Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

364. στενάχων] ὁ Σιδώνιος περισπᾷ, ὁ δὲ Ἀρίσταρχος βαρύνει. τὰ πολλὰ γὰρ, φησὶ, κινήματα ὡς ἀπὸ βαρυτόνου γέγονεν· “βαρὺ δὲ στενάχοντος ἄκουσα” (Od. 8, 95)· “ἐπεστενάχοντο δʼ ἑταῖροι” (Il. 4, 154).

365. οἶσθα] ἄκρως ἐνέφηνε τὸ βαρύθυμον διὰ τοῦ προοιμίου. καὶ πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην.

366. ᾠχόμεθ᾿] ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρα δὲ διηγήσεων εἴδη, ἃ καὶ ἰδέαι· ὧν τὸ μὲν ὁμιλητικὸν, ὡς ὅταν παρά τινός τις ἀκούσας πάλιν αὐτὰ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ “πολλάκι γὰρ σέο πατρός” (396). τὸ δὲ ἀπαγγελτικὸν, ὅταν ἃ παῤ ἑτέρου ἤκουσεν [*](12. θεᾶε] *θεοῦ 34. *πάλιν αὐτὰ] αὐτῷ )

58
ἑτέρῳ διηγῆται, ὡς τὸ “ἀγγελίην τινά τοι γαιήοχε” (Il. 15, 174). τὸ δὲ ὑποστατικὸν, ὅταν τινὰ τῶν πραγμάτων ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ “ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη” (Il. 11, 671). τὸ δὲ μικτὸν ἐξ ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ “ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν” (401). εἰ γὰρ ἦν ὁμιλητικὸν, οὕτως ἂν εἶπεν, ἀλλὰ σὲ τῶν δεσμῶν ἀπολῦσαι καλέ- σασαν τὸν ἑκατόγχειρον. ὁ δὲ ἐφʼ ἑτέραν πτῶσιν μετελθὼν, ὡς ἴδιον ἤδη λόγον καὶ οὐχ ὡς παῤ ἐκείνης εἰρημένον διέξεισιν. ῥητορικὸς δὲ ὢν ὁ ποιητὴς, καὶ τρόπον ἀνακεφαλαιώσεως βουλόμενος διδάξαι ἡμᾶς, ταὐτὰ πάλιν διέξεισιν. ἡ δὲ Θήβη χωρίον ἔρημον πλησίον Λέσβου, ἀπὸ Θήβης τῆς Ἀδράμυος· ταύτην γὰρ ἆθλον ὁ πατὴρ προύθετο τῷ προύχοντι γυμνικῷ ἀγῶνι, λαβὼν δὲ αὐτὴν Ἡρακλῆς ἔκτισε τὴν πόλιν, ὀνομάσας ἐκ ταύτης. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους οὐκ ἐῶσι μαθεῖν ἡμᾶς ὅθεν ἥλω Χρυσηΐς. ἔπλει μὲν πορθήσων Χρῦσαν Ἀχιλ- λεὺς, Ἀθηνᾶ δʼ οὐκ εἴα, φάσκουσα μὴ αἱρήσειν διʼ Ἀπόλλωνα. εἰς Θήβας δὲ ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος ἀδελφὴν, Ἄκτορος δὲ θυγατέρα, ἥλω ὑπὸ Ἀχιλλέως. μεγαλοφυῶς δὲ συντέμνει τὰ περισσὰ τῶν λόγων καὶ τῶν ἱστοριῶν.

368. δάσσαντο μετὰ σφίσιν] κοινωνὸν μὲν ἑαυτὸν ἐν τοῖς κατορ- θώμασί φησιν, ἐν δὲ τῷ δάσσαντο χωρίζει. τὸ δὲ σφίσιν ὀρθο- τονητέον, ἐπειδὴ ὡς σύνθετον παραλαμβάνεται, καὶ ὅτι προθέσει συντέτακται.

