὶ ἐλέῳ προκαλεῖ τὴν μητέρα. ἐν κεφαλαίῳ δὲ τὴν εὐχὴν ἐκθέμενος ὕστερον λεπτολογεῖ. ἔστι δὲ παρὰ τὸ μίνυνθα. παραπληροῖ δὲ ὁ πέρ.

353. Ὀλύμπιος] οὕτω κατʼ ἐξοχὴν τὸν Δία. καὶ Κρονίδην αὐτόν φησιν.

[*]( ἡ παροιμία] Conf. schol. ad πρακτικὴν κατανεῦσαι 19, 5. προκαλεῖ] * παρακαλεῖ 21. *ἀφορᾶν] om. 31. *κεφαλαίῳ] κεφαλαίοις 29. * εἰς τὸ πρακτικὸν νεῦσαι] εἰς )
57

254. ὑψιβρεμέτης] ὁ ἐν ὕψει βρέμων διὰ τῶν βροντῶν ἢ τῶν ἀνέμων. φιλεγκλήμονες δὲ κατὰ θεῶν οἱ ἀτυχεῖς.

355. εὐρυκρείων] ποιητικὸν τὸ ἐπίθετον.

356. ἔχει — αὐτὸς ἀπούρας] ἀντὶ τοῦ ἔλαβεν οὐ πειθοῖ, ἀλλʼ ἀπουρίσας· “ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας” (Il. 22, 489).

357. δακρυχέων] τὸ δακρυχέων ὑφ᾿ ἓν ἀναγνωστέον. πότνια] σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς θεοῖς. καὶ ποτνιᾶσθαι δέ ἐστι τὸ προσπίπτειν καὶ παρακαλεῖν.

358. πατρὶ γέροντι] τοὺς ἐν θαλάσσῃ τιμωμένους ἁλίους γέροντάς φησιν, ὡς Πρωτέα Φόρκυνα Νηρέα.

359. καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾿ ὀμίχλη] ἀντὶ τοῦ κραιπνῶς. ταχεῖα δὲ ἡ ἄνοδος ὡς μητρὸς καὶ θεᾶς. φαντασία δέ τις περίκειται τῇ θεῷ διὰ τῆς ὁμίχλης. ἢ ὅτι θαλασσία ἐστὶν ἡ θεός· τὴν γὰρ Ἥραν νῷ παρεικάζει· λεπτομερὴς γὰρ ὁ ἀὴρ ὡς πρὸς σύγκρισιν τῶν ὑδάτων.

360. δακρυχέοντος] οὐκ ἐξίσταται τοῦ κλαυθμοῦ, ἐπεὶ οὐ μεμ- πτέος· οὐδὲν γὰρ ἄτοπον, εἰ καὶ ἄλκιμος ἦν, ὅτι λελύπηται. ἐλεύ- θερος γὰρ ὢν καὶ ἁπλοῦς τοῦτο ποιεῖ, οὐ διὰ μικροψυχίαν.

362. τέκνον, τί κλαίεις] φυσικῶς φθέγγεται, καὶ τῶν κοινῶν ὀνο- μάτων οὐκ ἐξίσταται. ἕνα γὰρ ἔχουσα, καὶ τοῦτον ἄθλιον, πῶς ἂν αὐτὸν ἄλλως καλέσειεν; ἔστι δὲ καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν μαθεῖν ἐπειγομένης.

363. εἴδομεν] ἀνθʼ ὑποτακτικοῦ μέν ἐστιν, ἀλλʼ ἡ συστολὴ ἀνέ- δωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον. ἐν δὲ τῇ τοιαύτῃ τῶν λόγων ἀνακοινώσει κουφίζεται τοῦ βάρους ἡ ψυχή.