374. ἐλίσσετο] οὐ προσέθηκε τοὺς λόγους οὓς οὗτος ἔφησεν· οὐ γὰρ ἀναγκαῖον νῦν. ἢ καὶ διὰ τὸ μῆκος ἀπέφυγεν.

383. ἐπασσύτεροι] παρὰ τὸ ἆσσον ἀσσύτεροι ὡς παῦροι παυρό- τεροι.

386. ἐγὼ πρῶτος] ὡς καὶ τῶν ἄλλων τοῦτον ἐχόντων τὸν σκοπόν.

393. εἰ δύνασαί γε] οὐ διστάζων, ἀλλὰ σχετλιάζων φησίν· εἴ γέ σοι κἂν τοῦτο χαριεῖται ὁ Ζεύς.

394. λίσαι] ἀπὸ τοῦ ἔλισα, ὅθεν καὶ ἐλισάμην.

396. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα] δικαίως ἡ αἰτία ἡμῖν εἴρηται τῆς ἀποστάσεως Διὸς, ὅπως μὴ δοκῇ εἶναι μισέλ- λην ὁ Ζεύς· οἱ δὲ βασιλεῖς θεοποιοῦντες αὑτοὺς τοιαῦτα περὶ θεῶν [*](1. * διηγῆται] διηγοῖτο 25. παῦροι παυρότεροι] *ἀφάρτε- 2. * ὑποστατικὸν] ὑποτακτικόν ροι παροίτεροι ἢ ἑκάτεροι 6. ἀπολῦσαι] *αὐτὸν ἀπολῦσαι 32. *μισέλλην] ὡς ἔλλην )

59
ἐφήμιζον, ὥστε ὅταν καὶ αὐτοὶ αὐχῶσι, μὴ ἀπιστοῖντο θεῶν εἶναι παῖδες. ἐστοχάσατο δὲ πάντων Ὅμηρος, ἐν μὲν τῷ προδιαλόγῳ οὐδὲν εἰπὼν, ὅπως μὴ ὀνειδίζειν δοκῇ, οὐ μὴν τὴν αἰτίαν ἐάσας ἄγνωστον. ἄξιον δὲ καὶ τοῦτο παρασημήνασθαι, ὅτι καθʼ Ὅμηρον οὐ νεογνὸν κατέλιπεν Ἀχιλλέα ἡ Θέτις. Ἀρίσταρχος δὲ τὴν σέο ἐγκλίνει, λέγων ἁπλῆν τε εἶναι αὐτὴν καὶ ἀντιδιαστολὴν οὐκ ἔχειν. ὁ δὲ Ἡρωδιανὸς καίτοι, φησὶν, ὀφείλουσα ὀρθοτονεῖσθαι, ἵνα λέγῃ σοῦ καὶ οὐκ ἄλλης ἀκήκοα, ὅμως πεπεῖσθαί φησι τὴν ἀνάγνωσιν Ἀριστάρχῳ. ὁ δὲ νοῦς οὕτως, πολλάκις σου ἐν τοῖς τοῦ ἐμοῦ πατρὸς δόμοις ἤκουσα εὐχομένης.

397. κελαινεφέϊ] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.

399. τί ποτε ἄρα βουλόμενος ταῦτα ἔπλασε, πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρμοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβού- λοντο συνδῆσαι τὸν Δία, ἡ μὲν θυγάτηρ οὖσα, οἱ δὲ ἀδελφοῖ; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς τινὲς γράφουσι καὶ Φοῖβος Ἀπόλλων, ὥσπερ οὐ τοῦ αὐτοῦ μένοντος ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ ἔπη· “οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, Ἥρη τʼ ἠδὲ Ποσει- δάων καὶ Παλλὰς Ἀθήνη, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι.” ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθήσαντες αὐτῷ μετὰ Θέτιδος, ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες· καὶ μύθους δὲ λέγου- σιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὸ “οἴη ἐν ἀθανάτοισι.” πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη, ἐνδέχεται καὶ ἄλλους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν; καὶ πῶς οὗτος βίῃ τοῦ πατρὸς ἀμείνων; δεῖ τοίνυν φυσικόν τινα μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερ- μασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον (πάντων γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι), Θέτιν δὲ τὴν θέσιν καὶ φύσιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφισταμένου ἐπὶ τὰ μεσημβρινὰ, ψύξεως γινομένης ἐν τοῖς καθʼ ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθη- νᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησὶν, ἐμφαίνων, ὡς ἔφην, τὴν χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρα- τέστερον εἶναι τοῦ θερμοῦ. ἀλλʼ ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ [*](8. *τὴν] κατὰ τὴν 25. *τοῦ εἶναι] τοῦ om.)

60
βόρεια φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διί. εἰκότως δὲ ἑκατόγχειρον τοῦτόν φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολ- λαῖς ὁμοῦ χερσὶν ἐργαζόμενος. οὗ πατρὸς δὲ ἀμείνων, τοῦ Διός· Ἀπόλλωνα γάρ φησι τὸν ἥλιον.

399. * εἴποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ— ὁππότε σε ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη] σκοπῶμεν οὖν εἴπερ ἐν τούτοις τοῖς ἔπεσιν ἡ κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις καὶ φυσικω- τέρας ἅπτεται θεωρίας. φασὶ τοίνυν οἱ δοκιμώτατοι ταῦτα περὶ τῆς διαμονῆς τῶν ὅλων· ἕως μὲν ἀφιλόνεικος ἁρμονία τὰ τέσσαρα στοι- χεῖα διακρατῇ μηδενὸς ἐξαιρέτως ὑπερδυναστεύοντος, ἀλλʼ ἑκάστου κατʼ ἐμμέλειαν ἣν εἴληχε τάξιν οἰκονομοῦντος ἀκινήτως ἕκαστα μένειν. εἰ δʼ ἐπικρατήσει ἓν τῶν αὐτῶν καὶ τυραννῆσαν εἰς πλείω φορὰν παρέλθοι, τὰ λοιπὰ συγχυθέντα τῇ τοῦ κρατοῦντος ἰσχΰι μετʼ ἀνάγκης ὑπείξειν. πυρὸς μὲν οὖν αἰφνιδίως ζέσαντος ἁπάντων ἔσε- σθαι κοινὴν ἐκπύρωσιν. εἰ δ᾿ ἀθρόον ὕδωρ ἐκραγείη, κατακλυσμῷ τὸν κόσμον ἀπολεῖσθαι. διὰ τούτων οὖν τῶν ἐπῶν μέλλουσάν τινα ταρα- χὴν ἐν τοῖς ὅλοις Ὅμηρος ὑποσημαίνει. Ζεὺς γὰρ ἡ δυνατωτάτη φύσις ὑπὸ τῶν ἄλλων ἐπιβουλεύεται στοιχείων, Ἥρας μὲν τοῦ ἀέρος, Ποσειδῶνος δὲ τῆς ὑγρᾶς φύσεως, Ἀθηνᾶς δὲ τῆς γῆς, ἐπεὶ δημιουργός ἐστι τῶν ἁπάντων καὶ θεός. ταῦτα μὲν τὰ στοιχεῖα πρῶτον μὲν συγγενῆ διὰ τὴν ἐν ἀλλήλοις ἀνάκρασιν. εἶτα συγχύ- σεως παρὰ μικρὸν αὐτῶν γιγνομένης εὑρέθη βοηθὸς ἡ πρόνοια. Θέτιν δʼ αὐτὴν εὐλόγως ὠνόμασεν. αὕτη γὰρ ὑπεστήσατο τὴν τῶν ὅλων εὔκαιρον ἀπόθεσιν ἐν τοῖς ἰδίοις νόμοις ἱδρύσασα τὰ στοιχεῖα. σύμ- μαχος δʼ αὐτῇ γέγονεν ἡ βριαρὰ καὶ πολύχειρ δύναμις. τὰ γὰρ τηλικαῦτα τῶν πραγμάτων νοσήσαντα πῶς ἂν ἄλλως δύναιτο πλὴν μετὰ μεγάλης βίας ἀναρρωσθήναι; καὶ τὸ μὲν ἄφυκτον ἔγκλημα περὶ τῶν Διὸς ἀσεβῶν δεσμῶν οὕτω φυσικῆς ἀλληγορίας ἔχει θεωρίαν.

[*](5. εἴποτε —] Scholion hoc ex- ἐπικρατήσει ἐν τῶν αὐτῶν] ἐπικρα- cerptum est ex Heracliti Alleg. τήσειεν ἕν τι τῶν ἄλλων Mehler. c. 25 p. 32 ed. Mehl. 14. παρέλθοι] παρελ 9. οἱ δοκιμώτατοι] οἱ δοκιμώτατοι 15. ὑπείξειν Heracl.] ὑπείξει φιλόσοφοι Heracl. 10. διαμονῆς addidi ex Heracl. In 17. ἀπολεῖσθοι Heracl.] ἀπολέ- B lacuna. σθαι 19. ἄλλων Heracl.] ὅλων 11. διακρατῇ] διακρα 21. θεὸς] θεὸς ἐργάνη Heracl. 12. κατʼ ἐμμέλειαν seclusit Mehl. ταῦτα μὲν] ταῦτα δὴ Heracl. 13. μένειν] μενεῖν Mehler. 27. ἂν Heracl.] om. )
61

400. Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη] πιθανῶς τοὺς Ἀχαϊκοὺς θεοὺς ἠχθρευκέναι Διΐ φησιν, ἵνʼ ἀκούοιτο Θέτις. τινὲς δὲ ἀντὶ τοῦ Ἀθήνη γράφουσι καὶ Φοῖβος Ἀπόλλων· τοῦτον γὰρ εἰκὸς ἠχθρευκέναι Διὶ, μὴ φέροντα τὸν ζῆλον τῆς ἐκείνου τυραννίδος. ὅθεν Ἥραν μὲν δεῖ, τοὺς δὲ Λαομέδοντι ὑποτάσσει. οἱ δὲ Ἥραν μὲν διὰ τὸ πολλαῖς μίγνυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ εἰς τὴν διανομὴν πεπλεονεκτῆσθαι, Ἀθηνᾶν δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαί- στῳ. ἢ διὰ τούτου τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν δηλοῖ, Δία τὸ πῦρ, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν· ὀργανικὴ γάρ ἐστι καὶ ἐπινοητικὴ τῶν ἁπάντων. μόνον γὰρ τὸ πῦρ ἐν αὐτοῖς καθαρὰν καὶ ἀμιγῆ τὴν φύσιν ἔχει.

403. ὃν Βριάρεων] ὡς μουσοτραφὴς καὶ τὰς παρὰ θεοῖς ἐπίσταται λέξεις. ἢ τὰ τελεώτερα θεοῖς ἀνατίθησιν.

407. λαβὲ γούνων] κεφαλῆς μὲν λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν· τῆς δεξιᾶς δὲ ὅτι πρακτικόν· γονάτων, ὅτι διʼ αὐτῶν ἐπικλᾶται τὸ σῶμα, εἶτα ἡ ψυχὴ καὶ οἱ λόγοι.

407. * διὰ τί εἰδὼς ὁ Ἀχιλλεὺς χάριν προσοφειλομένην τῇ μητρὶ ὑπὸ τοῦ Διὸς οὐκ εἰς τὴν νίκην τῶν Ἑλλήνων κέχρηται ταύτῃ, ὅτε, φησὶ, “πολλὰς ἀΰπνους νύκτας ἴαυεν, ἤματα δʼ αἱματόεντα διέ- πρησσεν πολεμίζων” (Il. 9, 325), εἰς δὲ ἀπώλειαν αὐτῶν κατακέ- χρηται ταύτῃ, καίπερ οὐκ αἰτίων τῆς ἀτιμίας αὐτῷ γεγονότων τῶν Ἑλλήνων, ἀλλὰ τοῦ Ἀγαμέμνονος. εἴπερ οὖν ἔδει κατὰ φίλων ἀδικησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονος δίκαιον ἦν τοῦτο, ἀλλʼ οὐ κατὰ τῶν ἄλλων Ἑλλή- νων. τὸ μὲν οὖν μὴ ὑπὲρ τῶν Ἑλλήνων χρήσασθαι τῇ τῶν χαρίτων παρὰ Διὸς ἀποδόσει οὐδὲν ἤπειγεν αὐτοῦ τοῦ Διὸς ἀστράπτοντος ἐπιδέξι᾿ ἐναίσιμα σήματα φαίνοντος καὶ πάντων πεπεισμένων ὅτι κατένευσεν ὁ Ζεὺς τὴν Τρωϊκὴν ἀπώλειαν. εὐημερούντων οὖν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μετα- βαλεῖν τὴν τοῦ Διὸς γνώμην ἄλλως οὐκ ἐνῆν ἢ διὰ χαρίτων ὀφει- λομένων ὑπομνήσεως καὶ τὸ μὲν νικῆσαι τοὺς Ἕλληνας εἰς τοὺς Ἀτρείδας ἔχει τὴν ἀναφορὰν, τὸ δὲ ἀποστρέφειν τὴν τοῦ Διὸς συμ- μαχίαν ἐκ τῶν Ἑλλήνων εἰς αὐτὸν εἶχε τὸ τέλος. εἰς τὰ αὐτῷ τοίνυν [*](2. *Διὶ] om. (διʼ αὐτῶν γὰρ ἐπικλᾶται τὸ σῶμα) 5. δεῖ] * δέει ἐπικλᾶν οἰωνιξόμενοι τὴν ψυχὴν τοῖς 15. γονάτων—οἱ λόγοι] *γονάτων λόγοις )

62
διαφέροντα θησαυρίζειν τὰς ἀπαιτήσεις οὐδὲν παράλογον εἶχε κατὰ τῶν Ἑλλήνων ἡ τιμωρία, ὅτι κατʼ αὐτὸν τὸν ποιητὴν τῷ βασιλεῖ κῦδος μὲν ἅμʼ ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρώων ἐκπέρσωσʼ εὐναιόμενον πτολίεθρον, τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων, καὶ τὸ ὅλον ἀγώνισμα δείξει τῷ Ἀγαμέμνονι κατὰ τὰς Νέστορος λόγους. αὐτὸς γὰρ τῷ ὄντι “ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.” καὶ γὰρ τοῦτο ὀμωμόκει ἐν τῇ ἐκκλησίᾳ “ὁ δέ τοι μέγας ἔσσεται ὅρκος ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν” καὶ τὰ ἑξῆς. καὶ ἡ Ἀθηνᾶ “καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα” φησὶ καὶ ἄμφω ὁμῶς φιλεῖσθαι αὐτόν τε καὶ τὸν Ἀγαμέμ- νονα ὑπὸ τῆς Ἥρας, καὶ συμβουλεύει μηδαμῶς περὶ θανάτου δια- νοεῖσθαι τοῦ βασιλέως, κἀκεῖνος συναινεῖ χρῆναι συμβουλεύουσι θεοῖς πεπεῖσθαι. σώζεσθαι οὖν ἔδει τὸν Ἀγαμέμνονα διὰ πάντων, ἵνα καὶ τὰ ἀπειληθέντα πληρωθῇ, καὶ οὐκ ἄδικος ἡ κρίσις. ὑπὲρ ὧν γὰρ λοιμωσσόντων αὐτὸς τὴν ἐκκλησίαν συνήγαγε καὶ τὸ πρόσκρουσμα εἶχε πρὸς τὸν βασιλέα, τούτους οὐδαμῶς ἔσχεν ἀγανακτοῦντας ὑπὲρ αὐτοῦ ὑβριζομένου. διὸ κατʼ ἀρχὰς μὲν ἐθεράπευεν αὐτοὺς λέγων “οὐδέ τι πω ἴδμεν ξυνήϊα κείμενα πολλὰ, λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν” καὶ ἀπειλοῦντος τοῦ, Ἀγαμέμνονος ἀφελεῖν τὴν Βρισηΐδα οὐ παῤ αὐτοῦ φησὶν εἰληφέναι, ἀλλὰ παρὰ τῶν Ἑλλήνῶν “καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ᾧ ἔπι πόλλʼ ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν,” ὕστερον δὲ μηδὲν αὐτῶν δυσχεραινόντων μηδʼ ὥσπερ ἐπὶ τοῦ Χρύσου τὴν αὐτὴν γνώμην ἐνδειξαμένων αἰδεῖσθαι δεῖν τὸν ἱερέα, ὅσῳ καὶ τὸν ἀριστέα καὶ μὴ ἀτιμάζειν εἰκότως, καὶ πόθεν αὐτοῦ ὁμοίως πρὸς πάντας ἀπειλεῖ καὶ τὴν ἀφαίρεσιν κοινοποιεῖ λέγων “χερσὶ μὲν οὔτι ἔγωγε μαχέσσομαι εἵνεκα κούρης, οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες,” ὥστε καὶ ἡ μῆνις λόγον εἶχε τὴν τιμωρίαν εἰσπρατ- τομένη παρὰ πάντων, τῶν μὲν διὰ τῆς ἥττης, τοῦ δὲ διὰ τῆς ὑπὲρ τῶν ἡττωμένων λύπης.

καὶ πῶς ταύτην οὐκ ᾔτει τὴν δόξαν, ὅτε φησὶ “πολλὰς ἀΰπνους νύκτας ἴαυον” (Il. 9, 325); ὅτι ἡ δόξα εἰς Ἀγαμέμνονα ἀνέτρεχεν. εὐημερούντων τοίνυν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς αἰτεῖν, ἐπεὶ δὲ ὠργίσθη, αἰτεῖ τὴν τοῦ Διὸς, καὶ εἰ ἔμελλε τρέψαι τὴν τοῦ Διὸς βουλὴν κατὰ τοῦ Ἀγαμέμνονος ὡς ἀδικήσαντος ἐχρῆν τρέψαι οὐχὶ κατὰ πάντων, ὅτι, φησὶ, διὰ τὴν ἀχαριστίαν αὐτῶν τοῦτο ποιεῖ

63
καὶ ὅτι ὑβρισθῆναι παρεῖδον· τὸ δὲ μνήσασα διὰ τὴν Ἥραν· διό φησιν, “αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι.”

410. ἐπαύρωνται] ὅτι ἐπὶ κακοῦ τὸ ἀπολαῦσαι καὶ κατʼ εἰρωνείαν εἴρηται παῤ αὐτοῦ.

414. ὤ μοι] οὐκ εὐθὺς τὴν διακονίαν ὑπισχνεῖται, προολοφύρεται δὲ εἰδυῖα τὴν αἴτησιν πρόξενον αὐτῷ οὖσαν θανάτου. τὸ δὲ ἑξῆς, αἰνὰ τεκοῦσα, ἐπεί νύ τοι αἶσα· τὸ δὲ αἴθ᾿ ὄφελες διὰ μέσου. τὸ δὲ αἰνά ἀντὶ τοῦ αἰνῶς, ἤτοι ματαίως καὶ ἀπράκτως.

415. ὄφελες] ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· “ὡς δὴ μὴ ὄφελον νικᾶν” (Od. 11, 548) καὶ “ὥς μʼ ὄφελ᾿ Ἕκτωρ κτεῖναι” (Il. 21, 279). φησὶ δὲ ὅτι προεθέμην ἄν σε ἄπρακτον βίον ζῆσαι· ἐπὶ λύμῃ γὰρ ἐμῇ τοῦτον εἵλου τὸν βίον. διὸ καὶ δυσαριστο- τόκειαν ἑαυτὴν ὀνομάζει.